12. κατέᾱγε· κατέρρηκται, κατατέθραυται.
13. ῥῡμὸς δίφρου τὸ ξύλον ἂν εἴη, τὸ ἐν μέσῳ τῶν ἵππων.
τροχός· κύκλος.
13
24. ἴχνος· σημεῖον εἴτε ποδὸς εἴτ᾽ ἄλλου τινός.
οὐκ ἂν λάθοι τραύματα γενόμενα, τὰ γὰρ ἴχνη ἔστιν ἰδεῖν ἐν τῷ προσώπῳ.
25. ἀνταγωνιστὴς ὁ ἐναντίος ἐν ἀγῶνι ὤν.
πυκτεύομεν παίοντες πὺξ ἀλλήλους· συνελίττομεν
γὰρ τοὺς δακτύλους, τύπτομεν δὲ τοῖς κονδύλοις·
κόνδυλος δ᾽ ἂν εἴη τὸ ἔξω τῆς χειρός. ἀλλ᾽ ἐὰν πλατείᾳ
τῇ χειρὶ πατάξωμεν, τύπτομεν ἐπὶ κόρρης.
26. Ἰάσων (ᾱ) ὑπὸ Πελίου ἐπέμπετο ὡς κομιούμενος τὸ
χρυσόμαλλον δέρας· τοῦτο δ᾽ ἐν Κόλχοις ἦν ἐν Ἄρεος
ἄλσει κρεμάμενον ἐκ δρυός, ἐφρούρει δὲ δράκων ἄυπνος.
ἔπλει οὖν ὁ Ἰάσων ἔχων ἑταίρους πολλοὺς τοὺς
Ἀργοναύτας, καὶ ναῦν τὴν Ἀργώ. ἦλθον δ᾽ ἄλλοσέ
τε καὶ πρὸς τὴν Βεβρύκων γῆν, ἧς βασιλεὺς ὢν
Ἄμυκος πάντας τοὺς ξένους τοὺς ἀεὶ ἀφικνουμένους
ἠνάγκαζε πυκτεύειν καὶ οὕτως ἀπέκτεινεν. οὗτος δὴ
ἐκαλεῖτο καὶ τούτων τὸν ἄριστον ἐπὶ πυγμήν· ὁ δὲ
Πολυδεύκης πλήξας κατὰ τὸν αὐχένα ἀπέκτεινεν αὐτόν.
Page 27.
3. ὤνησας· ὠφέλησας· εὖ ἐποίησας καὶ χάριν οἶδά σοι.
4. ἡμίτομον· τὸ ἥμισυ τοῦ ὀστράκου· ἑκάτερος γὰρ
ἐφόρει τοῦτο καὶ τἄλλα σημεία ἅπερ λέγει, ὥστ᾽ οὐκ
ἂν ῥᾳδίως λάθοιεν ἐξ ᾠοῦ πεφυκότες.
7. ἀτάρ· ἀλλά, μέντοι.
13. ἐνείμαντο ὥστε ἔκαστον ἔχειν μέρος.
14. νομή· τὸ νέμεσθαι· δῆλοι δή εἰσιν οὐ σοφῶς νειμάμενοι·
μωρίαν δ᾽ ὀφλισκάνουσιν.
18. παιδοτρίβης διδάκει τοὺς ἐφήβους γυμνάζεσθαι.
21. ἀργός· ἄνευ ἔργου· εἰ δὲ σὺ ἀργὸς ἦσθα νῦν,
καὶ σὺ ἂν μωρίαν ὠφλίσκανες.
εὐωχοῦμαι· ἑορτάζω, ἑστιῶμαι.
23. καθιππάζεσθαι· ἐφ᾽ ἵππων ὀχεῖσθαι κατὰ θάλατταν.
24. χειμάζεται ναύτης ἐν θυέλλαις καὶ χειμῶσι καὶ κύμασιν ἄνω κάτω φερόμενος.
ΕΝΑΛΙΟΙ ΔΙΑΛΟΓΟΙ
1
Δωρίς τε καὶ Γαλατεία νύμφαι ἐνάλιοι.
Page 28.
2. Σικελός· ἡ Σικελία τοι τυγχάνει οὖσα
νῆσος, ἐγγὺς Ἰταλίας κειμένη· ἐν αὐτῇ δ᾽ ἡ Αἴτνη.
ἐραστὴς ἐρᾷ κόρης, καὶ βούλεται γαμεῖν αὐτήν.
3. ποιμὴν ποιμαίνει ποίμνας, νέμων αἶγάς τε καὶ
πρόβατα. εἴθ᾽ ὤφελον ἐγὼ ποιμὴν εἶναι· τοῦτ᾽ ἐστὶ
γὰρ τὸ κατὰ φύσιν ζῆν.
