9. πτελέα elm, μυρίκη (ῑ) tamarisk.

10. ἔγχελυς ἰχθὺς ἐστίν, ὅμοιος μὲν ἐχίδνῃ, ἐδώδιμος δέ.

11. ὑπερκαχλάζω· ῥέω ὑπέρ τινος μετὰ ψόφου καὶ

πομφολύγων· ὑπερπομφολύζω. ἡ δὲ πομφόλυξ ἔξω μὲν

ὕδωρ, ἐντὸς δ᾽ ἀήρ.

12. ξηρός· τοὐναντίον τοῦ ὑγροῦ. ἐὰν δή τι κέηται

ἐν ἡλίῳ, ξηραίνεταί τε καὶ ξηρὸν γίγνεται.

ὅπως διάκειμαι· ὡς ἔχω.

14. θολερὸν ὕδωρ οὐ καθαρόν· ταραττόμενον.

15. θέρμη· θερμότης.

16. υἱωνός· υἱὸς υἱοῦ ἢ θυγατέρος.

ἡ μὲν γὰρ Θέτις θυγάτηρ θαλάττης, ὁ δ᾽ Ἀχιλλεὺς υἱὸς τῆς Θέτιδος.

17. ὥρμησας· τὸ ὁρμᾶν ταὐτὸ τῷ ἐπελθεῖν καὶ ἐπιπεσεῖν.

αἰδεσθείς· αἰσχυνθείς.

10

24. κῑβωτός· λάρναξ. οὐ πολὺ διαφέρει τῆς λάρνακος

ἡ κιβωτός· ἐν δὲ ταῖς λάρναξι νεκροὶ φιλοῦσι κεῖσθαι.

ξυλίνη μὲν ἡ κιβωτός, ἡ δὲ λάρναξ εἴτε ξυλίνη εἴτε

πηλίνη εἴτε καὶ ἄλλως πως πεποιημένη.

25. βρέφος· νεογνὸν παιδίον τυγχάνει ὂν βρέφος·

ἀρτιγέννητον παιδίον, νεωστὶ τεχθέν.

Page 41.

3. ἄθλιος· ὁ κακοδαίμων καὶ κάκιστα πάσχων ἄθλιος ἂν εἴη.

7. θάλαμος· δωμάτιον, οἰκίσκος.

8. οὖν· τῷ ὄντι.

9. ὄροφος· τὸ στέγος, τὸ ἄνω τῆς οἰκίας.

10. κόλπος μεταξύ ἐστι τῶν βραχιόνων· ἀσπαζόμενοι

δὲ παιδία λαμβάνομεν εἰς τὸν κόλπον. τῆς δ᾽ ἐσθῆτος

ὁ κόλπος ἐκεῖ ἐστιν, οὗπερ κατατίθεμεν τὸ ἀργύριον.

12. ζηλότυπος οὗτος τυγχάνει ὤν, ὃς ἂν μὴ ἐθέλῃ

τὸν φίλον φιλεῖν ἄλλον μηδένα.

15. σῑγῶ· σιωπῶ, οὐδὲν λέγω.

16. καταδίκη· ὁ φεύγων δίκην, ἐὰν ἁλῷ, δίκην δίδωσι τῷ διώκοντι·

ἡ δὲ ποίνη καλεῖται καταδίκη.

παραιτοῦμαι· αἰτῶ συγγνώμην.

17. πάππος· πατὴρ πατρὸς ἢ μητρός· μητροπάτωρ· τούτου δὲ πατήρ, πρόπαππος.

18. ἄγνοια ἂν εἴη, εἴ τις μὴ γνοίη.

19. ὑποπίμπλαμαι· κατὰ μικρὸν πλήρεις γίγνονται οἱ ὀφθαλμοί.

20. μνημονεύω· μιμνῄσκομαι, μνήμην ἔχω· οὐ λανθάνομαι.

24. Σέρῑφος νῆσος οὖσα τυγχάνει τῶν Κυκλάδων, οὐ πολὺ ἀπέχουσα τῆς Ἀττικῆς.

25. ἁλιεὺς ἁλιεύει αἱρῶν ἰχθῦς.

27. ἀνασπῶ· ἀνέλκω.

11

Page 42.

2. κῆτος· μέγιστον θηρίον θαλάττιον.

6. δέλεαρ τοῦτο τυγχάνει ὄν, ὅπερ περιτίθεμεν τοῖς

ἀγκίστροις ἁλιεύοντες· οἱ δ᾽ ἰχθύες καταπίνουσι τά τε

δελέατα καὶ τὰ ἄγκιστρα, καὶ ἡμεῖς ἀνέλκοντες τὰ

λίνα, ἔχομεν ἤδη τὴν ἄγραν.

λοχῶ· λόχον ποιῶ κρύψας ἐμαυτόν, ἵνα φθάνω ἐπιπεσὼν τοῖς πολεμίοις.

15. σῶστρα· μισθὸς τῆς σωτηρίας ὠνομάσθη σῶστρα,

ὥσπερ καὶ τὰ ἴατρα ἢ ἰατρεῖα μισθὸς τοῦ ἰᾶσθαι.

16. ἐκτίνω· ἀποδίδωμι ὡς ὀφειλόμενον.

18. ἐστάλη· ἐπέμφθη.

Γοργόνας· ὅρα σελίδα τεσσαρακαιδεκάτην.

ἆθλος· ἀγών· τὸ δὲ ἆθλον ἐστὶ μισθὸς ἀγῶνος.

19. ἐπιτελῶ· ποιῶ τὸ πᾶν.

21. δύσπορος· χαλεπὸς πορεύεσθαι καὶ οὐ ῥᾴδιος.

23. διαιτῶμαι· οἰκῶ.

26. ἀθέᾱτος· ὃν μὴ ἔξεστιν ὁρᾶν. ἆρ᾽ ἐμνήσθης ὅ τι ἔπασχεν ὁ ἰδών;

Page 43.

2. διηγεῖσθαι· λέγειν.

4. κάτοπτρον τοιοῦτό τι χρῆμ᾽ ἐστίν, ἐν ᾧ βλέπων

αἰσθήσῃ εἰκόνα σεαυτοῦ ἐνοῦσαν. ἡμεῖς δ᾽ ὅταν

κοσμῶμεν τὴν κόμην, εἰσβλέπομεν εἰς κάτοπτρον, ἵνα

μὴ κακῶς κοσμῶμεν.

5. εἰκών· μορφὴ ὁμοία.

7. ἅρπη· μάχαιρα καμπύλη· τῇ γὰρ τοιαύτῃ δρέπουσι τὸν σῖτον οἱ θερισταί.

8. ἀνεγρέσθαι· ἀνεγερθῆναι· καὶ γὰρ ἀνήγροντο ἂν τῷ ψόφῳ.

9. παράλιος· παραθαλάττιος.

11. προβλής· ὁ προβαλλόμενος· τοῦτο δ᾽ ἂν εἴη ἀκρωτήριον.

12. προσπατταλεύω· προσηλῶ· πήγνυμι παττάλοις.

τοῖς δὲ παττάλοις συμπηγνύασι τέκτονες καὶ τἄλλα καὶ τὰς κιβωτούς.

καθειμένην κτλ. αἱ κόμαι καθειμέναι ἦσαν, οὐδὲ συνδεθεῖσαι κατὰ κόσμον.

16. διαγιγνώσκω· διανοοῦμαι· ἐν νῷ ἔχω.

17. ὑπεραιωρηθείς· ἄνω ἀρθεὶς ἐν τῷ ἀέρι ὥσπερ τις ὄρνις·

τοῦτο γάρ τοι τὸ αἰωρεῖσθαι.

18. πρόκωπος· ἐὰν ἀντιλαβώμεθα τῆς κώπης τῆς

ἅρπης, πρόκωπός ἐστιν ἡ ἅρπη. ὁ μέντοι Περσεὺς τῇ

μὲν χειρὶ τύπτει, τῇ δ᾽ ἔχει τὴν τῆς Γοργοῦς κεφαλήν.

20. πέπηγε· λίθος γέγονε, ὥσπερ καὶ πήγνυται τὸ

ὕδωρ τοῦ χειμῶνος καὶ κρύσταλλός ἐστιν ἤδη.

22. ἀκροποδητί· ἄκροις τοῖς ποσὶ προβαίνων.

23. ὀλισθηρός· ὅπου ἄν τις ὀλίσθῃ ῥᾳδίως, ὀλισθηρὰ ἡ γῆ.

24. _ἐν τοῦ Κηφέως_ οἰκίᾳ.

25. οὐ τὸν τυχόντα· φαῦλός τοι ὁ τυχών.

26. ἄχθομαι· λυποῦμαι, ἀλγῶ.

27. μεγαλαυχεῖσθαι· μέγα λέγειν καὶ κομπάζειν κόμπον.

Page 44.

4. ὑπὲρ τὴν ἀξίαν· μείζω τῆς ἀξίας· πλέον τούτων, ὧν ἄξιός τις ἐστιν.

12

8. πομπή· θέαμα φαιδρὸν οἷον ἀνδρῶν τε καὶ ἵππων καὶ ἁρμάτων,

οἷα γίγνεται οὔσης ἑορτῆς.

μεγαλοπρετής· λαμπρότατος ὁρᾶν.

12. οἱ πέμποντες· οἱ μετέχοντες τῆς πομπῆς.

13. ἀπολείπομαί τινος ὅταν μὴ παρῶ ἀλλ᾽ ὕστερον ἔλθω.

25. ἡλικιῶτις· ἡ τῆς αὐτῆς ἡλικίας· ὁ δ᾽ ἄρρην ἡλικιώτης.

Page 45.

2. εὐκαμπής· καμπύλος, οὐκ ὀρθός.

ἥμερος· οὐκ ἄγριος.

σκιρτῶ· τὰ ζῷα σκιρτᾷ, ὥσπερ καὶ ἡμεῖς χορεύομεν. πηδῶ ἄνω κάτω.

3. μῡκᾶται μὲν ταῦρος, μηκᾶται δὲ οἶς· ὅρα καὶ σελίδα εἰκοστὴν τετάρτην.

5. δρομαῖος· δρόμῳ, τρέχων.

8. ἠνεμωμένος· πνέοντος ἀνέμου ἀνεμοῦταί τι.

13. ἀκύμων (ῡ)· γαληνὸς καὶ ἄνευ κυμάτων.

14. ἡσυχίᾱν ἄγω· ἡσυχάζω.

θεᾱτῆς· ὁ θεώμενος, ὁ βλέπων.

15. παρακολουθῶ· ἕπομαι.

17. ἐπιψαύω· θιγγάνω ἄκρου.

ἡμμένας· ἐὰν ἅψωμεν δᾷδα, ἡμμένη ἐστίν, τὸ γὰρ ἅπτειν πυρί, καίειν ἐστίν.

18. ὑμέναιος· ὕμνος γάμων· ἆρα μέμνησαι ὅπως διαφέρει οὗτος τοῦ θρήνου;

19. ἐπικροτῶ· χεῖρας συμβάλλω ἐπὶ τούτοις.

23. παροχοῦμαι· παρά τινι ὀχοῦμαι·

ἥ τε γὰρ Ἀμφιτρίτη καὶ ὁ Ποσειδῶν ἐν τῷ αὐτῷ ἅρματι ὠχοῦντο.

24. ὁδοποιῶν· ὁδοιπορῶν, ἡγούμενος, ἡγεμὼν ὤν.

25. κόγχη· κόγχος· ὄστρακον ἰχθύος τινός.

26. ἐπιπάττω· σπείρω, σκεδάννυμι.

29. _Δικταῖον ἄντρον_ ἐν Δίκτῃ, ὄρει Κρήτης·

ἐκεῖ ὁ Ζεὺς νεογνὸς ὢν ἐσώθη,

τοῦ Κρόνου καταπιεῖν αὐτὸν βουλομένου.

Page 46.

2. διακῡμαίνω· κύματα ποιῶ ἐν θαλάττῃ.

8. γρύψ· τέρας ζῴου, πτερωτόν, ἔχον κεφαλὴν καὶ

ῥυγχίον αἰετοῦ, τἄλλα δὲ λέοντος.

ΝΕΚΡΙΚΟΙ ΔΙΑΛΟΓΟΙ

1

6. ἐντέλλομαι· κελεύω. ἡ δὲ κέλευσις, ἐντολή.

7. ἀναβιῶναι· καὶ γὰρ ὅ τε Κάστωρ καὶ ὁ Πολυδεύκης

οὕτω διένεμον τὴν ζωήν, ὥστε διῃτῶντο ἐναλλὰξ ἔν

θ᾽ Ἅιδου καὶ ἐπὶ γῆς· ὁ μὲν γὰρ ἄνω ἦν, ὁ δὲ κάτω·

τῇ δ᾽ ὑστεραίᾳ μετηλλάττοντο.

8. αὔριον· ἡ μετὰ ταύτην ἡμέρα· ἡ ὑστεραία· ἡ δὲ

προτεραία, χθές· πρότερον δὲ τῆς χθεσινῆς, πρῴην.

καὶ λέγομεν χθές τε καὶ πρῴην ἀντὶ τοῦ νεωστί.

Μένιππος φιλόσοφος ἦν, μιμητὴς Διογένους· οἱ

τοιοῦτοι δὲ ὠνομάζοντο κυνικοὶ ἢ κύνες, ἐπεὶ διῃτῶντο

ὥσπερ κύνες, φορτικῶς, καὶ ἔλεγον μετὰ παρρησίας

ὥσπερ κύνες βαΰζοντες.

12. καταγεγέλασται· εἰ ἅλις ἐστί σοι γέλωτος· εἰ τετελεύτηκας γελῶν.

14. ἀμφίβολόν ἐστι ὃ ἂν μὴ φανερὸν ᾖ.

17. σατράπης· μέγας τις ἄρχων Περσικός.

18. ταπεινός· οὐχ ὑψηλός· ἥμερος καὶ χαμαὶ κείμενος.

ἄσημος· ἄδοξος, ἀτίμητος.

οἰμωγῆς κτλ. οὐκ ἂν ἄλλως διακρίνοις, οἵτινές εἰσιν,

εἰ μὴ διὰ τὴν οἰμωγήν, οἷα λέγουσιν ὀλοφυρόμενοι.

19. μαλθακός· μαλακός· τοὐναντίον τοῦ τ᾽ ἀνδρείου καὶ σκληροῦ.

ἀγεννής· οὐ γενναῖος· ἀνελεύθερος, δούλειος, φαῦλος.

21. πήρᾱ· σάκκος ὃν ἐφόρουν ὁδοιποροῦντες.

θέρμοι· εἶδος κυάμων.

22. τρίοδος· ὅπου τρεῖς ὁδοὶ συνέρχονται. ἐν δὲ

ταῖς τριόδοις ἐφίλει εἶναι ἄγαλμα Ἑκάτης· καὶ κατὰ

τὴν νουμηνίαν κατετίθεσαν οἱ πλούσιοι παρὰ τούτοις

τοῖς ἀγάλμασι· τὸ δεῖπνον Ἑκάτης καλούμενον, ὥσπερ

θυσίαν τῆς Ἑκάτης· οἱ δὲ πένητες παρελθόντες ἤσθιον,

καὶ ἔλεγον ὡς ἡ Ἑκάτη ἔφαγεν.

23. καθαρσίου· ἐκ θυσίας καθαρσίου, λέγω δὲ τὴν πρὸς τὸ καθαίρειν θυσίαν.

Page 47.

3. φαλακρός· οὐκ ἔχων κόμας ἐπὶ τῆς κεφαλῆς.

τριβώνιον· ὁ μὲν τρίβων χλαῖνά τις ἐστι· λέγει δὲ

τριβώνιον ὡς καταφρονῶν. τὰ γὰρ τοιαῦτα σημαίνει

ἢ ὅτι μικρόν ἐστι τὸ χρῆμα, ἢ ὅτι καταφρονοῦσιν

αὐτοῦ, ἢ καὶ τοῦτο λέγουσιν ὑποκόρισμα, ὡς φιλοῦντες.

πολύθυρος· ἔχων πολλὰς θύρας, τρήματα δηλόνοτι ἐν τῷ τριβωνίῳ.

