διαμπάξ· διά.
17. ἁπαλός· μαλθακός.
18. οὐχ ὅπως· οὐ λέγω ὅπως· ἐὰν γὰρ μὴ δύνηται ἑστάναι,
οὐδὲ βαδίζειν δυνήσεται.
22. οὐδεμιᾷ μηχανῇ· οὐδαμῶς.
23. ἀράμενος· τὸ αἴρειν τοὐναντίον τῷ καταβάλλειν.
25. ἀναμείγνυμι· συζεύγνυμι.
27. χώρᾱ· ἐν ᾗ καθεδεῖται. τόπος.
ἐπιτηδείως· προσηκόντως· ὡς χρὴ καὶ πρέπει.
29. ναυτιᾷ τις ἐν πλῷ, ἐὰν ἡ θάλαττα κινουμένη ναυτίαν ἐμποιῇ·
κινουμένης γὰρ τῆς θαλάττης, κινεῖται καὶ ὁ χόλος ἐν τῇ γαστρί·
οὕτω δὴ ναυτιῶσιν οἱ ἀήθως ἔχοντες.
τέρπομαι· τέρψιν ἔχω.
Page 96.
3. δανειστικός· δανειστής· ὁ ἀργύριον
δανείζων μὲν τοῖς δανειζομένοις, λαβὼν δὲ τὸ ἀρχαῖον μετὰ τόκου.
Ἀκαρνάν (ᾱ)· μέρος τῆς Ἑλλάδος ἡ Ἀκαρνανία.
ξενᾱγός· στρατηγὸς τῶν ξένων καὶ μισθοφόρων.
7. ἀπεσκληκέναι καὶ ἀποσκλῆναι· τὸ ξηρὸν γενέσθαι ἀντὶ ὑγροῦ.
8. ὠχρὸς εἰς ὑπερβολήν· λευκὸς τὸν χρῶτα ὑπὲρ μέτρον.
λεπτός· ὁ μὴ παχύς.
10. αἰτιωμένῳ· ἐγκαλοῦντι τῷ υἱῷ, κατηγοροῦντι αὐτοῦ.
12. ἐνενηκοντούτης· ἐνενήκοντα ἔτη γεγονώς.
15. ἔτρεσας· τρέω τὸ ῥῆμα· τρέμω, φοβοῦμαι.
16. φιλοκινδύνως· ἀνδρείως.
17. τῆς τυχούσης· ἥτις ἐστίν· ἡτισδήποτε, ἡτισοῦν.
ἐπίπλαστος· ψευδής.
19. κατηγόρει φθάσας· ἔφθη κατηγορῶν.
20. χρήματα· πλοῦτος, κλῆρος.
προσήκοντες· πρόσθες τὸ γένει· οὐ γὰρ ἦσαν συγγενεῖς.
21. μάταιος· κενός, μῶρος. μωρίαν δ᾽ ὀφλισκάνει ὁ μάταιος.
22. τερπωλή· τέρψις, ἡδονή.
25. ποικίλος· παντοῖος.
27. νήπιος· βρέφος· παιδίον μικρότατον.
28. φίλτρον· φάρμακον.
Page 97.
1. τηλικοῦτος· τοσαῦτ᾽ ἔτη γεγονώς.
2. καὶ ταῦτα· πρόσθες τὸ ποιεῖς.
9. ἄπορος· ἀμήχανος· πένης.
κάλαμος καὶ ὁρμιά (ᾱ)· ὁ ἁλιεὺς ἔχει κάλαμον μακρόν,
ἐξ οὗ ἐξάπτει σχοινίον, τὸ καὶ ὁρμιὰν καλούμενον·
ἐκ δ᾽ ἄκρου τοῦ σχοινίου ἄγκιστρον, ἐφ᾽ οὗ τὸ δέλεαρ.
ἔπειτα καθιεὶς τὸ δέλεαρ εἰς τὸ ὕδωρ, παραμένει· ὁ
δ᾽ ἰχθὺς καταπιὼν τό τε δέλεαρ καὶ τὸ ἄγκιστρον,
ἑάλω ἤδη.
10. πτωχὸς πτωχεύει, αἰτῶν τὰ ἐπιτήδεια. οὗτος
δ᾽ οὐ τῷ ὄντι πτωχός· τέχνην γὰρ εἶχε τὴν ἁλιευτικήν.
11. ἀμυδρός· οὐ φανερος· μόλις φαινόμενος. ὁ δ᾽ ἁλιεὺς οὗτος ἀμβλυώττει.
14. φευκτέος· ὃν δεῖ φεύγειν.
15. παραπαίω· παρανοῶ, παραφρονῶ· παράνοιαν ὀφλισκάνω.
μειρακιεύομαι· παίζω ὡς μειράκιον ὄν.
16. τὸ χρεών· ἀνάγκη.
πορθμέως· Χάρωνος. ὁ δὲ Χάρων πηλίκος ἂν ὢν τύχοι;
19. τὸ γῆρας· ἡλικία γερόντων.
20. ἀπόδρασις· τὸ ἀποδιδράσκειν καὶ αὐτομολεῖν.
21. διάγω· προσθετέον τὸ χρόνον.
25
24. ἐμέλλησας· προσθετέον τὸ φονεύειν. ὁ γὰρ
Αἴας, οὐκ ἀξιωθεὶς τῶν τοῦ Ἀχιλλέως ὅπλων, μανεὶς
ἔσφαξε τὰ μῆλα, δοκῶν εἶναι τοὺς ἀρίστους τῶν
Ἑλλήνων· εἶτα ἐν ἑαυτοῦ γενόμενος, ἀπέκτεινεν ἑαυτόν.