7. ἄγριος· ὠμός, οὐχ ἥμερος. ἄγριος δ᾽ ἂν ἦσθα, εἰ μὴ εὖ ἐπαιδεύθης.
λάσιος· πολλὰς τρίχας ἔχων.
ἄμορφος· αἰσχρός, οὐ καλός.
8. μονόφθαλμος ἂν ἦσθα σύ, εἰ εἶχες ἕνα ὀφθαλμὸν μόνον.
ὀνῆσαι· ὠφελῆσαι· τὸ δὲ ῥῆμα, ὀνίνημι.
11. ἐπιπρέπει· εὖ ἔχει, καλός ἐστιν ὁρᾶν.
12. μέτωπον· τὸ μεταξὺ τῆς τε κόμης καὶ τῶν ὀφρύων.
ἐνδεής τις ἐστιν, ἐὰν δέῃ τινός.
15. ἐρώμενον κτλ. ἔοικας καὶ σὺ ἐρᾶν αὐτοῦ μᾶλλον ἢ σοῦ ἐκεῖνος.
16. ὀνειδιστικόν· χαλεπῶς φέρω σοῦ οὕτως ὀνειδίζοντος.
18. σκοπή· ἐκ σκοπῆς περισκοποῦσιν οἱ σκοποί τε καὶ φύλακες,
μή τι κακὸν ἐπέλθῃ ἀπροσδόκητον.
19. ᾐών· αἰγιαλός· οὗτος δὲ τυγχάνει ὢν τὸ παραθαλάττιον.
ῥίζα· τὸ κάτω μέρος τοῦ ὄρους, οὗπερ κλίνεται πρὸς τὸ πεδίον,
αὕτη κινδυνεύει εἶναι ῥίζα.
21. ἀπομηκύνεται (ῡ)· μακρός ἐστι· τὸ γὰρ μῆκος τυγχάνει ὂν μακρότης.
22. ἐπέχω· προσέχω· ταὐτὸ δ᾽ ἂν ἦν, εἰ εἶπεν, ὅτι
ἐμὲ μόνην προσέβλεπεν ὁ Πολύφημος.
23. ἀνῑᾷ· ἀεὶ τὸ λυπηρὸν κινδυνεύει ἀνιᾶν ἡμᾶς.
δεῖγμα δεικνύει· τεκμήριον γὰρ ὁμοῖον τῷ δείγματι τυγχάνει ὄν.
24. παρορῶ ὅταν ἄλλοσε ἀποβλέψω, ὥστε μὴ τοῦτό
γ᾽ ὁρᾶν· ἐν οὐδενὶ λόγῳ ποιοῦμαι, οὐδένα λόγον
ποιοῦμαί τινος.
Page 29.
2. ἐπίφθονος ὢν τυγχάνει ᾧ ἂν φθονῶσιν ἄλλοι· ζηλωτός.
4. συνήθης κυρεῖ ὢν ὁ εἰθισμένος· εἰ γάρ τι γένοιτο
κατ᾽ ἔθος, τούτου συνήθης ἂν εἴη τις. οὗτος οὖν φιλεῖ
ἐσθίειν τύρου καὶ πίνειν γάλακτος.
6. τυγχάνω ὤν· κυρῶ ὤν, κινδυνεύω εἶναι· εἰμὶ κατὰ τύχην.
8. χρόα· χρώς· τὸ ἔξω τοῦ σώματος, δέρμα.
10. ἐρύθημα· ὅταν ἐρυθριῶμεν, ἐρυθραὶ γίγνονται αἱ παρειαί·
τοῦτο δὴ ἐρύθημα τυγχάνει ὄν.
12. οἱοσδήποτε· οἷός ἐστι· καὶ ἐὰν ᾖ τοιοῦτος.
13. πορθμεὺς πορθμεύει τοὺς ἐπιβάτας διὰ τοῦ
πορθμοῦ ἐν τῷ πορθμείῳ· τὸ δὲ πορθμεῖον τυγχάνει ὂν
πλοῖον. νῦν μέντοι λέγει τὸν πορθμὸν τῆς τε Σικελίας
καὶ τῆς Ἰταλίας· οὗτος δὲ ἐγγὺς ὢν τυγχάνει τῆς Αἴτνης·
καὶ ἑτέρωθε μὲν ἡ Χάρυβδις, ἑτέρωθε δ᾽ ἡ Σκύλλα.
νῦν δ᾽ οὐκέτι φαίνεται ἡ Σκύλλα· φεῦ τοῦ σεισμοῦ.