4. ἀναπεπταμένος· ἀνοικτός, ἀνεῳγμένος· τὸ δὲ ῥῆμα, πετάννυμι.

ἐπιπτυχή· ῥάκος, ῥάκιον, λάκισμα, σπάραγμα.

5. ποικίλος· πολλὰς μορφὰς ἔχων, ἢ καὶ πολλὰ χρώματα· δαίδαλος, τεχνικός.

6. ἀλαζὼν ἐστὶν ὃς ἂν ἐξαπατᾷ λόγῳ ἢ ἔργῳ· φέναξ, ἀγύρτης.

10. βαρύς· βάρος ἔχων· βαρύνων· τοὐναντίον ἂν εἴη τὸ ἐλαφρόν.‒χαλεπός, ἐχθρός.

11. παύσασθαι ληροῦσιν· μηκέτι ληρεῖν.

ὁ γὰρ μηκέτι ποιῶν τι, παύεται ποιῶν, καὶ λήγει.

12. περὶ τῶν ὅλων· οἱ φιλόσοφοι ἄλλοι ἄλλα ἔφασαν

περὶ τοῦ ὅλου. οἱ μὲν γὰρ ἔλεγον ἄπειρον εἶναι τὸ

ὅλον· οὕτω καὶ ὁ Παρμενίδης· εἰσὶ δ᾽ οἳ ἔφασκον τὰ

πάντα συγκεῖσθαι ἐξ ἀτόμων σωμάτων. πάντα δὲ

ταῦτα μάταια εἶναι λέγει ὁ Διογένης.

κέρᾱτα κτλ. ἔφη ὁ Ἐμπεδοκλῆς πρῶτον μὲν γενέσθαι

τὰ τῶν ζῴων μόρια χωρίς· χωρὶς μὲν κεφαλάς,

χωρὶς δὲ χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ λοιπὰ ὡσαύτως·

ἔπειτα ἄλλα ἄλλοις συμφύεσθαι, ὥσπερ βοῦς ἔχοντας

κεφαλὰς ἀνθρωπίνας καὶ τοὐναντίον, τὰ λεγόμενα

βουγενῆ ἀνδρόπρῳρα, τέλος δὲ τὰ γένη τῶν ζῴων

ὥσπερ νῦν ἐστι.

13. κροκοδείλους· οὕστινας ἐνταῦθα σκώπτει ὁ ἄνθρωπος οὐκ οἶδ᾽ ἔγωγε.

μήπως καὶ τοὺς αὐτούς;

15. ἀμαθής· ἄνευ μαθήσεως ἀμαθία, καὶ ἄνευ παιδεύσεως ἀπαιδευσία.

παιδεύονται γὰρ οἱ παῖδες, ἵνα ἀμείνους γένωνται·

οἱ δὲ ἐὰν μὲν προσέχωσι τὸν νοῦν, μανθάνουσιν· εἰ δὲ μή, οὔ.

16. κατηγοροῦντα κτλ. διότι ἀπαρνοῦμαι μὴ εἶναι σοφίαν.

17. οἰμώζειν λέγε· κατάρα αὕτη· ἔφασκον γὰρ

πρὸς τοὺς ἐχθρούς, οἴμωζε· ἢ οἰμώξῃ· ἢ κλαύσῃ, ἐὰν

τοῦτο ποιῇς. οἰμώζοιεν δ᾽ ἂν λέγοντες οἴμοι· αὕτη δ᾽ οἰμωγή.

19. Πολυδεύκιον· ὑποκόρισμα τοῦτο· ὦ φίλτατε Πολύδευκες.

20. μάταιος· ποιῶν μάτην καὶ ἄλλως.

21. τῑμωρεῖσθε· λυπεῖτε ὥσπερ δίκην λαμβάνοντες ἄρ᾽ ὑμῶν αὐτῶν.

22. τόκος· τέκνον· ἐνταῦθα δὲ ὥσπερ τέκνον ἀργύριον·

οἱ γὰρ δανείζοντες, διδόασι μὲν τἀργύριον,

λαμβάνουσι δὲ καὶ τἀργύριον τὸ ἀρχαῖον καὶ τόκον,

ὄντα ἄλλο ἀργύριον πρὸς τῷ ἀρχαίῳ.

τάλαντον μὲν ἔχει ἑξήκοντα μνᾶς, ἡ δὲ μνᾶ ἑκατὸν

δραχμάς, ἡ δὲ δραχμὴ ἓξ ὀβολούς· πόστον οὖν μέρος

τῆς δραχμῆς ὁ ὀβολός;

23. _μετ᾽ ὀλίγον_ χρόνον· οὐ διὰ πολλοῦ· οὐ πολλῷ ὕστερον.

Page 48.

1. εὔτονα· εὖ τεταμένα· τείνεται γὰρ τὰ νεῦρα ἐν τῷ σώματι·

ἐὰν δὲ χαλάσῃ, ἀσθενὴς γενήσεται ὁ ἄνθρωπος.

ὦμος· ἄκρος ὁ βραχίων ὦμος καλεῖται, ὅπου δὴ τὸ ἄρθρον τοῦ τε βραχίονος

καὶ τοῦ σώματος. ἄλλο μὲν ὦμος, ἄλλο δ᾽ ὠμός.

2. κόνις· σποδός. πυρὸς γὰρ κατασβεσθέντος, ἰδοὺ κόνις·

καὶ δὴ καὶ κόνις πάρεστιν ἐν ὁδῷ ἡλίου θάλποντος.

κρᾱνίον· ὀστοῦν κεφαλῆς.

7. ἀπορίᾱ τῶν ἁπόρων ἐστὶ καὶ ἀμηχάνων. οὐ γὰρ ἴσασιν οἱ ἄποροι τί ποιῶσιν.

8. ἰσοτιμίᾱ ἂν εἴη ἴσης οὔσης ἑκάστῳ τῆς τίμης· τί μήν;

9. τοῖς σοῖς· καὶ γὰρ Λακεδαιμόνιος ἦν ὁ Πολυδεύκης·

ἄλλο τι μέμνησαι τῆς μητρός, ἥτις ἦν;

10. ἐπιτῑμῶ· μέμφομαι, ὀνειδίζω.

ἐκλελύσθαι· ἆρ᾽ ὅτι οὐκέτι κατεφρόνουν τοῦ πλούτου;

13. ἀνέχω· καρτερῶ· τολμῶ. οὔ φησι δ᾽ ἀπαγγελεῖν

τοῖς Λακεδαιμονίοις, διότι, οἶμαι, οὕτως ὠμοὶ ἦσαν τὸν τρόπον.

2

20. σκαφίδιον· σκάφος μικρόν, πλοῖον, πλοιάριον.

ὑπόσαθρον ὀλίγον σαθρόν· τὸ δὲ μὴ σαθρόν ἐστιν

_ὑγιές_. σαθροῦ ὄντος σκαφιδίου _εἰσρεῖ_ μὲν _τὸ ὕδωρ_,

_διαρρεῖ_ δὲ τὸ σκάφος.

21. _ἐπὶ θάτερα_ ἢ ἐπὶ τὸν ἕτερον τοῖχον, ἢ ἐπὶ τὸν ἕτερον.

22. περιτραπέν· περιτετραμμένον. ἐὰν δὲ τραπῇ τὸ

πλοῖον, τὸ μὲν ἄνω γίγνεται κάτω, καὶ τὸ πλοῖον

κατέδυ· οὕτως _οἰχήσεται_, _φροῦδον_ γενήσεται, οὐκέτι πάρεστιν.

24. μὴ μετανοήσητε· _μετανοεῖ_ τις, ἐὰν _μεταμέλῃ_ αὐτῷ·

μεταμέλει δ᾽ αὐτῷ, ἐὰν ἄλλο μὲν πρὶν ἐθέλῃ, ἄλλο δὲ νῦν.

26. εὐπλοήσομεν· ἀγαθῇ τύχῃ πλευσόμεθα.

Page 49.

2. περιττά· τὰ μὴ ἀναγκαῖα, περιττά ἔστιν.

ἠϊόνος· ἡ ἠϊὼν εἴη ἂν ἡ ἀκτή, τὸ παραθαλάττιον τῆς γῆς μέρος,

οὗπερ καὶ ἡ ψάμμος.

3. μόλις· οὐ ῥᾳδίως, χαλεπῶς.

πορθμεῖον· πλοῖον ἐν ᾧ ὁ πορθμεὺς πορθμεύει τοὺς

πορθμευομένους διὰ τοῦ πορθμοῦ· πορθμὸς δ᾽ ἐστὶ στενὴ θάλαττα.

5. ψῑλός· γυμνός.

ἔπιπλα· ὅσα φορεῖ. τῆς μὲν οἰκίας τὰ ἔπιπλα

λέγοις ἂν τὴν σκευήν, τά τ᾽ ἄλλα καὶ δίφρους καὶ

τραπέζας· τῆς δὲ νεώς, τὰ ὅπλα. ἐνταῦθα δῆλός ἐστι

λέγων περὶ τούτων ὅσα φέρουσιν.

6. ἀποβάθρα· διὰ ταύτης ἀποβαίνουσιν οἱ ἐμπλέοντες. ἔστι δὲ κλῖμαξ τις ἢ πίναξ.

7. διαγιγνώσκω· διακρίνω ὅστις ἐστίν.

12. βάκτρον· βακτηρία, ῥάβδος, ξύλον.

ἀπερρίφθω· ἀπερριμμένα ἔστω· ἰδού, ἀπορρίπτω ἀνύσας, καὶ φροῦδα ἤδη.

13. εὖ ποιῶν· εὖ ἐποίησα οὐ κομίσας·

οὐχ ἡμαρτηκέναι λέγει· δῆλος δ᾽ ἐστὶ χαίρων.

16. προεδρίᾱ· πρώτη ἕδρα· φανερὸς δ᾽ ἐστὶ καθιζόμενος πρῶτος.

ὑψηλός· οὐ ταπεινός.

16. ἐπισκοπῶ ὢν ἐπισκόπος· διορθῶ πάντα.

17. εὐφιλής· φίλτατος.

18. διτάλαντον· ἄξιον τὸ φίλημα δυοῖν ταλάντοιν·

φίλημα δὲ γίγνεται, ἐὰν δύο τινὲ συμβάλλωσι τὼ

στόματε. δῆλον δ᾽ ἐστὶ τίμιον ὂν τοιοῦτο φίλημα, οὐκ ἄξιον.

19. χεῖλος· ἕκαστον στόμα δύο χείλει ἔχει.

20. αὐτοῖς φιλήμασι· μετὰ τῶν φιλημάτων.

βαθύς· μακρός.

22. εὔζωνος· οὐδὲν ἔχων περιττόν, ὥσθ᾽ ἕτοιμος εἶναι πρὸς ἔργον.

πορφυρίς· χιτὼν πορφυροῦς, χλαῖνα πορφυρᾶ.

χρῶμα δὲ τὸ πορφυροῦν ὅμοιον τῷ ἐρυθρῷ.

23. διάδημα περιέχει τὴν κεφαλὴν κύκλῳ· δῆλον δ᾽ ἐστὶ χρυσοῦν ὄν,

ὥσπερ βασιλέως ἢ τυράννου.

βλοσυρός· παχὺς καὶ μέγας.

24. Γελῷοι πολῖται τῆς Γέλας· ἡ δ᾽ ἐν Σικελίᾳ τυγχάνει οὖσα.

Page 50.

2. τῦφος· ὄγκος, τρυφή.

3. ὑπεροψίᾱ τούτων ἂν εἴη, οἴτινες καταφρονοῦσιν ἄλλων.

βαρύνω (ῡ)· βάρος βαρύνει δηλονότι, καὶ ποιεῖ καταδῦναι.

6. ἐφεστρίς· χλαῖνα· φανερὸς δ᾽ ἐστὶ λέγων τὴν πορφυρίδα.

7. ἄφες· οὐκ ἂν φθάνοις ἀποβαλών;

8. εἶἑν· ἔστω δή· εὖ γε· οὐδέν μοι μέλει.

9. ὠμότης· ἀγριότης.

ἄνοια· τὸ ἄνευ νοῦ εἶναι· λέγει γὰρ δὴ ἄνουν τὸν τύραννον.

11. ψῑλός· γυμνός, ἀποβαλὼν τὰ σκεύη ἅπαντα.

12. παχύς· οὐκ ἰσχνός· πολὺν σάρκα ἔχων, ἅτε

τρυφῶν πάλαι καὶ γαστρίμαργος ὤν.

16. παλαίστρᾱ· ἐν ταῖς παλαίστραις ἄλλα τε γυμνάζονται οἱ ἀθληταί,

καὶ παλαίουσιν· δήλη γάρ ἐστιν ἡ παλαίστρα ἐπώνυμος οὖσα τοῦ παλαίειν.

ἰδών· καὶ γὰρ ἀγάλματα τοῦ Ἑρμοῦ εἶδες ἂν ἐν πάσῃ παλαίστρᾳ.

20. περιβεβλημένος· περιβέβληνται γὰρ αἱ σάρκες.

ἐπεὶ ἐὰν μὴ ποιήσῃς ἃ κελεύω...

21. ὑπερθεὶς πόδα ὑπὲρ τοῦ τοίχου τῆς νεώς.

22. στέφανος ἆθλον ἦν τῶν ἀγώνων· Ὀλυμπίᾱσι μέν, στέφανος κοτίνου·

ἐν δὲ τῷ Ἰσθμῷ, σελίνου· ἐν δὲ τῇ Νεμέᾳ, σελίνου· ἐν δὲ τῇ Πυθοῖ, δάφνης.

οἱ δὲ νικῶντες ἦσαν ἐν μεγάλῃ τιμῇ· καὶ τὰ ὀνόματα

ἐκηρύττετο ὑπὸ τῶν κηρύκων δημοσίᾳ ἐν τοῖς ἀγῶσι.

περὶ τούτων τῶν κηρυγμάτων φανερός ἐστι λέγων.

24. ἰσοστάσιος· ἐν σταθμοῖς ἢ τρυτάνῃ ἢ ζυγῷ

ἵσταμεν τὰ βάρη· ἐὰν δὲ ταὐτὸν ἕλκῃ ἑκάτερον,

ἰσοστάσια λέγοις ἂν αὐτά.

25. ἀβαρής· ἐλαφρός, βάρος οὐκ ἔχων.

27. μαλακίᾱ φανερὰ δὴ ἐναντία οὖσα τῇ ἀνδρείᾳ.

28. ἐντάφια ταῦτ᾽ ἐστὶν ἃ κατετίθεσαν οἱ πενθοῦντες ἐν τῷ τάφῳ.

ἐτίθεσαν δὲ σκεύη παντοῖα καὶ κόσμον.

πρόγονοι· οἱ πρόπαπποι καὶ οἱ λοιποὶ τῶν ἐν γένει ὄντων πάλαι.

ἀξίωμα· δόξα, μεγάλα ἔργα καὶ μεγάλαι τιμαί.

29. εἴ ποτε κτλ. τὰ κηρύγματα τῆς πόλεως φανερός ἐστι λέγων.

Page 51.

1. ἀνδριὰς [long second α] εἰκών ἐστι ἀνδρὸς λιθίνη ἢ

χαλκῆ· ταύτας δὲ ἐτίθεσαν τῶν εὐεργετούντων. ἐπὶ

δὲ τοῦ λίθου ἐπέγραφον ἐπιγραφάς, τό τ᾽ ὄνομα καὶ ὅ τι

ἐποίησε καὶ ηὐδοκίμησε.

2. ἔχωσαν· χώννυμι χῶμα· σωρὸν ποιῶ γῆς.

6. βαβαί· ἐπιφώνημα θαυμαζόντων.

ἔνοπλος· ὢν ἐν ὅπλοις, ὡπλισμένος. τὸ δὲ τρόπαιον σωρὸς σκυλευμάτων·

νικήσαντες γὰρ ἐφίλουν οἱ στρατιῶται ἀνάπτειν ὅπλα παντοῖα ἐκ δένδρου ἢ ξύλου,

σημεῖον τῆς νίκης.