27. μαντευσόμενος· ὥς φησιν Ὅμηρος ἐν τῷ ἐνάτῳ τῆς Ὀδυσσείας.
κατέβη γὰρ ὁ Ὀδυσσεὺς εἰς Ἅιδου πευσόμενος τὰ μέλλοντα.
Page 98.
1. ὑπεροπτικῶς· μεθ᾽ ὑπεροψίας· ὡς καταφρονῶν.
μεγάλα βαίνων· ὅτι μεγάλα ἦν τὰ βήματα τῶν ποδῶν.
4. προκριθείς· κριθεὶς ἀμείνων·
ἀντηγωνίζετο γὰρ ὁ Ὀδυσσεύς, καὶ ἠξιώθη τῶν ὅπλων.
6. ἀνανταγώνιστος· ἄνευ ἀνταγωγνιστῶν.
7. ἀκονῑτί· ἄνευ κόνεως, ἄνευ μάχης.
9. πανοπλίᾱ· ἅπαντα τὰ ὅπλα.
ἀνεψιοὶ παῖδες ἀδελφῶν.
10. ἀπείπετε κτλ. οὐκ ἔφατε ἀγωνιεῖσθαι.
παραχωρῶ· ὑπείκω.
11. Λᾱέρτης πατὴρ Ὀδυσσέως.
12. κινδυνεύων· ἐν κινδύνῳ ὤν.
13. ἐπιτήδειος· προσήκων. πρέπειν ἐδόκει.
15. δέον· καίπερ δέοντος. ἔδει μέν, ἀλλ᾽ ὅμως.
19. ὠρέχθη· ὀρέγομαι, ποθῶ, ἐπιθυμῶ.
23. καταδικάζω· καταγιγνώσκω.
26
Page 99.
3. ἐμβεβλήσθω· ἐμβαλλέσθω καὶ κείσθω.
ἱερόσῡλος· ὁ συλῶν τὰ ἱερά· κλέπτης τῶν ἱερῶν ἀναθημάτων.
4. Χίμαιρα· τέρας τι, περὶ οὗ ὁ Ὅμηρος· πρόσθε
λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα· τῷ δ᾽ ὄντι
χίμαρος μὲν ἄρρην, χίμαιρα δὲ θήλεια τούτων τῶν
ζῴων ἃ καλεῖται καὶ αἶγες.
5. Τιτυὸς ὁ Διὸς ὑπέρμεγας ἦν καὶ ὑβριστής·
ἐν δ᾽ Ἅιδου δίκην ἐδίδου ἐσθιόμενος τὸ ἧπαρ ὑπὸ γυπῶν.
παραταθείς· παρακεῖσθαι τὸ παρατετάσθαι· τείνω δὲ τὸ ῥῆμα.
γὺψ ὄρνις, αἰετῷ μὲν ὅμοιος, τρέφεται δὲ νεκροῖς.
6. κείρω· τέμνω.
7. Ἠλύσιον πεδίον· ἐνταῦθα διῆγον οἱ μάκαρες,
καὶ δὴ καὶ ἐν ταῖς μακάρων νήσοις.
11. ἐξελέγχω· δηλῶ.
ἐλήλεγμαι· δεδήλωμαι.
12. ἀπεκτονώς· ἀποπεφονευκώς.
14. κολασθήσομαι· τοὺς μὲν ἀδικοῦντας κολάζομεν,
καὶ αὕτη κόλασις ἢ ποινή· οἱ δὲ κολάζονται, δίκην
διδόντες.
15. τὴν ἀξίᾱν· προσθετέον τὸ δίκην.
16. βραχύς· οὐ μακρός· μικρός.
21. ἐπεκέκλωστο· οἶσθά που τὰ περὶ τῆς Κλωθοῦς,
καὶ γὰρ διεξῄει ὁ συγγραφεὺς ὀλίγῳ πρότερον.
24. ὑπηρετοῦντες· ὑπηρέται ὄντες· ὥσπερ δουλεύοντες·
ποιοῦντες γοῦν ἅπερ ἐκείνη ἐκέλευσεν.
25. ἐδρῶμεν· ἐποιοῦμεν.
Page 100.
2. τὰ πρακτέα· ἅττα δεῖ πράττειν.
4. ἀντιλέγω· ἐναντιοῦμαι, ἀπαγορεύω.
βιάζομαι· βίᾳ χρῶμαι.
5. δήμιος· δοῦλος τοῦ δήμου, ὃς ἀποκτείνει τοὺς κακούργους κοινῆ κελευσθείς.
πεισθείς· ποιῶν κελευσθείς.
11. παραδεῖγμα· τεκμήριον.
13. ἱστέον· δεῖ εἰδέναι.
ἀναγραπτέον· τίνος ὄνομα γράφειν δεῖ;
14. διάκονος· ὑπηρέτης· ὁ διακονῶν.
15. κομίζω· φέρω.
18. ἀλλότριος· οὐκ οἰκεῖος· ὁ τῶν ἄλλων.
23. ἐξετάζω· ζητῶ· βασανίζω.
τέλος ἤδη τῶν μαθημάτων· σὺ δ᾽ εἰπέ μοι, ὦ μαθητά·
ἆρ᾿ οὐ κατέμαθες τῆς Ἑλληνικῆς γλώττης οὐκ ὀλίγα;
οἶμαι μέν. χαῖρε.