16. κωμάζοιεν ἂν οἱ κωμασταὶ κῶμον ποιούμενοι·
καὶ γὰρ ἑορτὴν ἄγοντες, ἢ ἑστιώμενοι, ἐβάδιζον δᾷδας
ἔχοντες καὶ ᾄδοντες παρὰ τοὺς φίλους. τοιοῦτος ἂν
τύχοι ὢν ὁ κῶμος.
17. ὀγκᾶται ὁ ὄνος ὥσπερ καὶ μῡκᾶται ὁ ταῦρος, καὶ
βαΰζει ὁ κύων αὗ αὗ, καὶ μηκᾶται τὸ πρόβατον βῆ βῆ,
καὶ κοΐζει ὁ χοῖρος γρῦ γρῦ, καὶ δὴ καὶ ἡ γλαῦξ βύζει
κικκαβαῦ κικκαβαῦ.
πηκτὶς τυγχάνει οὖσα λύρα.
20. νεῦρα ὥσπερ σχοινία τυγχάνει ὄντα ἐν τῷ σώματι τῶν ζῴων.
μελῳδῶ· μέλος ᾄδω· τὸ δὲ μέλος ἂν τύχοι ὂν ᾠδή τις καὶ ᾆσμα.
21. ἀπῳδός· πλημμελής· ὅ τι ἂν μὴ ἡδὺ ᾖ μηδ᾽ ἐμμελές.
22. ὑπηχεῖ ἡ λύρα τῇ φωνῇ· ὁ μὲν
γὰρ ᾄδων κρέκει τὴν λύραν, ἡ δὲ ὑπηχεῖ κρέκοντος αὐτοῦ.
κατέχειν κτλ. οὐκ ἀνεκτὸν ἦν μὴ οὐ γελᾶν· πῶς οὐκ ἠμέλλομεν γελᾶν;
23. Ἠχὼ νύμφη τυγχάνει οὖσα, ἥτις ταῖς φωναῖς ἀντιφωνεῖ τι ἀντίφωνον.
27. ἀθυρμάτιον κινδυνεύει εἶναι μικρὸν ἄθυρμα·
τοῖς δ᾽ ἀθύρμασι παίζειν φιλεῖ τὰ παιδία.
ἄρκτος ζῷον τυγχάνει ὄν, λάσιον, ἄγριον, ὃ περιβάλλει
τῷ κυνηγῷ τοὺς ἐμπροσθίους πόδας ὥστ᾽ ἄγχειν
αὐτόν.
2
Page 30.
9. κατάρᾱτος· κάκιστ᾽ ἀπολούμενος. καταρώμεθα
γὰρ τοῖς ἐχθίστοις· αὕτη δὲ κατάρα τυγχάνει οὖσα.
10. μεθύσας· διδοὺς οἶνον ὥστε μεθυσθῆναι·
μεθύσκεται γὰρ ὁ πιὼν οἴνου ὑπὲρ μέτρον.
ἐκτυφλῶ ποιῶν τυφλόν, τοὺς ὀφθαλμοὺς ἐκκόψας.
κοιμᾶταί τις νυστάζων ἵνα καθεύδῃ,
κλιθείς τ᾽ ἐπὶ κλίνης καὶ κλῇσας τοὺς ὀφθαλμούς.
ἐπιχειροῦσιν οἱ χεῖρα ἐπιφέροντες καὶ πειρώμενοι ποιεῖν τι,
ἢ οἱ προσπίπτοντές τινι.
13. ἀποκαλοίη τις ἂν εἰ καλοίη μὴ ὀρθῷ ὀνόματι χρώμενος.
16. Ἰθακήσιος· ἐξ Ἰθάκης, νήσου οὔσης ἐγγὺς τῆς Κεφαλληνίας.
Ἴλιον· Τροία.
17. εὐθαρσὴς ὢν τυγχάνει ὁ θαρρῶν εὖ καὶ μηδὲν δεδιώς.
19. κατέλαβον· εὗρον.
20. δῆλον ὅτι· δήπου.
21. πῶμα· ἔπεστι τοῖς ἄγγεσι τὸ τοιοῦτον, ὥσπερ στέγος τῇ οἰκίᾳ·
ἐνταῦθα δὲ κλῄει τὸ τοῦ ἄντρου στόμα.
23. ἐναύω· ἀνακαίω.
ἐναυσάμενος· πῦρ καύσας ἐμαυτῷ.
25. εἰκός· κατὰ λόγον.
λῃστής· ὁ βία ἁρπάζων τὰ μὴ ἑαυτοῦ.
Page 31.
2. εὔοσμος· ὄζων εὖ· ἡδεῖαν ὀσμὴν ἔχων.