8. ἠρίστευσα· ἄριστος ἂν εἴη ὁ ἀριστεύων·

οὗτος δὲ ἔχει τἀριστεῖα, ἆθλα ὄντα ἀρετῆς.

12. σχῆμα· ὄψις, σκευή· τὸ ἔξω.

βρενθύομαι· σεμνύνομαι· μέγα φρονῶ καὶ καταφρονῶ

τῶν ἀνθρώπων· ἐπαίρω τὰς ὀφρῦς, ὥστε ῥυτίδας

φαίνεσθαι ἐπὶ τοῦ μετώπου.

13. ἐπὶ τῶν φροντίδων· ἐν φροντίδι ὤν.

14. πώγων· τρίχες αἱ ἐπὶ γενείου φυόμεναι·

οἱ δὲ φιλόσοφοι δεινοὶ ἦσαν καθιέναι πώγωνας.

16. τερατείᾱ· γοητεία· μαγεία· τὸ τερατεύεσθαι.

οἱ μέντοι τοιοῦτοι φένακες ἦσαν οἱ πλεῖστοι.

17. ἱμάτιον [ῑ]· τρίβων.

σκεπαζόμενα· κρυπτόμενα· τὸ γὰρ σκέπασμα περικάλυμμα.

19. ἀλαζονείᾱ ἀλαζόνος ἐστίν· ἀπάτη· δοκεῖ μὲν γάρ, ἔστι δ᾽ οὔ.

κομίζω· φέρω.

20. κενοδοξίᾱ· κενὴ καὶ ματαία δόξα.

_ἐρώτησις ἄπορος_ ἂν εἴη, εἰ ἀδύνατον λύειν·

ἡ μὴ ἔχουσα μηχανήν, ὅπως λυθήσεται.

21. ἀκανθώδης· ὥσπερ ἀκάνθας ἔχων.

_ἔννοια πολύπλοκος_· φροντὶς ἀμήχανος ἢ τοιοῦτόν

τι· περὶ τούτων γὰρ φροντίζουσιν οἱ φιλόσοφοι οὗτοι,

ἃ μήθ᾽ ἁπλᾶ ἐστι μήτ᾽ εἰλικρινῆ, ἀλλ᾽ οὕτως συμπεφυρμένα

τε καὶ συντεταραγμένα, ὥστ᾽ οὐδεὶς ἂν διακρίνοι, τί ποτε βούλεται.

22. ματαιοπονίᾱ· τὸ πονεῖν μάτην καὶ ἄλλως.

23. λῆρος ταὐτὸ σχεδὸν καὶ ὕθλος καὶ φλυαρία·

χρῆμα γὰρ ἄξιον οὐδενός. ληροῦσι δὴ οἱ τοιοῦτοι καὶ

φλυαροῦσι καὶ ὑθλοῦσιν.

μικρολογίᾱ· τὸ περὶ μικρῶν λογίζεσθαι.

24. ἀναισχυντίᾱ· ὃς ἂν μὴ ἔχῃ αἰσχύνην μηδεμίαν, ἀναιδὴς ὤν.

25. οὐ λέληθέ με· ὁρῶ καὶ μάλα.

26. ψεῦδος· τὸ μὴ ἀληθές.

28. πεντηκόντορος ναῦς πεντήκοντ᾽ ἔχει ἐρέτας

ἐρέττοντας κώπαις πεντήκοντα. μεγάλη οὖν.

Page 52.

4. λάσιος· δασύθριξ, πολλὰς τρίχας ἔχων.

7. ἀποκείρω· ὁ κουρεὺς ἀποκείρει τὰς τρίχας ἔχων

μαχαίρας κουρίδας, ξυρεῖ δ᾽ ἔχων ξυρόν.

8. πέλεκυς· ἀξίνη (ῑ). χρώμενοι δὴ τῷ πελέκει

κατακόπτουσι μὲν δένδρα οἱ ὑλοτόμοι, ἐργάζονται δ᾽ οἱ

ναυπηγοὶ ναυπηγίᾳ ναυπηγοῦντες τὰς ναῦς. καὶ μὴν

ἵνα κόψῃς τι, κατατιθέναι χρὴ ἐπί τινος ἐπικόπου, εἶτα

καθικνεῖσθαι τῷ πελέκει.

11. πρίων (ῑ)· ὄργανον τοῦ τέμνειν ἔχον πολλοὺς

ὀδόντας· τῷ δὲ πρίονι χρώμενοι πρίουσιν [ῑ] οἱ πρίσται.

ἔστι δὲ καὶ παροιμία· ὥσπερ πρίοντες, ὁ μὲν ἕλκει,

ὁ δ᾽ ἀντενδίδωσι· μακρός τοι πρίων οὗτος σημαίνεται.

13. ἀνθρώπινος· οἷος ἄνθρωπος.

14. κινάβρᾱ· τρίχες δασεῖαι ὥσπερ τράγου.

15. ἀφέλωμαι· τὸ ἀφαιρεῖν ταὐτὸ τῷ ἀπολαμβάνειν.

ὀφρῦς· αἱ ὀφρύες τρίχες εἰσὶν ὑπὲρ τῶν βλεφάρων φυόμεναι.

17. ἀνατείνων ἑαυτόν, ὥστε μακρός τε καὶ ὑψηλὸς φαίνεσθαι.

18. κάθαρμα· ὅταν ῥύπος ᾖ κατ᾽ οἰκίαν, καθαίρομεν

χρώμενοι κορήματι· τὰ δ᾽ ἐκκαθαιρόμενα καθάρματ᾽ ἂν

καλοῖτο. καὶ πρός γ᾽ οὕτω καλοῦσι καὶ τοὺς φαυλοτάτους

τῶν ἀνθρώπων.

ἀποδειλιῶ· δειλὸς φαίνομαι ἀντ᾽ ἀνδρείου· τὸ δὲ

ἀποδειλιᾶν ὥσπερ νόσον τινὰ σημαίνοι ἄν· ὁμοίως δὴ

τό τ᾽ ὀφθαλμιᾶν καὶ τὸ ἰλιγγιᾶν. οὕτως ἄρα ἡ δειλία

παροξυσμός τις νόσου.

20. μάλην ὑπὸ τοῦ ὤμου λέγων εἶναι, λέγοις ἂν ὀρθῶς,

μεταξὺ τοῦ τε βραχίονος καὶ τοῦ σώματος. ἐκεῖ

κατέκρυψε δὴ τὴν κολακείαν, ἵνα λάθῃ ἔχων.

22. κολακείᾱ· ὁ κόλαξ κολακεύων πάντα ποιεῖ τε καὶ

λέγει πρὸς τὸ ἀρέσκειν· ὥστε ψευδής τις ἂν εἴη καὶ

σαθρὸς καὶ οὐδὲν ὑγιὴς καὶ φέναξ.

χρήσιμον λέγοις ἂν ὀρθῶς λέγων ἐκεῖνο εἶναι ᾧ χρώμεθα ἀσμένως.

25. ἐλευθερίᾱ· τοὐναντίον τῆς δουλείας· ἡ δὲ _παρρησίᾱ_

ἐλευθερία λόγων ὥστε πάντα λέγειν καὶ ῥητὰ καὶ

ἄρρητα· ταύτας τοι προσεποιοῦντο μάλιστα οἱ Κυνικοί,

ὡς οἰκείας οὔσας. πρὸς τούτοις οὐκ ἔφασαν λυπεῖσθαι οὐδὲ

τἄσχατα πάσχοντες· ὥστε τοῦτο τὸ δόγμα _τὸ ἄλυπον_.

τοιγαροῦν τοιοῦτοι δὴ ὄντες _γενναῖοι_ ἐδόκουν ἑαυτοῖς

εἶναι καὶ μεγαλόψυχοι.

28. _μηδαμῶς_ ἀπόθου.

κοῦφος· ἐλαφρός, οὐ βαρύς, εὔφορος, ῥᾴδιος φέρειν.

29. κατάπλους· καταπλέοι τις ἂν ἐπὶ τὴν γῆν, εἰσπλεύσας εἰς τὸν λιμένα.

Page 53.

1. ῥήτωρ· δεινός τις λέγειν· οἱ δὲ λέγοντες

ἐν τῇ ἐκκλησίᾳ ῥήτορες ἐκαλοῦντο. δημοκρατουμένης γὰρ

πόλεως οἱ λέγοντες ἀεὶ πλέον δύνανται τῶν ποιούντων

τι ἄνευ κόμπου· αὕτη δὲ ἀτυχία μεγίστη.

2. ἀπεραντολογίᾱ· τὸ λέγειν ἀπέραντα καὶ ἄπειρα καὶ μὴ παυσάμενον·

τὸ γὰρ πέρας τέρμα ἐστίν.

ἀντιθέσεις καὶ παρισώσεις· ὀνόματα ταῦτα ῥητορικά.

ἡ μὲν ἀντίθεσις ἀντικειμένη λέξις· ἀντίκειται γὰρ ἃ

ἀντιτίθεμεν. _ἀντίθεσις_ αὕτη, ἐν ᾗ ἑκατέρῳ τῷ

κώλῳ τῆς λέξεως ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ

ταὐτὸ ἐπέζευγκται τοῖς ἐναντίοις, οἷον “ἀμφοτέρους δ᾽

ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας·

τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο,

τοῖς δὲ ἱκανὴν τὴν οἴκοι κατέλιπον”. _παρίσωσις_

δ᾽ ἐὰν ἴσα τὰ κῶλα· οἷον “ἢ διὰ χρημάτων ἀπορίαν,

ἢ διὰ πολέμου μέγεθος”. ἡ δὲ _περίοδος_ λέξις ἔχουσα

ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθ᾽ αὐτήν, καὶ μέγεθος

εὐσύνοπτον.

3. βαρβαρισμός· τοιαύτη λέξις οἵᾳ χρῷντο ἂν οἱ

βάρβαροι. φοβοῦμαι μὴ ἡμεῖς οἱ Ἄγγλοι πολλάκις

χρώμεθα βαρβαρισμοῖς· τί γὰρ ἂν πάθοιμεν;

5. ἤν· ἰδού, ὅρα.

6. ἀπόγεια· τὰ πείσματα τὰ ἀπηρτημένα ἀπὸ γῆς.

8. εὐπλοῶ· ἔχω πλοῦν οὔριον. τὸ δ᾽ εὐπλοῶμεν εὐχή.

10. δεδῃωμένος· δῃοῦσιν οἱ πολέμιοι κατατέμνοντες τὸν σῖτον ἐν πολεμίᾳ γῇ.

15. πολυτελής· πλούσιος.

17. κατειλήσας· κατακαλυψάμενος.

18. ἕωθεν· ἅμ᾽ ἕῳ· ὄρθριος.

21. ἔσπευσα· κατὰ τάχος ἦλθον, δρόμῳ τρέχων.

22. κραυγή· οἰμωγή, ψόφος μετὰ θορύβου.

26. ἐκκλησίᾱ· σύλλογος πολιτῶν πρὸς τό τε λέγειν καὶ τὸ διακρίνειν

ὅ τι ποιητέον. δίκαιος δὲ μετέχειν τῆς ἐκκλησίας πᾶς τις τῶν πολιτῶν,

οὐχ οἱ χειροτονητοὶ μόνοι ὥσπερ παρ᾽ ἡμῖν.

to be held together / sich zusammenhalten, sich verbinden

27. συνέχεται ὡς αἰχμάλωτος δή· ἐμίσουν γὰρ τὸν ἄνθρωπον πάντες.

29. ἀφθόνως· πολλοῖς δηλαδή.

Page 54.

1. Σικνὼν πόλις ἐγγὺς τῆς Κορίνθου.

ἐπιτάφιος λόγος ἐλέγετο ἐπὶ τῷ τεθνηκότι.

5. καθ᾽ ἡσυχίᾱν· ἡσύχως.

7. ὠρύομαι (ῡ)· ὑλακτῶ, βαΰζω.

8. τύπτομαι· κόπτομαι· οὕτω ποιοῦσιν οἱ θρηνοῦντες, κόπτοντες τὰ στήθη.

9. θάπτωσι· εἰκὸς γὰρ δὴ τούς τε κύνας καὶ τοὺς κόρακας τρώγειν

τὸν νεκρόν· ἀλλ᾽ οὐδὲν αὐτῷ μέλει.

10. γεννάδᾱς· γενναῖος.

χρῶνται δὲ τῷ γεννάδας κατ᾽ ἔθος μετὰ γέλωτος ἢ εἰρωνείας.

11. δικαστήριον· ἐν ᾧ δικάζονται δίκας. ὅστις δὲ τῶν ἐν Ἅιδου δικαστής,

καταμαθήσῃ ὕστερον.

13. μετελευσόμεθα ὡς κατακομιοῦντες.

3

20. πορθμεῖα· μισθὸς τοῦ πορθμεύειν.

ἔδει δὲ τοὺς νεκροὺς ὀβολὸν δοῦναι τῷ Χάρωνι.

22. ἀνθ᾽ ὧν· ἐπειδή.

Page 55.

1. ἄγχω λαβόμενος τοῦ τραχήλου, ὥστε μηκέτι πνεῖν.

8. ὠνάμην· κέρδος ἐκτησάμην· λέγει δ᾽ εἰρωνικῶς. τὸ δὲ ῥῆμα, ὀνίνημι.

μέλλω· δεῖ, χρή· εἵμαρται.

ὑπερεκτίνω· ἀργύριον ἐκτίνω ὑπέρ τινος.

11. νεωλκῶ· ἐπὶ γῆν ἕλκω τὴν ναῦν.

17. αὐχῶ· κομπάζω.

προῖκα· ἄνευ μισθοῦ· ἀμισθί.

18. ἤντλησα· ἐν τῷ σκάφει ὕδωρ ἐστί·

τοῦτο δ᾽ ἐξαντλοῦσιν ἵνα μὴ καταδύῃ τὸ πλοῖον.

20. ἐπιβάται οὗτοι, οἳ ἂν ἐπιβῶσι μὲν τῷ πλοίῳ, ναῦται δὲ μὴ ὦσιν.

24. χαρίεις· γελοῖος, κομψός.

25. Αἰακὸς εἷς ἦν τῶν ἐν Ἅιδου δικαστῶν· ἐνταῦθα δὲ φύλαξ.

26. ἐνοχλῶ· ὀχλον παρέχω, πράγματα παρέχω, ταράττω.

4

Page 56.

11. περιηγοῦμαι ὁδηγὸς ὤν, ὥσπερ δεικνὺς ξένῳ τὰ μάλιστα ἄξια ὁρᾶν.

14. κεφαλαιώδης· τὰ κεφάλαια οὐκ ἂν ἁμάρτοις λέγων τὰ μέγιστα,

καὶ οἷ᾽ ἂν ἀσμένως ἴδοι τις.

15. διαπερῶ καὶ διαπορευόμενος καὶ διαπορθμεύων·

ἐνταῦθα δὲ πότερον εἰκὸς λέγειν;

16. Πυριφλεγέθων· ποταμὸς ἐν Ἅιδου πυρὸς μεστός.

17. πυλωρὸς φυλάττει τὰς πύλας.

18. Ἐρινῦς· αἱ Ἐρινύες διώκουσι τοὺς φονέας καὶ δίκην λαμβάνουσιν.

19. ἔνδοξος· ἐν δόξῃ ὤν· κλεινός· μεγάλου ἀξιώματος.

20. Ἀγαμέμνων τε καὶ οἱ ἄλλοι ἥρωες ἦσαν, περὶ ὧν ἐποίησεν ὁ Ὁμηρος· οὐ γάρ;

23. ῥαψῳδίᾱ· οἱ ῥαψῳδοὶ ᾖδον τὰ τοῦ Ὁμήρου.

24. χαμαί· ἐπὶ τῆς γῆς, κάτω.

25. ἀμενηνὰ κάρηνα· ἀσθενεῖς κεφαλαί· ἡ δὲ λέξις τοῦ Ὁμήρου.

27. Κῦρον μὲν οἶσθα που βασιλέα ὄντα τῶν Μήδων,

_Κροῖσον_ δὲ τῆς Λυδίας, Ἀσσυρίων δὲ _Σαρδανάπαλλον_,

τῆς δὲ Φρυγίας _Μίδαν_, πάντας γενομένους πλουσιωτάτους·

καὶ δὴ καὶ τὸν _Ξέρξην_ τίς οὐκ οἶδε καταστρέψαντα τὴν Ἑλλάδα;

ζητητέον μέντοι ἐν τῷ λεξικῷ περὶ τούτων.

Page 57.

3. φρίττω· φοβοῦμαι, ὥστε ὀρθὰς ἀναστῆναι τὰς τρίχας ἁπάσας κατὰ τὸ σῶμα.

ἐζεύγνῡ μὲν τὸν Ἑλλήσποντον ποιήσας τὴν γέφυραν ἐκείνην·

ἔπλει δὲ διὰ τῶν ὀρῶν ποιήσας τὴν διώρυχα τὴν ἐπ᾿ Ἄθω.

6. ἐπὶ κόρρης· τὴν κόρρην ἴδοις ἂν ἑκατέρωθε τοῦ

μετώπου· κρόταφοι δ᾽ οὗτοι· τύπτει δέ τις ἐπὶ κόρρης

ὅταν καθίκηται ὑπτίᾳ τῇ χειρί.

ἐπίτρεψον· ἔασον.

7. διαθρύπτω· θραύω, ῥήγνυμι.

9. προσπτύω (ῡ) ἀφιεὶς πτύσμα ἐκ τοῦ στόματος.

13. Πῡθαγόρᾱς φιλόσοφος ἦν ἐν τοῖς κλεινότατος·

δόγμα δ᾽ ἦν αὐτοῦ, ὅτι αἱ ψυχαὶ τῶν τ᾽ ἀνθρώπων καὶ

τῶν ἄλλων ζῴων μετὰ τὸν θάνατον εἰς ἄλλα σώματα

ἐνδύεται. ἔφασκε γοῦν τὴν ἑαυτοῦ ψυχὴν πάλαι

πεφυκέναι ἐν τῷ τοῦ Εὐφόρβου σώματι· ὁ δ᾽ Εὔφορβος

ἥρως ἦν τῶν Τρωικῶν. τεκμήριον δέ· ἰδὼν γὰρ ἐν

τῷ τῆς Ἥρας ἱερῷ τῷ ἐν Ἄργει ἀσπίδας ἀνακειμένας

εὐθὺς ἐπέγνω τὴν τοῦ Εὐφόρβου, ἥτις εἴη.

17. χρυσοῦς ἦν ὁ μηρός, κατὰ τὰ λεγόμενα· ὁ δὲ

μηρὸς τὸ ἄνω μέρος τοῦ σκέλους, μεταξὺ ὂν τοῦ τε

γόνατος καὶ τοῦ ἰσχίου.

20. κυάμους· καὶ γὰρ ἀπηγόρευεν ὁ Πυθαγόρας

κυάμους μὴ ἐσθίειν. πρὸς τί μέντοι λέγει τοῦτο, ἄλλα

τε λέγουσιν οἱ ἑρμηνευταὶ καὶ ὅτι ἔοικε κεφαλαῖς

τοκέων.

22. τοκήων· τοκέων· ἰωνικῶς ὁ Πυθαγόρας.

24. Σόλων· νομοθέτης Ἀθηναῖος.

Θαλῆς φιλόσοφος Μιλήσιος.

25. Πιττακὸς τύραννος Μυτιλήνης· ἦν δὲ καὶ οὗτος τῶν ἑπτά, σοφωτάτων ὄντων.

27. μόνοι τῶν ἄλλων· φαιδροὶ μὲν οὗτοι, οἱ δ᾽ ἄλλοι οὔ.

28. σποδός· κόνις.

ἐγκρυφίᾱς ἄρτος· ὁ ἐν τῇ σποδῷ ὠπτημένος· κεκρυμμένος γὰρ ἦν ἐν ᾧ ὠπτᾶτο.

29. φλύκταινα ἐπιγίγνεται ἐάν τις καύσῃ τὸν χρῶτα·

ἔστι δὲ δέρμα μὲν ἔξω, ὕδωρ δ᾽ ἔνδον. οὗτος δ᾽ ἐξηνθηκὼς

ἦν, ἐπεὶ αἱ φλύκταιναι ἐπῆσαν ὥσπερ ἄνθη.

Page 58.

1. ἡμίεφθος· ἐὰν μέν τι εἰστιθῇς εἰς

ὕδωρ, τὸ δ᾽ ὕδωρ ζέῃ, ἕψεις τὸ ἐνόν· ὁ οὖν Ἐμπεδοκλῆς

ἔρριψεν ἑαυτὸν εἰς τοὺς κρατῆρας τῆς Αἴτνης· ὥστ᾽

εἰκὸς αὐτὸν φαίνεσθαι ἐν Ἅιδου ὥσπερ ἡμίεφθον.

3. χαλκόπους· διὰ τὸ χαλκᾶ φορεῖν πέδιλα.

τί παθών· ἐκ τίνος ὀργῆς· ἄλλο δέ τι τὸ τί μαθών,

τίνι λόγῳ πειθόμενος.

7. κόρυζα καταρρεῖ ἐκ τῆς ῥινός, ὅταν νοσῶμεν διὰ

τὸ ψῦχος· οἱ δὲ ἀνόητοι καὶ μῶροι τὸ αὐτὸ πάσχουσιν,

ἅτε ἀκρατεῖς ὄντες τοῦ ῥεύματος. ἐνταῦθα οὖν

σημαίνει τὴν ἐσχάτην μωρίαν· ὦφλε γὰρ μωρίαν ὁ

Ἐμπεδοκλῆς οὕτως ἀποθανών, ὡς θεός τις δὴ δόξων.

αὐταῖς κρηπῖσιν· μετὰ τῶν πεδίλων. λέγεται δὲ

θάτερον τῶν πεδίλων καταλειφθῆναι ἐπὶ τοῦ τῶν

κρατήρων χείλους, καὶ διὰ τοῦτο φανερὸν γενέσθαι

ὅπως ἀπέθανεν.

8. σόφισμα· τέχνη, ἀπάτη.

9. ἐφωράθης (ᾱ)· ἐξηυρέθης, φανερὸς ἐγένου τεθνηκώς·

ᾤετο γὰρ ὁ ἄνθρωπος λήσειν ἀποθανών, ὥστε δοκεῖν

ἀναπεπτάσθαι εἰς τὸν οὐρανόν.

11. Νέστωρ· γέρων παρ᾽ Ὁμήρῳ, λαλίστατος ὤν.

Παλαμήδης· σοφός τις καὶ δεινὸς ἐξευρεῖν θαυμάσια·

ἦν δὲ καὶ οὗτος τῶν Τρωικῶν.

17. γνώρισμα· σημεῖον ᾧ γιγνώσκεταί τι.

18. σῑμός· ὃς ἂν τὴν ῥῖνα ἔχῃ ἀνατετραμμένην,

ὥσπερ χοῖρος ἢ ἀνὴρ Αἰθίοψ. κατατακείσης δὲ τῆς

σαρκός, τίς οὐχὶ σιμός; ὅμοια γὰρ τὰ κρανία.

24. βαδίσματα· ὅπως βαδίζουσιν. ἴσθι γὰρ τοὺς

φιλοσόφους θαυμασίως ὡς σεμνῶς βαδίζοντας.

25. ἄκροι· ἄριστοι.

27. Ἀρίστιππος· μαθητὴς μὲν Σωκράτους,

αὐτὸς δὲ πρῶτος τῶν Κυρηναϊκῶν λεγομένων.

28. Πλάτων ἀπεδήμει παρὰ Διονυσίῳ τῷ Συρακουσῶν

τυράννῳ· διὰ τοῦτ᾽ ὀνειδίζει αὐτὸν ὁ Λουκιανὸς ὡς

θεραπεύοντά τε καὶ κολακεύοντα· οὐκ ὀρθῶς λέγων.

ἀποπνέων· ὄζων· τὸ γὰρ πνεῦμα ὦζε μύρου, ἡ δ᾽ ὀσμὴ ἡ τοῦ μύρου ἡδίστη.

Page 59.

6. καὶ ταῦτα· καί περ.

7. εἰρωνείᾱ· ὁ εἰρωνεύων ἄλλα μὲν λέγει, ἄλλα δὲ βούλεται.

9. _Χαρμίδης_ καὶ _Φαῖδρος_ φίλω Σωκράτους· ὁ δὲ τοῦ

Κλεινίου, Ἀλκιβιάδης, μαθητής ποτε γενόμενος.

12. ὀλιγωρῶ· καταφρονῶ· ἐν ὀλιγωρίᾳ ποιοῦμαι· ὀλίγωρός εἰμι.

5

ἡ Ταντάλου ποινὴ δεδήλωται ἐν τῷ ἐνδεκάτῳ τῆς Ὀδυσσείας.

τίς δ᾽ οὐκ ἂν ἡδέως ἀναγνοίη μῦθον οὕτω καλόν;

23. ὀδύρῃ (ῡ)· οἰμώζεις.

24. δίψα· τὸ δίψος. διψῇ δέ τις ἐὰν βούληται πίνειν.

25. ἀργός· νωθρός· ῥᾴθυμος. ὁ μηδὲν ἐργαζόμενος, οὗτος δὴ ἀργός.

εἴθε γὰρ μὴ σύ γ᾽ ἀργὸς εἴης, ὦ παῖ.

26. κοῖλος· τοιοῦτο δὴ τὸ σχῆμα, οἷον τοῦ ποτηρίου·

τοῦτο γὰρ κοῖλον. ἔχε γὰρ ὑπτίαν τὴν χεῖρα· ἰδού, κοίλη χείρ.

Page 60.

3. οὐ φθάνω κτλ. πρὶν καὶ βρέξαι τὸ χεῖλος, διαρρεῖ διὰ τῶν δακτύλων.

βρέχω· ὑγρὸν ποιῶ.

5. ξηρός· τοὐναντίον τοῦ ὑγροῦ.

8. πεινῆν· πεινῶμεν ὅταν βουλώμεθα ἐσθίειν. αὕτη δὲ ἡ πεῖνα.

11. κόλασις· ποινή, καταδίκη. κολάζεται γὰρ ὁ ἁμαρτών, δίκην διδούς.

15. ἐνδείᾳ· ἐνδεής ἐστί τις, ἐὰν δέηταί τινος, μὴ ἔχων ἀλλὰ ζητῶν ἔχειν.

ποτόν· πόσις· ὅ τι ἂν πίνωμεν, ποτόν.

21. ἄκρατος· οὐ κεκραμένος μεθ᾽ ὕδατος.

ἐλλέβορος· φυτόν, ἐξ οὗ φάρμακον ἐποίουν τοῖς μαινομένοις.

22. λυττῶ· ἡ λύττα μανία ἐστίν.

24. ἀναίνομαι· ὀκνῶ· οὐκ ἐθέλω. ἀπαγορεύω.

6

Page 61.

περὶ μὲν τοῦ θ᾽ Ὑακίνθου καὶ τοῦ Ναρκίσσου

καὶ τῆς Λήδας ἤδη εἴρηται· ὁ δὲ Νιρεὺς κάλλιστος

ἦν πάντων ὅσοι ὑπὸ Τροίαν ἦλθον· ὁ μέντοι Ἀχιλλεὺς

καὶ αὐτὸς πάνυ καλός. καὶ ἡ μὲν Τυρὼ ἔνδοξος ἦν

διὰ τὸ κάλλος· τὴν δ᾽ Ἑλένην τίς οὐκ οἶδε καλλίστην

ἀνθρώπων γενομένην;

3. ξεναγεῖ τις ἄγων τοὺς ξένους ἡγεμὼν ὤν, καὶ δεικνύων ἕκαστα.

νέηλυν· νεωστὶ κατελθόντα.

7. τὰ κάλλη· καλοί τε καὶ καλαί.

15. ἐπληρώθησαν· οἱ ναῦται πληροῦσι τὴν ναῦν· δι᾽ ὅπερ καλοῦνται πλήρωμα.

18. ἀνάστατοι κτλ. διεφθάρησαν· οἱ γὰρ νικήσαντες

ἀνιστᾶσι τοὺς πρὶν πολίτας, καὶ δουλώσαντες αὐτοὺς

ἀποπέμπουσιν ἄλλοσέ ποι.

20. ἀνεμέσητον· οὐ νέμεσις· οὐκ ἂν θαυμάζοι οὐδείς,

οὐδ᾽ ἂν θεοὶ ὀργισθεῖεν τῷ τοιούτῳ· εἰκὸς γάρ.

21. ἄλγεα· ἄλγη· στίχος οὗτος Ὁμηρικός.

23. βαφή· χρῶμα. βάπτοντες γὰρ βαφῇ οἱ βαφῆς ἀλλοιοῦσι τὰ χρώματα.

26. συνίεσαν· ᾔδεσαν, ἠπίσταντο.

ὀλιγοχρόνιος· διατελῶν ὀλίγον χρόνον, ζῶν οὐ μακρὸν βίον.

27. ἀπανθῶν· ἀπολλὺς τὸ ἄνθος.

Page 62.

2. ἐπιλέγομαι· αἱροῦμαι.

7

6. Πλούτων· Ἅιδης· βασιλεὺς μὲν τυγχάνει ὢν τῶν

κάτω, Διὸς δὲ ἀδελφός. καλεῖται δὲ Πλούτων, οἶμαι,

ἐπεὶ ὅ τ᾽ ἄλλος πλοῦτος καὶ χρυσὸς ἐν τῇ γῇ κεῖται.

7. παροικῶ· οἰκῶ ἐγγύς· γείτων εἰμί.

9. ὁμόνεκρος· νεκρὸς ἅμα μεθ᾽ ὑμῶν.

14. ἀνδράποδον· δοῦλος. ὁ γὰρ ἀνδραποδιστὴς ἀνδραποδίζων

βίᾳ ἀφαρπάζει τοὺς ἐλευθέρους καὶ δουλοῖ.

19. μῑσῶ· τοὐναντίον τῷ ἀγαπῶ.

20. ὀλέθριος· κάκιστος· ἄξιος ὀλέθρου.

ἀπέχρησεν· ἅλις ἦν, ἱκανὸν ἦν.

21. περιέχομαι· ἀντέχομαι, ἀσπάζομαι, φιλῶ.

22. ἀνῑῶν· λυπῶν.

24. στέρομαι· ἐνδεὴς εἰμί· οὐκ ἔχω.

25. μωραίνω· μῶρός εἰμι.

ὁμόψηφος· ψηφιζόμενος ταὐτά· ὁμόψηφος δ᾽ ὁ

Πλούτων ἐὰν ὁμολογῇ ἐκείνοις καὶ ἐπαινέσῃ ἃ λέγουσιν.

26. στεναγμός· στόνος· τὸ στένειν.

Page 63.

1. στασιάζειν· στάσιν ἐμποιεῖν.

4. οὕτω κτλ. οὔ φημι παύσεσθαι.

9. προσκυνεῖσθαι· τοὺς θεοὺς προσκυνοῦμεν.

οὗτοι δ᾽ ἔδοξαν αὐτοὶ ἑαυτοῖς θεοὶ εἶναι.

ἐντρυφῶ· καταγελῶ, ἐπισκώπτω.

10. τὸ παράπαν· παντελῶς· τὸ πᾶν.

11. οἰμώξεσθε· κλαύσεσθε.

ἀφῃρημένοι· ἐστερημένοι· ἐνδεεῖς ὄντες.

12. κτήματα ὅσα κέκτηταί τις, ὅσ᾽ ἔχει.

17. τὸ γνῶθι σαυτόν· γνώμη αὕτη Σόλωνος·

πῶς γὰρ οὐ χρὴ πάντα τινὰ γνῶναι ἑαυτόν, οἷός ἐστιν;

18. πρέπει· οἰκεῖόν ἐστιν· ἁρμόττει· εὖ ἔχει.

8

ὁ μὲν Τροφώνιος, ἀδελφὸς Ἀγαμήδους, ἀποθανὼν

ἥρως ἐγένετο, χρηστήριον δ᾽ εἶχεν ἐν Λεβαδείᾳ τῆς

Βοιωτίας· Ἀμφίλοχος δ᾽ ὁ Ἀμφιαράου συνέπλει ἐπὶ τὴν

Τροίαν· καὶ οὗτος ἀποθανὼν ἐσέβετο ὡς ἥρως ὤν.