ταραχώδης ὁ ταράττων· οὗτος δ᾽ ὁ οἶνος ἔτυχε
ταράξας τὸν νοῦν τὸν τοῦ Πολυφήμου.
4. σπήλαιον· ἄντρον.
5. ἐν ἐμαυτοῦ ἦν· κυρίως μέν, ἐν τῇ ἐμαυτοῦ οἰκίᾳ·
νῦν δ᾽, ἔνδον ἐμαυτοῦ· ὁ μὲν γὰρ ἔνδον ἑαυτοῦ ἔννους
τυγχάνει ὤν, ὁ δ᾽ ἐκτὸς ἑαυτοῦ ἄνους.
6. ἀποξύνω (ῡ)· ὀξὺν ποιῶ.
μοχλός· ξύλον μέγα τε καὶ μακρόν.
πυρώσας· τὸ πυροῦν, καίειν ἐν πυρί. οὕτω δὴ ποιήσας σκληρὸν ποιεῖ τὸν μοχλόν.
προσέτι· πρὸς τούτοις.
10. ἐξέθορες· τὸ θρῴσκειν, πηδᾶν· (θοροῦμαι, ἔθορον).
13. ῥᾷον· ῥᾴδιον μᾶλλον.
22. μελαγχολᾶν· μαίνεσθαι.
ᾤχοντο· οἴχομαι ἀπιὼν καὶ φροῦδός εἰμ᾽ ἤδη· ἔφθασα ἀπιών, ἔφθην ἀποφυγών.
23. ἐξαπατῶσιν οἳ ἂν λάθωσι ποιοῦντές τι.
26. ἀμυνοῦμαι· ἀπώσω.
27. πήρωσις ὀφθαλμῶν καὶ ἄλλων μελῶν γένοιτ᾽ ἂν
εἴ τις βλάπτοι ἢ διαφθείροι.
Τὰ περὶ τοῦ τ᾽ Ὀδυσσέως καὶ τοῦ Κύκλωπος ζητητέα
ἐν τῷ ἐνάτῳ τῆς Ὀδυσσείας· οὐ γὰρ εὐμαθῆ ταῦτα, ἐάν
γε μὴ πρότερον ἀναγνῷς τὰ Ὁμηρικά.
3
Page 32.
3. ἅλμη· ἅλς, ἁλμυρὸν ὕδωρ, θάλαττα.
4. _ἀναπαύω ἐμαυτὸν_ ὅταν τελευτήσω. εἰ σὺ ἐπαύσω
ἀναγιγνώσκων, οὐκ ἂν νῦν ἀνεγίγνωσκες ταῦτα.
5. συνεστώς· οὐ διακεχυμένος.
6. ῥεῖθρον· ῥεῦμα· τὸ ῥέον.
ἀμιγής· οὐ μιχθεῖς τῇ θαλάττῃ.
16. νησιῶτις· ἐν νήσῳ οὖσα. ὁ δ᾽ ἄρρην νησιώτης.
19. διαυγής· καὶ γὰρ διαλάμπει τὸ φῶς· καθαρὸν λέγει τὸ ὕδωρ τῆς πηγῆς.
ἀναβλύζει πηγῆς ὕδωρ· πρὸς δὲ τούτοις καὶ τὸ ὕδωρ τὸ ζέον ἐπὶ πυρός,
καὶ τοῦτο βλύζει.
20. ἐπιπρέπει· ὅρα σελίδα εἰκοστὴν τρίτην.
ψηφίς (ῑ)· ψῆφος μικρά.
21. ἀργυροειδής· ὥσπερ ἄργυρος· ἀργυραῖ δὲ τυγχάνουσιν οὖσαι αἱ δραχμαί.
26. Ἀρκάς· ἐξ Ἀρκαδίας.
Page 33.
1. ἐπείγομαι· σπεύδω, κατὰ σπουδὴν διώκω.
περίεργος· πολυπράγμων· μάταιος, ἄκαιρος.
4. συναυλία γίγνεται, ὅταν μίαν αὐλὴν καὶ οἰκίαν
κοινῆ ἔχωσιν ἀνήρ τε καὶ γυνή.