21. κατηξιώθητε· ἄξιοι ἐδόξατε.

23. ὑπειλήφασιν· νενομίκασιν. ἔδοξεν αὐτοῖς οὕτως ἔχειν.

25. δοξάζω· δοκῶ, νομίζω.

Page 64.

2. προειδώς· εἰδὼς πρὶν καὶ γενέσθαι.

5. ἀποκριτέον· δεῖ ἀποκρίνεσθαι.

6. μαντεύομαι· ὁ μάντις μαντεύεται, ἑρμηνεύων τὰ

τῶν θεῶν καὶ προλέγων τὰ μέλλοντα.

κατέλθῃ εἰς τὸ ἄντρον ἐν ᾧ ἦν τὸ χρηστήριον·

ἦν γὰρ ἐν τῷ μαντείῳ χάσμα τῆς γῆς, ἐοικὸς κριβάνῳ·

τὸ δὲ βάθος ἄν τις εἰκάζοι ὀκτὼ σχεδὸν εἶναι πήχεων.

καὶ ἐπειδάν τις ἔλθῃ, κλίμακα κομίζουνσιν αὐτῷ. καταβάντι

δ᾽ ἐστὶν ὀπή, εὐρεῖα μὲν δύο σπιθαμάς, ὑψηλὴ

δὲ μίαν. ὁ κατιὼν οὖν κατακλίνει ἑαυτὸν πρὸς τὸ

ἔδαφος, μάζας ἔχων ἐν χεροῖν μεμαγμένας μέλιτι, καὶ

τοὺς πόδας προεμβάλλει εἰς τὴν ὀπὴν μέχρι τῶν

γονάτων· καὶ δὴ καὶ εὐθὺς ἐφειλκύσθη τὸ λοιπὸν σῶμα

ὥσπερ ποταμοῦ καταφέροντος. τὰ δὲ μετὰ ταῦτα ἐν

ἀρρήτοις· μανθάνουσι μέντοι τὰ μέλλοντα ἁμωσγέπως.

10. ἐσταλμένος· στολὴν ἔχων· ἐνδεδυμένος.

ὀθόναι· ἐσθὴς λινῆ.

14. πρὸς τῆς μαντικῆς· μαρτύρεται τὴν μαντικήν.

15. σύνθετον· συμμεμειγμένον.

18. ἡμίτομον· τὸ ἥμισυ αὐτοῦ δίχα τετμημένου.

19. χρῇ· ὁ μὲν θεὸς χρῇ, ὁ δὲ ἐρωτῶν χρῆται. τὸ δὲ χρησθέν, χρηστήριον.

9

23. λογίζομαι· ποιοῦμαι λογισμόν, ὁπόσα ἐστιν.

24. ὀφείλω ὅ τι ἂν δέῃ μ᾽ ἀποδοῦναι τῷ χρήστῃ. τὸν

μὲν ὀφείλοντα ὀφειλέτην λέγοις ἄν, τὸ δ᾽ ὀφειλόμενον

ὀφείλημα.

Page 65.

1. ὡρίσθαι· ἀκριβῶς βεβαιῶσθαι· τὸ γὰρ ὁρίζειν ἂν εἴη τὸ ὅρους περιιστάναι.

2. ἀπράγμων· ἄνευ πραγμάτων καὶ ὄχλου.

3. ἐντειλαμένῳ· κελεύσαντί σοι.

πέντε δραχμῶν· ἡ τίμη αὕτη.

6. Ἀϊδωνεύς· Ἅιδης.

ὠνησάμην· ἐπριάμην· ἠγόρασα.

7. τροπωτήρ· τροπός· δεσμὸς δ᾽ οὗτος ἐρετμοῦ· τούτῳ

γὰρ δεδεμένη ἦν ἡ κώπῃ ἐκ τοῦ σκαλμοῦ.

9. ἀκέστρᾱ· βελόνη· στύραξ σιδηρᾶ· τῇ δ᾽ ἀκέστρᾳ

χρώμενος ῥάπτοις ἄν τὸ ἱστίον.

12. κηρός· αἱ μέλιτται ἐν τοῖς σίμβλοις ἀποτιθέασι μὲν μέλι, ποιοῦσι

δὲ καὶ κηρόν.

ἐπιπλάσαι· τὸ ἐπιπλάττειν οὐ πολὺ διαφέρει τοῦ ἀλείφειν.

τὰ ἀνεῳγότα· τὰς ὀπὰς λέγει καὶ τρήματα τὰ ἐν τῷ σκάφει.

13. ἧλος· πάτταλος.

καλῴδιον· κάλως οὐ παχύς.

ὑπέραν· αἱ ὑπέραι ἐξάπτονται ἐξ ἐσχάτης τῆς κεραίας ἑκατέρωθεν·

ταύτας τείνοντες ἢ χαλῶντες οἱ ναῦται κινοῦσι τὸ ἱστίον.

15. ἄξια μέν, ἐὰν πρίῃ μισθοῦ μικροῦ· τίμια δ᾽, ἐὰν πολλοῦ.

18. λοιμός· νόσος ἐπιδήμιος καὶ δεινή.

19. ἁθρόοι· πολλοὶ ἅμα γενόμενοι.

20. ἀποκερδαίνω· πλεονεκτῶ· κέρδος ἔχω.

παραλογίζομαι· οὐκ ὀρθῶς λογίζομαι· καὶ γὰρ ἂν

λάθοι πλεονεκτήσας, πολλῶν κατελθόντων, εἰ κλέψαι

τι, μηδὲ πάντα τὰ πορθμεῖα ἀποδοίη τῷ δεσπότῃ.

21. καθεδοῦμαι· μέλλω καθίζεσθαι.

25. παρατείνω· μηκύνω· ἀναβάλλομαι. μέλλω συχνὸν χρόνον.

28. ἀνάπλεως· πλήρης, μεστός, πλησθείς.

ὁ τραυματίᾱς τραυματισθείς τις ἂν εἴη·

τραυματίζομεν δὲ παίοντες ξίφεσιν ἢ λίθοις ἢ τοῖς τοιούτοις.

Page 66.

1. ἐξῳδηκώς· οἰδεῖ τις τὴν γαστέρα ὅταν

μεγάλη καὶ παχεῖα γένηται ἡ γαστήρ. ὁ δὲ τοιοῦτος

ἂν καλοῖτο γάστρις ἢ γάστρων· οὗτοι δ᾽ ἐξῳδηκότες ἦσαν

οὐ διὰ τὴν τρυφήν, ἀλλὰ πιόντες τὸ φάρμακον.

ὠχρός· λευκὸς τὸν χρῶτα.

5. περιμάχητος· περὶ ὧν μάχονται.

7. πικρῶς· ὠμῶς· νηλέως· ἀνοίκτως καὶ ὀργίλως.

10

9. γεγηρακώς· γηράσκων γίγνεταί τις γέρων.

11. κλῆρος· τὸ καταλειφθὲν ὅταν τις ἀποθάνῃ.

21. ἀντιποιοῦμαι· ἀξιῶ ἔχειν.

προσήκοντες· οἰκεῖοι.

23. θεραπεύω· κολακεύω· πάντα ποιῶ ὥσπερ θεράπων τις.

24. πρόδηλα κτλ. φανερὰ ἡ ἐπιβουλὴ πᾶσιν.

25. ῥᾱΐζω· ῥᾷον γενέσθαι τὸ ῥαΐζειν· λέγει μέντοι τὴν νόσον, ἐὰν κουφισθῇ

ὀλίγον.

ποικίλος· δόλου καὶ ἀπάτης μεστός· οὐχ ἁπλοῦς οὐδ᾽ ὑγιής.

26. προαπιόντων· εἴθε φθάσαιεν αὐτὸν ἀποθανόντες.

27. ἐπιχάσκω· ἐπιθυμῶ σφόδρα καὶ ἱμείρω, ὥσπερ

ἀνοίξας τὸ στόμα. τὸ μέντοι σχῆμα τῶν ἐσθιόντων·

χανόντες γὰρ ἐγκάπτουσι τὸ ἐσθιόμενον.

Page 67.

1. γελοῖα κτλ. ἐὰν ταῦτα πάθωσιν, ἔσται γελοῖόν τι πρᾶγμα.

2. ψῡχαγωγῶ· ἄγει τὰς ψυχὰς ὅποι ἂν ἐθέλῃ, ἐξαπατῶν ἐλπίσι ματαίαις.

3. ἔρρωται· ῥώμην ἔχει· ἰσχυρός ἐστιν.

5. βόσκω· δίδωμι σῖτον, νέμω.

7. Ἰόλεως, Ἡρακλέους ἑταῖρος, καθ᾽ ἕνα τινὰ λόγον

ἀποθανὼν εἶτ᾽ ἀνῆλθεν ἐξ Ἅιδου ὡς βοηθήσων τοῖς τοῦ Ἡρακλέους παισίν.

ἀνηβῶ· ἑτέραν ζωὴν ἔχω· ἀναβιώσκομαι.

8. ὀνειροποληθείς· περὶ τοῦ πλούτου ὀνειροπολοῦντες πάλαι·

ὄναρ ἀπολαύοντες αὐτοῦ, οὐχ ὕπαρ.

10. ἀμέλει· μηδέν σοι μελέτω· ποιήσω γὰρ ταῦτα.

11. ἑξῆς· κατὰ κόσμον· πρῶτον, δεύτερον, τρίτον, καὶ ὡσαύτως τοὺς ἄλλους.

13. πρωθήβης· νεανίας πρώτης ἥβης. ἔστι δὲ τῶν ποιητῶν ἡ λέξις.

11

20. περιμένω· μένω ἕως ἂν ἔχω τι.

24. παραχωρῶ· ἐγὼ μὲν ἄπειμι, ἄλλος δ᾽ ἐπέρχεται.

25. νομοθετῶ· νόμους τίθεμαι.

Page 68.

1. πρὸς ἡδονήν· ἡδέως.

2. διάταξις· ὅτι οὕτως διατάττεται τὰ πράγματα, ὅτι ἔχει οὕτως.

4. ἐχρῆν εἶναι, ἀλλ᾽ οὔκ ἐστιν οὕτως.

6. ἀναστρέφεσθαι· ἔμπαλιν χωρεῖν, ἐκ τοὐναντίου·

οὐ δικαίως ἂν φθάνοι ἀποθανὼν ὁ νεώτερος τὸν πρεσβύτερον.

7. ὑπέργηρως· γεραίτατος· γέρων καθ᾽ ὑπερβολήν.

μόλις· μόνον οὐκ. ὀλίγου δέω.

8. ἐπικεκῡφώς· ἐπικύπτει μὲν ὁ μὴ ὀρθὸς στάς·

οὗτος δ᾽ ἐπερείδεται τοῖς θεράπουσιν.

κόρυζα μὲν ῥεῖ ἐκ τῆς ῥινός· λήμη δ᾽ ἐκ τῶν ὀφθαλμῶν·

ῥεῦμα δ᾽ ἑκάτερον ὀνομάζουσιν οἱ ἰατροί.

10. ἔμψυχος τάφος· νεκρὸς ἔτι ζῶν· παράδοξον δὴ τοῦτο.

12. ἐρρωμένος· ῥώμην καὶ σθένος ἔχων. τὸ δ᾽ ἐναντίον ἄρρωστός τε καὶ ἀσθενής.

_ἄνω ποταμῶν_ χωροῦσι πηγαί· οὕτω λέγει ὁ Εὐριπίδης

περὶ τὰ παρὰ φύσιν· κατὰ φύσιν γὰρ ῥεῖ ὁ ποταμὸς

κάτω εἰς τὴν θάλατταν. καὶ δὴ καὶ ἄλλη ἐστὶ παροιμία

τοιαύτη· ἅμαξα τὸν βοῦν ἕλκει.

14. _ἵνα μὴ ἐθεράπευον_ ὥσπερ καὶ θεραπεύουσιν.

16. συνετώτερα· σοφώτερα, βελτίω.

19. εἰσποιῶ υἱόν τινι, ἐὰν μὴ ἔχῃ κατὰ γένος· ὁ δὲ τοιοῦτος υἱὸς εἰσποιητός.

20. ὀφλισκάνω· ὀφείλω. γέλωτα δ᾽ ἂν ὄφλοι τις,

ἐὰν γελοῖος ᾖ· οὕτω καὶ τὸ ὀφλισκάνειν μωρίαν καὶ

ῥᾳθυμίαν καὶ δειλίαν καὶ αἰσχύνην καὶ τὰ τοιαῦτα.

πρό· πρὶν κατορύττεσθαι ἐκείνους· πρὶν ταφῆναι.

24. γρᾱῶν· γεραιὰ γυνὴ γραῦς.

28. πλάττομαι· ψεύδω· ἀπατῶ· δοκῶ μέν, ἀλλ᾽ οὔκ

εἰμι. κυρίως δὲ πλάττει ὁ πλάστης τά τ᾽ ἄλλα καὶ

τὰ πήλινα· αὐτίκα γὰρ ὁ κεραμεὺς λαβὼν πηλὸν

πλάττει ὑδρίαν, καὶ ὁ κοροπλάστης κόρας ὥστ᾽ ἀθύρματα

εἶναι ταῖς κόραις.

ἐραστής· θεραπεύων καὶ φιλῶν.

29. διαθήκη ἢ διαθῆκαι· τῇ διαθήκῃ διατιθέμεθα τὴν οὐσίαν·

κατὰ δὲ τὴν διαθήκην κληρονομεῖ ὁ κληρονόμος,

λαβὼν τὸν κλῆρον τὸν καταλειφθέντα, ἐπειδὰν τάχιστα

ἀποθάνῃ ὁ πρότερον ἔχων.

ἀπεκλῄσθησαν· ἔξω ἦσαν.

δορυφορεῖ ὁ δορυφόρος ἔχων δόρυ·

οὗτος δὲ στρατιώτης ὢν φυλάττει τὸ σῶμα τοῦ τυράννου. ἐνταῦθα κατὰ

μεταφορὰν τοὺς πλεονέκτας λέγει.

Page 69.

2. ὑποπρίουσι (ῑ)· πρίουσι λάθρα· τοῦτο δὲ

ποιοῦσιν οἱ ὀργιζόμενοι μέν, ἀμήχανοι δ᾽ ὄντες.

ὅμοιον δὲ τὸ δάκνειν ἑαυτὸν καὶ τὸ δάκνειν στόμα.

5. μύχιος· λαθραῖος· λάθρα· ἀδήλως.

6. ὑποκρώζω· ὀλίγον κρώζω· κρώζει δὲ κυρίως ἡ ἀλεκτρυών.

αὐτίκα· εὐθύς.

7. σορός· λάρναξ ἢ κιβωτός, ἐν ᾗ ἔθαπτον τοὺς νεκρούς.

8. ὑπερβάλλομαι· νικῶ.

μεγαλοδωρίᾱ· δῶρα μεγάλα διδόναι.

9. ἄγρυπνος ἀγρυπνεῖ ἀγρυπνίᾳ· ὁ μὴ δυνάμενος καθεύδειν.

12. θαπτομένῳ· ἐν ᾧ ἐγὼ ἐθαπτόμην.

14. ζῴης· ὡς μακροτάτην ζωὴν ἔχοις· εὔχεται δὴ τοῦτο.

12

27. παράσῑτος· ὁ δειπνῶν παρὰ πλουσίῳ ἀνδρί· κόλακες δ᾽ ἦσαν οἱ τοιοῦτοι.

πλέον τοῦ ἱκανοῦ· λίαν πολύ, πλέον τοῦ δέοντος.

Page 70.

1. ἀπεπνίγην· ἀποπνίγοιτό τις ἂν εἴ τι ἐμπαγείη ἐν τῷ τραχήλῳ,

ὥστε μὴ δύνασθαι πνεῖν.

10. Τῑθωνός· ἀνὴρ τῆς Ἠοῦς· ἡ δὲ θεὸς οὖσα

ἀθάνατος ἦν, ὥστε ἤθελε καὐτὸς γενέσθαι ἀθάνατος·

εὐχομένης οὖν τῆς Ἠοῦς, ἔδωκεν αὐτῷ ὁ Ζεὺς ἀθάνατον

εἶναι. ἀλλ᾽ οὐ γὰρ ηὔξατο καὶ ὡραῖος ὢν διατελεῖν,

ἐγήρασκεν ἀεὶ ὁ κακοδαίμων, καὶ ἤδη ηὔχετο ἀποθανεῖν·

τοῦτο δ᾽ οὐκέτι δυνατόν, ἐπεὶ οὐκ ἀναλαμβάνουσιν οἱ

θεοὶ τὰ δοθέντα.

11. σύντομος· βραχύς.

13. ζωρός· ἄκρατος· ἄνευ ὕδατος. ἔπινον μέντοι οἱ πάλαι μετὰ πολλοῦ

ὕδατος τὸν οἶνον.

14. κύλιξ· ποτήριόν τι πλατύ, ἐπὶ βάθρου ἑστηκός.

20. μειρακίσκος· μειράκιον.

22. σφαλείς· ἁμαρτῶν.

23. ἀφάρμακτος· ἄνευ φαρμάκου.

24. ἐκτάδην· ἐκτεταμένος χαμαί.

ὑποβολιμαῖος· ἐάν τις ἕτερον μὲν ὑφέλῃ, ἕτερον δὲ ὑποθῇ, οὗτος δὴ ὑποβολιμαῖος.

ὑπεβάλλοντο δὲ οὕτως παιδία, ὥστ᾽ ἐξαπατᾶν τοὺς τοκέας.

27. ἀστεῖος· γελοῖος, χαρίεις.

29. αἰφνίδιος· ἀπροσδόκητος.

Page 71.

4. λεωφόρος· ὁδὸς ἡ φέρουσα τὸν λεών,

τοὺς πολλοὺς δηλαδή· τίς δ᾽ ἡ λεωφόρος τοῦ θανάτου;

13

Κράτης Θηβαῖος μαθητὴς ἦν τοῦ Διογένους.

9. ὁλκὰς ναῦς ἥτις φορτίον φέρει· καὶ στρογγύλη καλεῖται,

ἐπεὶ μακραὶ ἦσαν οἱ πολεμικαί.

ἀνεψιός· ἀδελφῶν τέκνα ἀνεψιοί.

11. ἀνάειρε· ὡς παλαίων λέγει, αὐτὸς μὲν ἀρεῖν τε καὶ καταπαλαίσειν τὸν ἕτερον,

ἐὰν μὴ ἑαυτὸν τοῦτο ποιῇ ὁ ἕτερος.

16. ἀφιείς· καταλιπών.

19. τεκμαίρομαι χρώμενος τεκμηρίοις, ὥστ᾽ εἰκάζειν ὅτι μέλλει γενήσεσθαι.

20. τὸ ὄνειρον, τὰ ὀνείρατα· ταῦτα φοιτᾷ πρὸς ἡμᾶς τῆς νυκτός, ὅταν καθεύδωμεν.

Χαλδαῖοι μάγοι καὶ γόητες καὶ δὴ καὶ ἀστρονομικοί.

21. Πύθιος Ἀπόλλων· ἐν Πυθοῖ γὰρ τὸ μαντεῖον.

22. κράτος· σθένος· ῥώμη.

23. ῥέπει μὲν ἁτέρα πλάστιγξ τῆς τρυτάνης,

ἐὰν εἰστιθῇς βάρος μεῖζον τῆς ἑτέρας·

αὕτη δ᾽ ἂν εἴη ἡ τῆς τρυτάνης ῥοπή.

24. πέρας· τέλος, τέρμα.

Page 72.

2. συγγενής· ὁ ἐν γένει ὤν· ὁ προσήκων.

4. Κίρρα· πόλις μικρά, οὗπερ καὶ ὁ λιμὴν τῶν Δελφῶν.

5. Ἰάπυξ· ἄνεμος ἀργέστης, ὡς ἀπὸ τῆς Ἰαπυγίας

τῆς Ἰταλίας πνέων· οὔτε βορέας οὔτε Ζέφυρος, ἀλλὰ μεταξὺ ἀμφοτέρων.

ἀνατρέπεται τὸ πλοῖον ἐπειδὰν τὸ μὲν ἄνω κάτω γένηται, τὸ δὲ κάτω ἄνω.

7. ἐννοῶ· ἐν νῷ ἔχω· φροντίζω.

10. _ἡ κότινος_ ὥσπερ ἀγρία τις ἐλαία ἐστίν.

12. πίθος· ἄγγος πήλινον μέγιστον, ἐν ᾧ ᾤκει ὁ Διογένης οὐκ ἔχων ἄλλην οἰκίαν.

_ἡ χοῖνιξ_ ἔχει τέτταρας κοτύλας· ἔστι δὲ ὄγδοον μόριον τοῦ ἑκτέως,

ὁ δ᾽ ἑκτεὺς ἕκτον μόριον τοῦ μεδίμνου· πόστον ἄρα μέρος τοῦ μεδίμνου ἡ χοῖνιξ;

18. αὐτάρκεια· τὸ αὐτάρκη εἶναί τινα· ὅταν ἅλις τις ἔχῃ αὐτὸς καθ᾽ ἑαυτόν,

τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶν.

23. ἡμέλουν· οὐδὲν ἔμελεν αὐτοῖς.

26. εἰκότως· κατὰ τὸ εἰκός· οὐκ ἄνευ λόγου· εὖ ποιοῦντες.

27. διερρυηκότες· ὥσπερ ἐν ῥεύματι πλούτου καὶ τρυφῆς ὄντες·

ὥσπερ κατὰ ῥοῦν φερόμενοι ὑπὸ ποταμοῦ.

28. σαπρός· οὐχ ὑγιής· κατατακείς. τὸ δέρμα γὰρ σαπρὸν γίγνεται χρόνῳ καὶ ὑετῷ.

βᾱλάντιον· πήρα μικρά, ἐν ᾗ κατέκειτο τἀργύριον.

Page 73.

1. πυθμήν· τὸ κάτω μέρος.

στέγω· κατέχω· τοιοῦτο γὰρ τὰ βαλαντίου τρήματα ἔχον οὐ κατεῖχε τὰ κέρματα

μὴ διολισθάνοντα οἴχεσθαι.

3. ἐπαντλῶ· ἀρύσας ὕδωρ εἰσχέω.

6. ὀβολόν· τὰ πορθμεῖα λέγει, ἅπερ ἐχρῆν ἐκτίνειν τῷ Χάρωνι.

14

οὐκ ἔστιν ὅπως οὐ γιγνώσκεις τούτους, ὦ μαθητά·

αἰσθάνει δήπου Ἀλέξανδρον μὲν ὄντα τὸν Μέγαν,

Ἀννίβαν δὲ τὸν Καρχηδόνιον, τὸν ὀλίγου δέοντα νικᾶν

τοὺς Ῥωμαίους, τρίτον δὲ Σκιπίωνα τὸν νικήσαντα τὸν

Ἀννίβαν· ὁ δὲ Μίνως, πρότερον γενόμενος βασιλεὺς

τῆς Κρήτης, ὁ τὰς πολλὰς ναῦς κεκτημένος, οὗτος δὴ

φανερός ἐστι κριτὴς ὢν τῶν ἐν Ἅιδου. ἐὰν μέντοι σὺ

φυσικός τις εἶ, κἂν τύχοις ἀγνοῶν καὶ περὶ τούτων.

10. Λίβυς· ἐκ Διβύης.

20. στρατηγὸς στρατηγεῖ ἄγων τὸν στρατόν.

22. διαφέρω· ἀμείνων εἰμί.

23. ἐν μέρει· ὁ μὲν πρῶτον, ὁ δ᾽ ὕστερον.

Page 74.

1. πλέον ἐνέγκαιτο ἄν· πλεονεκτήσαι ἄν, πλέον ἂν ἔχοι.

2. ἔπαινος· εὐλογία.

ἐξ ἀρχῆς· τὸ πρῶτον.

3. περιβάλλομαι· ἐνδύομαι· περιβάλλω ἐμαυτῷ ὥσπερ ἐσθῆτα.

4. ἀρχή· τὸ ἄρχειν.

5. ἐξορμῶ· ἐξέρχομαι. πρῶτον μέν τις ἐξορμᾷ, τέλος δ᾽ ἀφικνεῖται.

Ἰβηρίᾱ μεταξὺ τοῦ τε πελάγους καὶ τοῦ ὠκεανοῦ·

ἔστι δὲ γῆ ἀγρία καὶ ὀρεινή, ἐν ᾗ μία τῶν Ἡρακλείων στηλῶν.

ὕπαρχος· ἄρχων δεύτερος.

6. κριθείς· νομισθείς.

7. ἑσπέριος· τὰ πρὸς ἡλίου δύσιν.

8. Ἠριδανὸς ποταμὸς ἐν τῇ Ἰταλίᾳ.

11. _τὰ προάστεια_ μέρη τῆς πόλεως ἔξω μὲν τῶν τειχῶν, ἐγγὺς δέ.

προὐχούσης· προέχει ἡ πρώτη.

13. δακτύλιος· κύκλος περὶ τοῦ δακτύλου περικείμενος.

14. γεφυρῶσαι· γέφυρά ἐστι χῶμα γῆς ἐν ποταμῷ,

ὥστε διαβαίνειν· οἱ γὰρ νεκροὶ συννενησμένοι ἐπλήρουν

τὸν ποταμόν.

15. Ἄμμων Ζεὺς μαντεῖον εἶχεν ἐν τῇ Λιβύῃ.

ὁ δ᾽ Ἀλέξανδρος ἔφασκεν υἱὸς εἶναι τοῦ Ἄμμωνος·

τὴν γὰρ μητέρα ἐνύπνιον ἑορακέναι, ὡς δράκων πατὴρ εἴη.

16. ἐνύπνιον· ὄνειρον.

17. ὁμολογῶ· οὐκ ἀπαρνοῦμαι.

ἀντεξεταζόμενος· ἀντιμαχόμενος ὥστ᾽ εἰς πεῖραν ἐλθεῖν καὶ δεῖξαι ὅποιός ἐστιν.

19. συμπλέκομαι· συμβάλλω μάχην· παλαιστῶν δ᾽ ἐστὶ τὸ ῥῆμα.

20. τῷ τολμήσαντι· ἐάν τις τολμᾷ.

22. πατρῷος· τοῦ πατρός.

αὐξάνοι τις ἂν ποιῶν μείζω τὰ ἕτοιμα.

23. ἐκτείνοι δ᾽ ἄν τις ποιῶν μακρότερα τὰ ἕτοιμα.

ὁρμή· ῥοῦς, ῥεῦμα, δρόμος.

24. ὄλεθρος· κάκιστος ἄνθρωπος.

Ἰσσὸς ποταμὸς Κιλικίας.

25. _τὰ Ἄρβηλα_ πόλις Ἁσσυρίας· ἡ δὲ μάχη τῷ ὄντι ἐν τοῖς Γαυγαμήλοις ἐγένετο.

ἀποστὰς κτλ. οὐκέτι ἐπαινῶν τὰ πατρῷα, ἤθελε σέβεσθαι ὡς ὢν θεός,

καὶ μετήλλαξε τὸν τῆς διαίτης τρόπον ὥστε μιμεῖσθαι τοὺς Μήδους.

27. μιαιφονῶ· φονεύω· δι᾽ ὀργῆς γὰρ ἀπέκτεινα τὸν Κλεῖτον ἐν τοῖς πότοις.

28. _συνελάμβανε δ᾽ ἐπὶ θανάτῳ_ ἀλλους τε

καὶ τὸν Καλλισθένην καὶ τὸν Ἡφαιστίωνα.

29. ἐπ᾿ ἴσης· ἐξ ἴσου· δικαίως, ὥστε μετέχειν πάντας τῶν ἴσων καὶ τῶν δικαίων.

μετεπέμπετο ἡ πατρὶς ἐμέ· κατελθεῖν γὰρ ἐκέλευσεν.

Page 75.

2. ἰδιώτης· οὐκ ἄρχων.

3. καταδικασθείς· ἁλοὺς ἐν τῷ δικαστηρίῳ, ἐπεὶ κατέγνω αὐτοῦ ὁ κριτής.

4. ἀπαίδευτος κτλ. οὐ πεπαιδευμένος ὥσπερ οἱ Ἕλληνες, τῇ αὐτῇ παιδείᾳ.

5. Ὅμηρον γὰρ ἐθαύμαζε πολὺ ὁ Ἀλέξανδρος, εἶχε δ᾽ ἀεὶ μεθ᾽ ἑαυτοῦ τὰ ἔπη.

6. Ἀριστοτέλης Σταγιρίτης, φιλόσοφος ὢν κλεινότατος, ἐδίδασκε τὸν Ἀλέξανδρον.

σοφιστής· φιλόσοφος.

14. εἰκὸς ἦν· προσθὲς τὸ λέγειν.

17. θρασύς· τολμηρός· θαρρῶν.

φήμη· δόξα· τὰ ὑπὸ πάντων λεγόμενα.

19. διαφέρω· ἀμείνων εἰμί.

20. παρελθὼν κτλ. ἄρχων γενόμενος ὥστε διοικεῖν τὰ τῆς πόλεως.

21. μετῆλθον· ἐδίωξα.

22. ἀπώλεια· ἀπολέσας τὰς Θήβας καὶ ἀναστάτους ποιήσας.

23. χειροτονῶ· ἐάν τινα οἱ πολῖται αἱρῶνται ἐπ᾽ ἀρχήν,

χειροτονοῦσι προτείνοντες τὰς χεῖρας·

χειροτονεῖται δ᾽ ὃς ἂν πλείστους ἔχῃ τοῦτο δρῶντας.

24. ἀγαπῶ· στέργω, ἐπαινῶ· ὡς ἐξαρκοῦντος τούτου·

ἐὰν δὲ μὴ ἐξαρκῇ μηδ᾽ ἀποχρῇ, οὐκ ἀγαπῶ.

26. Γρανῑκός· ποταμὸς τῆς Μυσίας.

28. τὰ ἐν ποσίν· τὰ ἐμποδών· ὅ τι ὁρῴην.

χειρούμενος· νικῶν.

Page 76.

4. σχεδία· πίνακες ἢ δένδρα συνδεθέντα, ὥστε πλεῖν.

6. Τύρος· πόλις Συρίας· ἴσθι αὐτὸν ἐκπολιορκήσαντα τὴν Τύρον.

8. ὅρος· τέρμα, πέρας.

9. Πῶρος βασιλεὺς τῶν Ἰνδῶν.

10. Τάναϊς ποταμὸς τῆς Σκυθίας.

11. εὐκαταφρόνητος· ῥᾴδιος καταφρονῆσαι.

12. ἠμυνάμην· ἀπεωσάμην, ἀπεδίωξα.

13. συγγνωστός· οὐ νέμεσις· εἰκὸς γάρ. ἐὰν μή τις λάβῃ δίκην,

συνέγνω τῷ ἁμαρτόντι.

15. τελευταῖος· ὁ ἐν τελευτῇ· ὕστατος. τοῦτο δὲ λέγει τελευτῶν.

18. ἐῶ λέγειν· οὐ λέγω τοῦτό γ᾽, ἄλλα γὰρ ἐρῶ.

19. ἰσχύι· σθένει· κατὰ κράτος.

ἀπιστίᾱ· τὸ μὴ πιστὸν εἶναι.

20. προφανής· φανερός, δῆλος, ἐμφανής.

ὀνειδίζω· λέγω ὡς ὄνειδος ὂν καὶ αἰσχύνην.

21. ἐκλελῆσθαι· λεληθέναι· μὴ μεμνῆσθαι.

22. ἕως· πρῶτον φῶς τῆς ἡμέρας· ἔπειτα δὲ καὶ ἡ ἀνατολὴ καὶ ὁ ἐκεῖ χῶρος.

23. ἀναιμωτί· ἄνευ αἵματος.

24. τὰ Γάδειρα· πόλις Ἰβηρίας, οὗπερ καὶ ἡ ἑτέρα τῶν Ἡρακλείων στηλῶν.