4
Ὅμηρος ἐν τετάρτῳ τῆς Ὀδυσσείας διηγεῖται τὰ
περὶ τοῦ Πρωτέως, τοῦ ἁλίου γέροντος. Μενέλεως
γάρ, ἀπὸ Τροίας πλέων ἐφ᾽ Ἑλλάδος, κατείχετο ἐν
Αἰγύπτῳ, οὐκ ὄντος οὐρίου ἀνέμου. ἐπεὶ δ᾽ οὐκ ᾔδειν ὅ
τι ποιοίη, ἐκέλευσεν αὐτὸν θυγάτηρ Πρωτέως αἱρεῖν
τὸν πατέρα· ἐκεῖνον γὰρ ἐρεῖν τὰ πάντα. φιλεῖν δε
κοιμᾶσθαι τῆς μεσημβρίας, περὶ δ᾽ αὐτὸν καὶ τὰς
φώκας. τότε δεῖν αἱρεῖν αὐτόν, φθάσαντα πρὶν
ἐγερθῆναι· τὸν δὲ γενήσεσθαι πάντα, ὅσα τε γίγνοιτο
ἑρπετὰ ἐπὶ γῆς καὶ ὕδωρ καὶ πῦρ· εἰ δὲ κατέχοι βεβαίως
πιέζων, τέλος γενήσεσθαι πάλιν οἷος καὶ ἦν τὸ πρίν,
καὶ εἰ λύσαι, ἐρεῖν ὅ τι ἐρωτῴη. τοῦτ᾽ οὖν ἐποίησεν
ὁ Μενέλεως· καὶ δὴ διαλέγονται, ὁ μὲν λύσας, ὁ δὲ
λυθείς.
8. ἀπίθανον· οὐχ οἷον πιστεύεσθαι.
φορητός· φορητὰ ταῦτα, ἃ κἂν φέροι τις ἀκούων.
9. ἀλλάττω· μεταβάλλω, ἄλλον ποιῶ· ἐὰν δ᾽ ἀλλαγῇ
τις, ἀλλοῖος γίγνεται ἤδη.
12. ἀπιστῶ· οὐ πιστεύω.
15. γοητείᾱ κινδυνεύει εἶναι τέχνη τις τῶν γοήτων
καὶ ἀγυρτῶν.‒ἀλλ᾽ ἐστί τοι καὶ νῦν, ὦ μαθητά, τοιαύτη
τις τέχνη, οἵα ποιεῖ τοὺς ἀνθρώπους πρῶτον μὲν
ὑπνώττειν, εἶτα πιστεύειν γενέσθαι ὅ τι ἂν λέγῃ ὁ γόης.
18. καὶ τίς· σημαίνει αἰεὶ τοῦτο, ὅτι ὁ εἰπὼν οὐ
πιστεύει οὕτως ἔχειν τὸ πρᾶγμα.
ἐναργής· δῆλος καὶ φανερός.
20. μεταποιῶ· μεταλλάττω.
21. φαντασίᾱ· ἃ ἂν φαντάζηται, αὕτη φαντασία,
λόγῳ ἀλλ᾽ οὐκ ἔργῳ γενόμενα, δοκοῦντα μέν, ὄντα δ᾽ οὔ.
25. πεῖρα γίγνεται, ὅταν πειρώμεθα.
26. πολύπους ἰχθύς τίς ἐστι, ὃς κἂν καλοῖτο ὀκτάπους,
πολλοὺς ἔχων πόδας ἢ χεῖρας ἢ πλεκτάνας· ἐν
ἄκρῳ δὲ ποδὶ ἑκάστῳ κοτύλαι εἰσίν, αἷς ἀνθάπτεται
τῆς πέτρας ὥστε μὴ ἀπολισθάνειν.
Page 34.
6. προσφύς· ἐχόμενος, ἀνθαπτόμενος, ἀντιλαμβανόμενος.
9. ἐοικώς· ὅμοιος τυγχάνει ὢν ὁ ἐοικώς· ἔοικε γάρ.
5
16. Τρίτων (ῑ) μὲν υἱὸς ἦν Ποσειδῶνός τε καὶ Ἀμφιτρίτης (ῑ)·
Ἀμῡμώνη δὲ Δαναοῦ θυγάτηρ. καὶ ταύτην ὑπὸ
πατρὸς ἐκπεμφθεῖσαν ὡς ὕδωρ κομιοῦσαν, ἥρπαζε
σάτυρος· ἔσωσε δ᾽ ὁ Ποσειδῶν, σώσας δ᾽ ἔγημε καὶ
αὐτήν. ἀλλ᾽ ἐνταῦθά γε οὐδὲν λέγει ὁ Λουκιανὸς περὶ
σατύρων.
18. Λέρνα καὶ ποταμὸς καὶ ἕλος ἐν τῇ Ἀργολίδι·
ὁ γὰρ Δαναὸς πρὸς Ἄργος ἦλθε μετὰ τῶν πεντήκοντα
θυγατέρων.
19. ὑδρεύομαι· ὕδωρ κομίζω· ὑδροφόρος εἰμὶ φέρων ὕδωρ.
22. θεράπαινα· οἰκέτις· θεραπεύει γάρ· ὁ δ᾽ ἄρρην θεράπων.
26. πυνθάνομαι· ἐρωτῶ ἢ καὶ μανθάνω.
Page 35.
1. σκληραγωγῶ· οὕτως τρέφω ὥστε μαλακὸν μὴ εἶναι.
αὐτουργῶ· αὐτὸς ἐργάζομαι.
2. ἀρύω μὲν ἄλλοις ὕδωρ, ἀρύομαι δ᾽ ἐμαυτῷ.
3. ἄοκνος· ἕτοιμος, ἄσχολος.
6. πολυδίψιος· πολὺ διψῶν. οὕτως καλεῖται τὸ Ἄργος ὑπὸ τῶν
ποιητῶν, διότι κόνις ἔνεστι πολλὴ καὶ ὕδωρ σπάνιον.
7. ὑδροφορῶ· ὕδωρ ἀρύομαι.
14. διατριβὴ γίγνεται ὅταν χρόνον διατρίβωμεν.
ζεύγλη βρόχος τίς ἐστιν ἐπὶ τοῦ ζυγοῦ,
καὶ διὰ τῆς ζεύγλης διέρχεται ἡ τοῦ ἵππου κεφαλή.
15. σὺ δ᾽ ἀλλά· σὺ δ᾽, ἱκετεύω.
δελφὶς (ῑ) ἰχθύς ἐστί τις· εἶδες γάρ που τοὺς δελφῖνας,
χορεύοντας ἐν θαλάττῃ περὶ νεὼς πρῴρας. τὸν δ᾽
Ἀρίονα τίς ἀγνοεῖ, ὅπως ὑπὸ δελφῖνος ἐσώθη;
16. ἱππεύει ὁ ἱππεὺς ἐφ᾽ ἵππου· τί μήν;
19. παρανήχομαι· νέω ἐν τῷ ὕδατι ἐγγύς τινος.
νέομεν δ᾽ οὕτω· τὰς μὲν χεῖρας κατὰ ῥυθμὸν προβάλλομεν,
τοῖς δὲ ποσὶν ὥσπερ βάτραχοι λακτίζομεν.
21. λοχῶ· λοχᾷ τις κρύψας ἑαυτόν, ἵνα πολέμιον φθάσῃ ἐπιπεσών.
24. ὡραῖος· ἐν ὥρᾳ· ἐν ἀκμῇ τῆς ἡλικίας.
25. συλληπτέα· δεῖ συλλαμβάνειν.
28. βιάζομαι· μετὰ βίας ἄγω.
Page 36.
2. καθέλκω· κατάγω μετὰ βίας.
ἀποπνιγήσομαι· καὶ γὰρ ἀποπνίγονται ἐν μὲν ὕδατι ἄνθρωποι, ἰχθύες δὲ ἐν ἀέρι.
4. οὐδέν κτλ. οὐ μὴ πάθῃς οὐδὲν δεινόν· οὐκ ἔστιν ὅπως πείσῃ οὐδὲν δεινόν.
5. ἐπώνυμος· ἔχων ταὐτὸν ὄνομα σοί.
8. ἀποθανοῦσα· μετὰ γὰρ τὸν θάνατον αἱ ἄλλαι
τῶν Δαναίδων ὑδροφόρουν ἐν Ἅιδου· ἀποκτείνασαι γὰρ
τοὺς ἄνδρας, δίκην ἐδίδοσαν χέουσαι ἀεὶ ὕδωρ εἰς ὑδρίαν
τετρημένην.
6
11. Ἰνοῦς παιδίον· Μελικέρτης. ἔρριψε γὰρ
ἑαυτὴν ἡ Ἰνὼ εἰς τὴν θάλατταν μετὰ τοῦ παιδίου·
ὀνομάζουσι δ᾽ οἱ ναῦται τὴν μὲν Λευκοθέαν, τὸν δὲ
Παλαίμονα, θεοὺς νομίφοντες.
12. Σκιρωνίδες· πέτραι, ἐγγὺς τῶν Μεγάρων.
13. κιθαρῳδός· Ἀρίων.
14. Μήθυμνα πόλις Λέσβου.
ἐξενήξω· ἐξένευσας.
15. Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς.
αὐτῇ σκευῇ· καὶ μετὰ τῆς σκευῆς.
περιεῖδες· τὸ οὐ περιορῶ ἄλλο ἐστὶ τοῦ ἐῶ· τὸ γὰρ οὐκ ἐῶ ταὐτόν ἐστι τῷ κωλύω.
18. ἰχθύες· οἱ λῃσταὶ οἵτινες ἤθελον ἀνδραποδίζειν τὸν Διόνυσον,
κελεύοντος τοῦ θεοῦ δελφῖνες ἐγένοντο.