ὑπάγομαι· ὑποχειρίους ποιῶ καὶ ὑπηκόους.

Page 77.

1. καθελὼν τὰ τείχη χαμαί· τοῦτο γὰρ τὸ καθαιρῶ.

7. ἁμιλλῶμαι· ἐρίζομαι, ἀγωνίζομαι.

17. ὤν· εἰ ἦν· ἀλλ᾽ οὐ γὰρ ἦν.

24. ἐξηπατῆσθαι· ἔψευσθαι.

Page 78.

5. ἔφθασα· οὐκ ἐπέσκηψα πρὶν ἀποθανεῖν.

10. παρειληφότα· ἐπεὶ τάχιστα παρέλαβες.

11. προστάτης· ὁ προϊστάμενος καὶ ἀμύνων.

12. δώδεκα θεοὶ μέγιστοι ἦσαν· Ζεύς τε καὶ Ἥρα, ἔπειτα Ποσειδῶν, Δημήτηρ,

Ἥφαιστος, Ἀθηνᾶ, Ἀπόλλων, Ἄρτεμις, Ἄρης, Ἀφροδίτη, Ἑρμῆς, Ἑστία.

13. _ὁ δράκων_ γὰρ ἐδόκει θεός τις εἶναι·

ὁ γοῦν Ἀσκληπιὸς ἱεροὺς εἶχε δράκοντας.

16. Πτολεμαῖος· στρατηγός τις τῶν ἀμφ᾽ Ἀλέξανδρον·

ἐγένετο δὲ βασιλεὺς τῆς Αἰγύπτου.

_οἱ ὑπασπισταὶ_ πρῶτοι ἦσαν τοῦ Μακεδόνων στρατοῦ.

22. _Ἄνουβις_ καὶ _Ὄσῑρις_ θεοὶ Αἰγύπτιοι· ὁ μὲν Ἄνουβις κυνοκέφαλος.

24. λίμνην· τὴν Στυγός. τὸ δὲ στόμιον τὸ Ἅιδου.

28. σωματοφύλαξ· ὁ φυλάττων τὸ σῶμα· δορυφόρος τις.

Page 79.

1. προσκυνῶ· σέβω.

Βαβυλών· πόλις μεγίστη Βαβυλωνίας.

_τὰ Βάκτρα_ πόλις μεγίστη τῆς Βακτριανῆς·

ἐνταῦθα γὰρ κατῴκισεν ὁ Ἀλέξανδρος τοὺς μισθοφόρους.

2. θηρίον· ἄγριον ζῷον· ἐλέφας, ὡς δοκεῖ.

3. ἐπίσημος· φαιδρὸς ὁρᾶν.

ταινίᾱ· μίτρα, ἄμπυξ, διάδημα τῆς κεφαλῆς, σημεῖον ὂν νίκης ἢ ἀρχῆς βασιλικῆς.

7. παρὰ τῆς τύχης· τὰ τῆς τύχης δῶρα, οὐ τὰ οἰκεῖα.

9. ἐπίτριπτος· ποικίλος, ψευδής, ἄπιστος, ὥσπερ ἀλώπηξ τις.

11. καταχρῶμαι ὅταν χρῶμαι μὴ φειδόμενος πρὸς τὸ κέρδος.

φιλοτιμία· ἐπιθυμία τιμῆς καὶ δόξης.

12. θωπεύω· κολακεύω.

13. τἀγαθοῦ· ἔφασκον γὰρ οἱ φιλόσοφοι μόνην τὴν ἀρετὴν ἀγαθόν.

16. τεχνίτης· τέχνῃ χρώμενος.

18. κατηριθμήσω· κατελογίσω.

20. ἄκος· φίλτρον, φάρμακον νόσου.

23. παύσῃ κτλ. οὐκέτι ἀνιάσῃ· λήξεις λυπούμενος.

τὸν μὲν _Κλεῖτον_ ἀπέκτεινεν ἐν πότοις ὁ Ἀλέξανδρος,

τὸν δὲ Καλλισθένην ὡς προδότην ὄντα.

27. τὴν ἑτέρᾱν· προσθὲς τὸ ὁδόν.

16

Page 80.

2. ἔξαρνος γίγνομαι· ἀπαρνοῦμαι, οὔ φημί.

4. ὤν· εἰ ἦσθα· καὶ γὰρ οὐκ ἄρ᾽ ἦσθα.

6. μάντευμα· μαντεῖον, χρηστήριον.

10. κατεπλάγησαν· ἐφοβοῦντο· αὑτὸς γὰρ ὁ φοβούμενος τῷ ἐκπλαγέντι.

13. ἀξιόμαχος· ἄξιος μάχεσθαι.

14. συμφέρεσθαι· συμβάλλειν μάχην.

τοξάριον· δῆλόν ἐστι τόξον ὂν μικρόν, ὥσπερ καὶ

πελτάριον πέλτη μικρά. τοῖς δὲ _γέρροις_ ἐχρῶντο ἀντὶ

πελτῶν· ἦν δὲ ταῦτα λύγοι πεπλεγμέναι, ὥσπερ τάλαροι.

15. προβεβλημένος· προυβάλλοντο ἑαυτοῖς πρόβλημα τοιοῦτον ἀντ᾽ ἀσπίδων.

16. ἔργον· χαλεπόν.

17. τὸ ὁπλιτικόν· οἱ ὁπλῖται ἐφόρουν κόρυθά τε

χαλκῆν καὶ θώρακα καὶ κνημῖδας καὶ ἀσπίδα καὶ δόρυ

καὶ ξίφος.

ἡ ἵππος· προσθὲς τὸ στρατιά· ἱππῆς.

18. ἀκοντιστὴς ἀκοντίζει ἄκοντα· ὁ δ᾽ ἄκων δόρυ οὐ μέγα.

πελταστὴς φέρει πέλτην ἀντ᾽ ἀσπίδος·

ἡ δὲ πέλτη μικροτέρα τῆς ἀσπίδος.

21. χρυσοφόρος· φορῶν κόσμον χρυσοῦν, δακτυλίους

τε καὶ περιδέραια καὶ τὰ τοιαῦτα.

ἁβρός· μαλακὸς καὶ τρυφῶν.

27. διαστήσας· ἔριν ἐμποιήσας ὥστε μὴ συμμαχεῖν.

προδοσίᾱ· ἔργον προδότου, τὴν πατρίδα προδόντος ἢ τὸν εὐεργετοῦντα.

Page 81.

1. ἐπιορκῶ· ψεύδομαι ὀμόσας. ἐπίορκος δὴ ὁ τοιοῦτος.

4. μετῆλθον· δίκην ἔλαβον.

6. δοράτιον· δόρυ μικρόν, ἄκων, ἀκόντιον.

7. διελαύνω· διωθῶ· λέγει κεντῆσαι αὐτὸν δόρατι.

πρός· παραθεὶς λόγῳ Φίλιππον παρ᾽ Ἀλεξάνδρῳ· ἀντιθεὶς ἕτερον ἑτέρῳ.

8. χλαμύς· χλαῖνα.

9. ὁ κάνδυς· Μηδικὴ χλαῖνα χειρίδας ἔχουσα διπλᾶς.

12. μιμεῖταί τις μιμητὴς γενόμενος, ἐὰν ὅμοια ποιῇ

ἑκὼν ἐκ παρασκευῆς.

14. γάμους· ἔγημε γὰρ Ῥωξάνην τὴν Ὀξυάρτου.

16. ἐπιμελοῦμαι· περιστέλλω, θεραπεύω· πάντα ποιῶ ὅπως εὖ διακείσονται·

εὖ χρῶμαι.

24. φοράδην· φερόμενος ἐπὶ κλίνης.

26. ᾗ· ὡς.

27. τίς· οὐδεὶς ὅστις οὐκ ἂν ἐγέλασεν.

28. λιποψῡχῶ· λιποθυμῶ· ἀπεῖπον. ὁ δ᾽ οὕτω διακείμενος ἔοικε μὲν ἀποθανόντι,

ζῇ δ᾽ ὅμως.

Page 82.

2. ἐπικερτομῶ· ἐπισκώπτω, ἐγγελῶ.

3. μυδῶ· τῶν γε νεκρῶν οὐδεὶς ὅστις οὐ μυδᾷ, ὑγρὸς

ὤν, καὶ κατατηκόμενος.

6. τὰ κατορθούμενα· τὰ εὖ πεπραγμένα καὶ μὴ ἐσφαλμένα.

9. ἐνάμιλλος· ἴσος· κἂν γὰρ ἁμιλλῷτο τοῖς θεοῖς εἴ τις ἀντιθείη.

ἕτερος Ἡρακλῆς δὴ οὗτος.

10. ἄορνος· ἄνευ ὀρνίθων· οἷπερ οὐκ ἂν ἀφίκοιτο οὐδ᾽ ὀρνὶς πετόμενος.

εἷλε δ᾽ ὁ Ἀλέξανδρος τεῖχος, ᾧ ὄνομα ἦν Ἄορνος Πέτρα·

ταῦτα δὲ λέγων ἐπαναμιμνῄσκει καὶ τὴν Ἄορνον λίμνην,

ἐγγὺς οὖσαν τοῦ στομίου τοῦ Ἅιδου.

13. παραβάλλω· παρατίθημι, ἀντιτίθημι, παραθεῶμαι.

14. ἀπομανθάνω· ἐκλανθάνομαι, ὥστε μηκέτι μεμνῆσθαι.

17

19. Χείρων· ὁ Κένταυρος. ὡς γὰρ ἔτεκε Θέτις τὸν Ἀχιλλέα,

ἀθάνατον βουλομένη ποιεῖν αὐτόν, λάθρα τοῦ

Πηλέως κατετίθει νυκτὸς τὸ βρέφος ἐν τῷ πυρί, ὥστε

διαφθείρειν τὸ θνητὸν αὐτοῦ, μεθ᾽ ἡμέραν δ᾽ ἔχριεν

ἀμβροσίᾳ. ἀλλ᾽ ὁ Πηλεὺς ἐπιτηρήσας, καὶ ἰδὼν τὸ

βρέφος ἐπὶ τοῦ πυρὸς ἀσπαίροντα, ἐβόησεν· ἡ δὲ Θέτις,

κωλυθεῖσα μὴ ποιεῖν ἃ ἐβούλετο, ᾤχετο ἀπολιποῦσα τὸ

βρέφος. μετὰ ταῦτα κομίζει τὸν παῖδα ὡς Χείρωνα

ὁ Πηλεύς· ὁ δὲ λαβὼν αὐτόν, ἔτρεφε σπλάγχνοις

λεόντων καὶ συῶν ἀγρίων καὶ μυελῷ ἄρκτων.

Φοῖνιξ ὁ Ἀμύντορος ἐδίδασκε τὸν Ἀχιλλέα νέον ὄντα.

20. ἀκροῶμαι· ἀκούω χρώμενος τῇ ἀκοῇ.

ἐπάρουρος κτλ. ταῦτα ἐκ τῶν Ὁμηρικῶν. ἔφη δ᾽

ὁ Ἀχιλλεὺς αἱρεῖσθαι μᾶλλον ἐργάζεσθαι παρὰ πένητι

ἀνδρὶ ἐπὶ τῆς ἀρούρας, ἢ βασιλεύειν τῶν νεκρῶν.

ἄρουρα· ἀγρός.

21. θητεύει· θὴς μισθωτὸς ἐργαζόμενος.

ἄκληρος· ὁ μὴ ἔχων κλῆρον πολύν· ὁ μὴ πλούσιος ὤν.

βίοτος· βίος· οὐσία.

22. ἀνάσσειν· βασιλεύειν· ἄναξ γὰρ βασιλεύς.

23. Φρύξ· ἀνὴρ Φρύγιος· ἦσαν δὲ δοῦλοι οἱ πλεῖστοι.

πέρα· πλέον.

24. φιλόζῳος· φιλῶν τὸ ζῆν.

Page 83.

3. ἐξόν· καίπερ ἐξόν· ἐξῆν μέν, ἀλλ᾽ ὅμως οὐκ ἐβούλου.

ἀκλεῶς· ἀδόξως.

Φθιῶτις γῆ· ἐν Θετταλίᾳ αὕτη.

πολυχρόνιος· πολὺν χρόνον.

5. ἄπειρος· οὐκ ἔμπειρος· ἀγνοῶν.

7. προτιμῶ· μᾶλλον τιμῶ.

8. ἀνωφελής· ἄνευ ὀφέλους· ἀνωφελὲς δ᾽ ὅ τι ἂν μηδὲν ὠφελῇ.

ὅτι μάλιστα· ὡς μάλιστα δύνανται.

9. ὁμοτιμίᾱ· ἴση τιμή, τὰ ἴσα καὶ δίκαια.

14. ἰσηγορίᾱ· ἴση παρρησία· τὸ γὰρ ἀγορεύειν ταὐτὸ σχεδὸν ὅπερ τὸ λέγειν.

ἠμὲν ... ἠδέ. καὶ.... καί. καὶ ταῦτα Ὁμηρικά.

18. ἔδοξε τῇ φύσει· ἡ φύσις οὕτω διενοεῖτο. μετηνέχθη δὲ τὸ ῥῆμα·

καὶ γὰρ λέγουσιν ὧδε· “ἔδοξε τῷ δήμῳ”, ὅταν ψηφίσωνται γενέσθαι τι·

καὶ τοῦτο δόγμα.

πάντως· βεβαίως.

20. διατάττω· κελεύω.

22. ἡ παραμυθίᾱ· τὸ παραμύθιον· τὸ παραμυθεῖσθαι.

κοινωνίᾱ ἐστίν, ὅπου ἂν πολλοὶ μετέχωσι τῶν αὐτῶν·

κοινωνοὶ δ᾽ οὗτοι, καὶ κοινωνοῦσιν· τὰ δὲ πράγματα κοινά.

‒ παροιμία δ᾽ ἐστί τις· κοινὰ τὰ τῶν φίλων.

24. Μελέαγρος· παῖς ἦν Οἰνέως τε καὶ Ἀλθαίας·

ὄντος δ᾽ αὐτοῦ ἡμερῶν ἑπτά, παρελθεῖν τὰς Μοίρας

φασίν, καὶ εἰπεῖν, ὡς τότε τελευτήσοι ὁ Μελέαγρος,

ὅταν ὁ δαλὸς ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας κατακαῇ.

τοῦτο δ᾽ ἀκούσασαν τὸν δαλὸν ἀνελέσθαι τὴν Ἀλθαίαν,

καὶ καταθέσθαι εἰς λάρνακα. ὕστερον δ᾽ ἀνὴρ γενόμενος

ἀπέθανε τρόπῳ τοιῷδε. ἡ μὲν Ἄρτεμις ἐφῆκε κάπρον

μέγιστον, ὃς διέφθειρε τήν τε γῆν καὶ τὰ βοσκήματα·

ἐπὶ τοῦτον δὲ συνεκάλεσεν ὁ Οἰνεὺς τοὺς ἀρίστους ἐκ τῆς

Ἑλλάδος πάντας· καὶ ὁ Μελέαγρος ἀποκτανὼν τὸ

θηρίον καὶ λαβὼν τὸ δέρας ἀριστεῖον, ἔδωκε τῇ

Ἀταλάντῃ. οἱ δ᾽ ἀδελφοὶ τῆς Ἀλθείας ὀργισθέντες

ἀφείλοντο τὸ δέρας αὐτῇ· ὁ δ᾽ ἀπέκτεινε καὶ αὐτούς.

διὰ ταῦτα λυπηθεῖσα ἡ Ἀλθαία ἧψε τὸν δαλόν, καὶ

ἀπέθανεν ὁ Μελέαγρος.

θαυμαστός· θαυμάσιος, ἄξιος θαυμάζειν.

Page 84.

5. ἀνέχεσθαι· τλῆναι, τολμᾶν, καρτερεῖν.

δέδοκται· βεβούλευται.

_γέλωτα ὀφλών_ τις γελοῖος ἂν εἴη.

18

9. ῥόπαλον· τὸ μέγα ξύλον οὑφόρει. τοῦτο δὲ ἔτεμεν

ἐν Νεμέᾳ, οὗπερ καὶ ἀποκτανὼν τὸν λέοντα, τῇ δορᾷ τῇ

λεοντῇ ἐχρῆτο ἀντὶ χλαίνης.