21. χειροῦμαι· κρατῶ, νικῶ· ποιῶ ὑποχείριον. ταὐτὸ δὲ τὸ ὑπάγεσθαι.
24. Περίανδρος Κορίνθου τύραννος.
Page 37.
1. κακοῦργος κακουργεῖ κακουργίᾳ χρώμενος, καὶ κακὰ ἔργα ποιῶν.
4. ἀκροῶμαι· ἀκούω. τὸ δ᾽ ἀκροᾶσθαι, ἀκρόασις.
6. θρῆνος· τοῦτον θρηνοῦσιν ἐπὶ τοῖς νεκροῖς· ὕμνος δ᾽ ἐστὶν ἢ ᾠδή.
Τὸ δὲ τέλος τοῦ μύθου, ὅπως ἥλωσαν οἱ λῃσταὶ καὶ
ἔδοσαν δίκην, τίς ἀγνοεί ὑπὸ τοῦ Ἡροδότου εἰρημένον;
7
Ἀθάμας, βασιλεὺς Βοιωτίας, δύο εἶχε τέκνα, υἱὸν
μὲν Φρίξον θυγατέρα δὲ Ἕλλην. ἀποθανούσης δὲ
Νεφέλης, ἥτις μήτηρ ἦν αὐτῶν, γαμεῖ δευτέραν τὴν
Ἰνώ· ἡ δὲ μητρυιὰ οὖσα ἐπεβούλευσε τῷ παιδί· ἔπεισε
γὰρ τὰς γυναῖκας φρύγειν τοὺς πυροὺς πρὶν σπείρειν,
ὥστ᾽ οὐκ ἀνέδωκεν ἡ γῆ τοὺς ἐτησίους καρπούς· οὐκοῦν
ἔπεμψεν ὁ Ἀθάμας εἰς Δελφοὺς ἄνδρας χρησομένους
τῷ θεῷ. τοὺς δ᾽ ἔπεισεν ἡ Ἰνὼ ἀγγέλλειν, ὡς εἴη
κεχρησμένον, παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν σφαγῇ Διὶ
ὁ Φρίξος. ἀλλ᾽ ἡ Νεφέλη ἀνήρπασε τόν τε Φρίξον
καὶ τὴν Ἕλλην· ἔφερε δ᾽ αὐτὼ κριὸς χρυσόμαλλος
δι᾽ οὐρανοῦ. ὡς δ᾽ ἐγένοντο μεταξὺ Σιγείου τε καὶ
Χερρονήσου, κατώλισθεν ἡ Ἕλλη εἰς τὴν θάλατταν,
ὥστε μετὰ τοῦτο ἐκαλεῖτο Ἑλλήσποντος ἡ θάλαττα.
Φρίξος δ᾽ αὖ ἀφίκετο εἰς Κόλχους, ὧν βασιλεὺς ἦν
Αἰήτης· ὁ δὲ Φρίξος ἔθυσε τὸν κριὸν Διὶ (ϊ) Φυξίῳ, καὶ τὸ
χρυσόμαλλον δέρας ἔδωκε τῷ βασιλεῖ. τοῦτο τὸ δέρας
κάτιστέ που τὸν Ἰάσονα μετελθόντα ὕστερον.
15. στενός· οὐκ εὐρύς· λέγει δὲ τὸν πορθμόν.
18. ταφῇ· θάπτομεν νεκρὸν τιθέντες ἐν τάφῳ.
ἐπιχώριοι· οἱ ἐν τῇ χώρᾳ.
20. ἐλεῶ· οἰκτίρω (ῑ), δι᾿ οἴκτου εἰμί.
21. μητρυιά· δευτέρα γυνὴ μητρυιά ἐστι τοῖς τῆς προτέρας τέκνοις.
23. ψάμμος ἀεὶ κεῖται ἐπὶ τῷ αἰγιαλῷ· τὰ γὰρ τῆς θαλάττης κύματα,
κατατρίβοντα τὰς ψήφους, ποιεῖ ψάμμον οὕτως.
25. τεθάψεται· τεθαμμένον ἔσται.
παραμύθιον (ῡ)· τοῦτο παραμυθεῖται καὶ θέλγει τοὺς λυπουμένους,
καὶ κωλύει μὴ λυπεῖσθαι τοσοῦτον.
Page 38.
2. Κιθαιρὼν ὄρος ἐστὶ μεταξὺ τῆς τ᾽ Ἀττικῆς καὶ τῆς Βοιωτίας.
3. ἀγκάλη· ὠλένη· γωνία καὶ ἄρθρον τῆς χειρός.
5. τροφὸς τρέφει τὰ παιδία· τίτθη δὲ γάλα δίδωσιν.
7. ἀχαριστῶ χάριν μὴ εἰδὼς τῶν πεπραγμένων.
10. ὀχεῖται· φέρεται ἐπί τινος εἴτε ζῴου εἴθ᾽ ἁμάξης.
12. φορά· τὸ φέρειν.
ἀήθεια τοὐναντίον τῆς συνηθείας· ταύτην δ᾽ οἶσθα δήπου, ὅ τί ποτ᾽ ἐστίν.
ὄχημα ὀχεῖ καὶ φέρει· τούτοις δὲ ὁ κριὸς ὄχημα, ἅτε φέρων αὐτούς.
14. θάλπος· θερμότης.
ἰλιγγιᾷ τις ὅταν ὥσπερ περιφέρηται ἡ κεφαλή·
τοῦτο δὲ πάσχουσιν οἱ ἐν ὑψηλῷ τόπῳ στάντες, καὶ κάτω βλέποντες.
ἀκρατὴς κτλ. οὐκέτι ἀντείχετο τῶν κεράτων, ἀφιεῖσα δὲ κατέπεσεν.
15. τέως· τοσοῦτον χρόνον, εἰς τοῦτο.
8
Περὶ τῶνδε ὅρα τὰ πρότερον εἰρημένα ἐν σελίδι.
22. Ἶρις· ἄγγελος τοῦ Διός.
πλανᾶται πλανήτης φερόμενος ἔνθα καὶ ἔνθα.
23. ὕφαλος· ὑπὸ τῆς ἁλός· ὑπὸ τῆς θαλάττης δῆλον ὅτι.
24. συμβέβηκε· γέγονεν.
26. στηρίζω· πήγνυμι ὥστε βεβαίως στῆναι.
ἀσφαλής· σῶς· ἄνευ κινδύνου.
Page 39.
2. χρείᾱ· χρῆμα, ὠφέλημα.
5. ἐντεκεῖν· ὥστε τεκεῖν ἐν αὐτῷ.
7. γονή· τὸ τίκτειν.
9. ὠδίς (ῑ)· ἄλγος.
10. ὑποδοχή· τόπος τοῦ ὑποδέχεσθαι.
ἀφανής· οὐ φανερός.
12. συνίημι (ῑ)· ἐπίσταμαι, μανθάνω.
13. βυθός· ὅ τε βυθὸς καὶ τὸ βάθος ταὐτόν πως.
17. γαληνός. ἄνευ κυμάτων καὶ θυελλῶν. αὕτη δ᾽ ἡ γαλήνη.
ἐξοιστρῶ· ὁ μὲν οἶστρος μυῖά τις τυγχάνει ὤν, ἥτις
κέντρον ἔχουσα κεντεῖ καὶ λυπεῖ τὰ ζῷα· ὥστε πᾶν τὸ
οὕτως κεντοῦν κατὰ μεταφορὰν οἰστρεῖν λέγεται. οὗτος
δ᾽ ὁ δράκων ἐδίωκε τὴν Λητὼ ὑφ᾽ Ἥρας πεμφθείς.
18. νεογνά κτλ. ὅταν τάχιστα γένηται τὰ τέκνα.
19. τῑμωρῶ· ἀμύνω.
20. εὐτρεπῆ· εὖ κεκοσμημένα.
9
Ὁ μὲν Ξάνθος ποταμὸς τῆς Τρωιάδος·
τὰ δὲ νῦν λεγόμενα ζήτει ἐν Ἰλιάδος εἰκοστῷ πρώτῳ.
24. κατάσβεσον. σβέννυμεν πῦρ καὶ φῶς·
καὶ ἐπειδὰν τάχιστα σβέσωμεν, οὐκέτι καίεται.
26. ἀπηνθράκωμαι· οἱ ἀνθρακῆς τὰ ξύλα πρῶτον μὲν
ὀλίγον ἔκαιον, εἶτ᾽ ἐσβέννυσαν· οὗτοι δ᾽ ἄνθρακες, οὓς
καὶ αὖθις ἔκαιον ἐφ᾽ ἑστιᾶς· ὁ δὲ Ξανθός φησιν ὥσπερ
ἄνθρακες γεγενῆσθαι.
27. ζεῖ ὕδωρ ἐπὶ πυρὸς ἐν λέβητι ὄν.
Page 40.
4. ἐμφράττω· συγκλῄω. τοὺς νεκροὺς λέγει κωλύειν τὸν ποταμὸν μὴ καταρρεῖν.
5. ἐπικλύζω· πολὺς ῥέω ὥστε καταχεῖν πανταχοῦ τὸ ὕδωρ.