τόξα δ᾽ ἐφόρει λαβὼν παρ᾽ Ἀπόλλωνος.

11. καλλίνῑκος· νικῶν, νικηφόρος.

12. θύω (ῡ)· θυσίαν ποιοῦμαι σφάξας ἱερά.

15. Ἥβη ἐγήματο τῷ Ἡρακλεῖ· καλεῖ δ᾽ αὑτὴν ὁ

Ὅμηρος καλλίσφυρον, διὰ τὸ σφυρὰ καλὰ ἔχειν· τὸ δὲ

σφυρὸν ἄρθρον ἐστὶν ἐν μέσῳ τοῦ τε ποδὸς καὶ τῆς κνήμης.

16. εἴδωλον· εἰκών· φάσμα.

17. _ἐξ ἡμισείας_ μοίρας.

21. ἄντανδρος· ἀντὶ ἀνδρὸς ἄλλο τι.

Page 85.

3. ἐῴκη· ὅμοιος ἦν.

10. γυμνός· ἔξω τῆς φαρέτρας.

πρόχειρος· ἕτοιμος ἐν χειρί.

14. διαιρεθέντες· χωρὶς γενόμενοι.

17. ἐρεσχηλῶ· σκώπτω, φλυαρῶ.

18. Ἀμφιτρύων γὰρ ἀνὴρ ἦν τῆς Ἀλκμήνης, Ζεὺς δὲ πατὴρ τοῦ Ἡρακλέους·

ὥστ᾽ ἐλέγετο εἶναι παῖς καὶ Διὸς καὶ Ἀμφιτρύωνος.

24. δίδυμοι· δύο παῖδες ἅμα τικτόμενοι.

ὁμομήτριος· τὴν αὐτὴν ἔχων μητέρα.

27. ἱπποκένταυρος· ἥμισυς μὲν ἵππος, ἥμισυς δ᾽ ἀνήρ.

Page 86.

4. Ἀμφιτρυωνιάδης· υἱὸς Ἀμφιτρύωνος.

5. ἀσώματος· σῶμα οὐκ ἔχων.

6. κινδυνεύεις ποιῆσαι· τυγχάνεις ποιήσας.

13. σοφιστής· πλήρης σοφισμάτων, τέχνης μεστός· λεπτολόγος.

τυγχάνεις ὤν· κυρεῖς ὤν· εἶ κατὰ τύχην τινά.

15. Σινωπεύς· ἐκ Σινώπης. ἡ δὲ πόλις ἐστὶν τῆς Παφλαγονίας ἐπὶ τοῦ Εὐξείνου.

16. μετ᾽ ἀθανάτοισι θεοῖσιν· μετὰ τῶν θεῶν.

21. ἡμέτερε Ζεῦ· ὁ γὰρ Πλούτων, ἀδελφὸς ὢν Διός, ἀντὶ τοῦ Διὸς ἦν ἐν Ἅιδου.

19

22. Δήμητρος θυγάτηρ· Περσεφόνη ἢ Φερσεφόνη ἢ Φερσέφαττα.

ὑπεριδεῖν· καταφρονῆσαι, ἀμελῆσαι.

26. Φυλάκιος· ἐν τῇ Φυλάκῃ γενόμενος.

Page 87.

2. ἀφεθείς· ἀφίημι τὸ ῥῆμα. ἀποπεμφθείς. ἔατέ μ᾽ ἀπιέναι, φησίν.

5. πλήν· ἀλλὰ μόνον τοῦτο.

7. νεόγαμος· νεωστὶ γημαμένη.

θάλαμος· οἰκίσκος, δωμάτιον.

8. ἐν τῇ ἀποβάσει· ἐν τῷ ἀποβαίνειν· ἐν ᾧ ἀπέβαινον.

10. οὐ μετρίως· καθ᾽ ὑπερβολήν· πολύ.

15. ὑπέρογκος· μέγιστος δή. ὁ γὰρ ὄγκος παχύ τι χρῆμα.

18. διατριβή· χρόνος ἐγγιγνόμενος.

26. ἀναμιμνῄσκω· μνημονεύω.

27. Εὐρυδίκη, γυνὴ Ὀρφέως, ἀπέθανεν· ὁ δὲ κατῆλθεν

ἐς Ἅιδου ἀνακομιούμενος αὐτήν· καὶ δεινὸς ὢν

ᾄδειν, ἔπεισε τὸν Πλούτωνα ἀναπέμψαι. ὁ δ᾽ ὑπέσχετο

τοῦτο ποιήσειν, ἐφ᾽ ᾧτε πορευόμενον τὸν Ὀρφέα μὴ

ἐπιστραφῆναι πρὶν εἰς τὴν οἰκίαν παραγένοιτο. ὁ δὲ

ποθῶν ἐπεστράφη θεασόμενος τὴν γυναῖκα· εὐθὺς οὖν

πάλιν ὑπέστρεψεν ἡ Εὐρυδίκη.

28. Ἄλκηστις, γυνὴ Ἀδμήτου, ἀντὶ τοῦ ἀνδρὸς ἀπέθανεν·

ὁ δ᾽ Ἡρακλῆς καταπαλαίσας τὸν Θάνατον, ἔσωσεν αὐτήν.

29. χαρίζομαι· χάριν δίδωμι· ποιῶ καθ᾽ ἡδονὴν τινί.

Page 88.

ἄρεσις good pleasure fem nom/voc pl (attic epic)

ἄρεσις good pleasure fem nom/acc pl (attic)

ἀρέσκω make good aor subj act 2nd sg (epic)

ἀρέσκω make good fut ind act 2nd sg

3. προσίεμαι· φιλῶ. πῶς, φησίν, ἀρέσεις αὐτῇ;

6. ἴᾱσαι· οἱ ἰατροὶ ἰῶνται τοὺς νοσοῦντας.

8. ῥάβδος· βακτηρία, κηρύκειον.

20

17. ἡμιτελής· οὐ τετελεσμένος πᾶς, ἀλλὰ ἥμισυς μόνον.

18. χήρᾱ· γυνὴ ἀνδρὸς τεθνηκότος.

20. αἰτιῶ· κατηγόρει.

Μενέλᾱος βασιλεὺς τῆς Σπάρτης· ἡ δ᾽ Ἑλένη γυνὴ αὐτοῦ.

24. ξένος· ὃς ἐδεξάμην τὸν Πάριν εἰς τὴν οἰκίαν, καὶ ἐξένισα.

παρά· ἐναντίον.

Page 89.

1. Δύσπαρι· κάκιστε Πάρι.

4. ὁμότεχνος· τεχνίτης τῆς αὐτῆς τέχνης.

5. ἀκούσιος· οὐχ ἑκούσιος, οὐχ ἑκών. πάθος γὰρ ὁ ἔρως.

7. ἀντιτάττεσθαι· ἀντιμάχεσθαι ὥσπερ ταξάμενον στρατιάν.

15. ἀπονενοημένως· ὡς ἄνους τις καὶ ἔξω ἑαυτοῦ. μανικῶς.

20. ἐπικλώθω· κλώθουσι μὲν αἱ γυναῖκες τὸ λίνον·

κλώθει δὲ καὶ ἡ Μοῖρα ἡ Κλωθὼ τοὺς βίους τῶν

ἀνθρώπων· δευτέρα δὲ Μοῖρα ἡ Λάχεσις, ἥτις διανέμει

πᾶσι τὰ λάχη· τρίτη δ᾽ ἡ Ἅτροπος, ἣν οὐκ ἔστιν ὅπως

τρέψεις ἐὰν ἐπικλωσθῇ τι. ‒ ἐπικεκλῶσθαι· πεπρωμένον εἶναι.

22. Μαύσωλος, βασιλεὺς Ἁλικαρνασσοῦ, τάφον

ᾠκοδόμησε μέγιστόν τε καὶ κάλλιστον, τὸ Μαυσωλεῖον.

23. Κάρ (ᾱ)· ἐπεὶ ἡ πόλις ἐν τῇ Καρίᾳ ἦν.

Page 90.

1. ὑπάγομαι· ὑποχειρίους ποιῶ.

Μίλητος· πόλις τῆς Ἰωνίας, οὐ πολὺ ἀπέχουσα τῆς Σάμου.

3. καρτερός· ἰσχυρός.

4. μνῆμα· τάφος, μνημεῖον τῶν ἀποθανόντων.

παμμεγέθης· μέγιστος.

5. ἐπικείμενον· καὶ γὰρ ὑπόκειται ὁ νεκρός.

ἡλίκος· ὅσος.

6. ἐξησκημένος· κεκοσμημένος, τετελεσμένος.

8. νεώς· ναός· ἱερόν.

15. εὐμορφίᾱ· κάλλος.

18. ἀποσεσιμώμεθα· σιμοὶ γεγενήμεθα.

19. πολυτελής· ἄξιος πολλοῦ.

20. ἐπιδείκνυμαι· ἐπίδειξιν ποιοῦμαι, ὥστε θαυμάζειν πάντας.

21. φιλοτῑμεῖσθαι· μέγα φρονεῖν ὡς ὑπερβαλλόμενον τοὺς ἄλλους.

24. ἀχθοφορῶ· ἄχθος φέρω· βαρύνομαι.

Page 91.

2. Ἀρτεμισίᾱ καὶ γυνὴ ἦν καὶ ἀδελφή, κατ᾽ ἔθος τι βάρβαρον.

6. ἀνδραποδώδης· δούλειος. οὐ δήπου λέλησαι τί ποτε ποιεῖ ὁ ἀνδραποδιστής.

22

10. δικάζω· κρίνω.

11. εὔμορφος· καλός· ὁ καλὴν ἔχων μορφήν.

13. τίνες· εἰπέ μοι, ὦ μαθητά· πῶς οὐκ οἶδεν οἵτινές εἰσιν;

16. ὁ μὲν _Νιρεὺς_ κάλλιστος,

ὁ δὲ Θερσίτης (ῑ) αἴσχιστος, τῶν ἐπ᾽ Ἴλιον πλεόντων.

21. ὁ φοξὸς κεφαλὴν ἔχει ὀξεῖαν τὸ ἄνω, ὥσπερ θόλος τις·

τοιαύτην δ᾽ εἶχε καὶ ὁ Περικλῆς· ὁ Κρατῖνος γὰρ ὁ κωμῳδοποιὸς ὧδε λέγει·

ὁ σχινοκέφαλος Ζεὺς ὁδὶ προσέρχεται

Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου

ἔχων·

ἦν γὰρ τὸ ᾠδεῖον οἰκοδόμημα Ἀθήνησιν, ὃ τὸν ὄροφον

εἶχε μίμημα σκηνῆς.

ψεδνός· σπανίας ἔχων τὰς τρίχας· μόνον οὐχὶ

φαλακρός. ὀλίγου δεῖ φαλακρὸς εἶναι ὁ τοιοῦτος.

24. ἀγλαΐᾱ· κάλλος, φαιδρότης· ἐνταῦθα δ᾽ ὡς νύμφη

προσαγορεύεται.

χάροψ· ἀντὶ τοῦ χαροπός· σημαίνει δὲ τὸν φαιδροὺς

τοὺς ὀφθαλμοὺς ἔχοντα· ἐνταῦθα προσαγορεύεται ὡς

πατὴρ ὢν τοῦ Νιρέως καλοῦ γενομένου ποτέ.

Page 92.

2. εὔθρυπτος· ῥᾴδιος θραύειν, μαλακός.

ἀλαπαδνός· ἀσθενής.

4. ἐροῦ· ἐρώτα.

23

14. Χείρων· κένταυρος· οἱ δὲ τοιοῦτοι θεῖοί τινες ἦσαν.

20. ἀσύνετος· ἄνευ συνέσεως· ἀμαθής.

22. ὁρᾶν τὸ φῶς· ζῆν.

24. ἐγώ, κτλ. ἄπεστι τὸ ῥῆμα.

26. ὧραι· τὰ μέρη τοῦ ἐνιαυτοῦ· ἔαρ, θέρος, μετόπωρον, χειμών.

Page 93.

1. θάτερον· τὸ ἕτερον.

ἐνεπλήσθην· μεστὸς ἐγενόμην.

2. τῷ μὴ μετασχεῖν·

τερπνὸν εἶναί φησιν, ἐὰν μὴ ἀεὶ ἔχωμεν· πόθος γὰρ τερπνός.

3. τερπνός· τέρψιν ἔχων, ἡδύς.

6. ἀηδής· ὁ μὴ ἡδύς.

7. δημοτικός· προσήκων τῷ δήμῳ· δημοκρατικός.

διάφορος· διαφέρων.

9. ἀνεπιδεής· ἀνενδεής· οὐκ ἐνδεής, οὐκ ἄνευ τούτων.

11. περιπίπτειν ἑαυτῷ· αὐτὸν ἑαυτὸν σφάλλειν·

ἁλῶναι ταῖς ἑαυτοῦ τέχναις.

12. μὴ περιπέσῃ κτλ. μὴ ὁ λόγος γένηται ὅμοιος ἐνταῦθα τοῖς ἐκεῖ·

μὴ ὅμοια πάντα γένηται, ἀλλ᾽ οὐκ ἀλλοῖα.

15. κόρος· τὸ λίαν· τὸ ὑπὲρ μέτρον.

16. μεταβολή· τὸ μεταβάλλειν· ἀλλοίωσις.

24

25. σχολὴν ἄγω· ἔργον οὐκ ἔχω.

26. κάθοδος· ἡ κάτω ὁδὸς ἀπὸ τῆς γῆς.

περιπατῶ· ὁδοιπορῶ, πορεύομαι, κομίζομαι.

Page 94.

4. θέᾱμα· ὄψις.

7. ὕπτιος· τοὐναντίον τοῦ πρηνής· ἐπὶ νώτου κείμενος, ἀνατετραμμένος,

ἑλκόμενος ἐπὶ νῶτον.

ἀντερείδω· τοὐναντίον τοῦ ὑπείκειν· οὐκ ἐθέλω προβαίνειν καὶ μάχομαι.

11. παγγέλοιος· πάνυ γελοῖος.

16. ἐπεφόνευτο· ἀπέθανεν.

17. Ἐλευσίς (ῑ)· πόλις ἀπέχουσα Ἀθήνηθεν σταδίους μάλιστα ἑκατὸν εἴκοσιν.

ἐκεῖ δ᾽ ἦν τὰ μυστήρια τοῖν θεοῖν.

19. τῆς τόλμης· ὡς τολμηρῷ ὄντι· διὰ τὴν τόλμαν.

20. Ἐλευθεραί· φρούριον ἐν ὅροις τῆς τ᾽ Ἀττικῆς καὶ τῆς Βοιωτίας.

21. ἔρημος· μὴ ὄντων ἀνθρώπων ἐρημία ἐστίν.

22. φιάλη· ἄγγος πλατύ.

κυμβίον· ποτήριον.

24. σεμνός· σεβαστός.

25. ἀγανακτῶ· χαλεπῶς φέρω.

πεζός· χρώμενος τοῖς ποσίν.

29. Ἀράξης· ποταμὸς τῆς Ἀσίας.

συμπλοκή· μάχη· τὸ δὲ ῥῆμα, συμπλέκειν.

Page 95.

2. ὑποστάς· ἐναντίον στὰς ὥστ᾽ ἐμποδὼν εἶναι.

ὑποδύς (ῡ)· ὑφέρπων.

ἀποσείομαι· ἀπωθῶ, ἀποκρούω.

3. κοντός· στύραξ, δόρυ, ξύλον.

σάρισα (ᾱ)· δόρυ μέγα.

9. ἀποκρούω· ἀπωθῶ.

10. ἀκωκή· τὸ ἄκρον τοῦ δόρατος, τὸ ὀξύ.

ὀκλάζω· κάμπτω ἐμαυτόν.

11. ἐπέλασις· τὸ ἐπελαύνειν· ἐπήλαυνε γὰρ ὁ ἱππεὺς ἐπ᾿ αὐτόν.

12. σφοδρότης· ὀργή, θυμός.

Lucian's Dialogues prepared for schools · 第 8 / 9 题