NOTES

ΘΕΩΝ ΔΙΑΛΟΓΟΙ

1

Page 1.

Προμηθεὺς εἷς τις ἦν τῶν Τιτάνων· ἐβοήθει

δὲ τῷ Διΐ τότε, ὅτε ὁ Ζεὺς κατέβαλλε τοὺς Τιτᾶνας

εἰς Τάρταρα. ὕστερον δὲ ὁ Προμηθεὺς ἔπλασεν ἄνθρωπον

ἐξ ὕδατός τε καὶ γῆς, ἔπλασε δὲ καὶ τὴν

πρώτην γυναῖκα Πανδώραν. καὶ πρὸς τούτοις ἅτε

φίλος ὢν τοῖς ἀνθρώποις, κλέψας τὸ πῦρ καὶ κρύψας

ἐν νάρθηκι, ἄκοντος Διός, ἔδωκε τοῖς ἀνθρώποις. διὰ

ταῦτα ὀργισθεὶς ὁ Ζεὺς ἐκέλευσε, προσηλῶσαι τὸν

Προμηθέα ἐν Καυκάσῳ ὄρει· προσηλωθέντος δὲ τοῦ

Προμηθέως τὸ ἧπαρ κατήσθιεν ἢ γὺψ ἢ αἰετὸς καθ᾽

ἡμέραν, τὸ δὲ αἰεὶ νυκτὸς ηὐξάνετο.

4. πέδαι· δεσμὰ σιδηρᾶ.

6. κείρεσθαι· τέμνεσθαι.

9. δημιουργῶ· ποιῶ· τέκτων γὰρ ὁ δημιουργός, ὃς τέχνην ἔχων ἐργάζεται.

10. ἐν τῇ νομῇ τῶν κρεῶν· περὶ τούτου μῦθος ἦν

τοιόσδε. πάλαι μὲν γὰρ ἦν τις ἔρις τοῖς τ᾽ ἀνθρώποις

καὶ τοῖς θεοῖς ἐν Μηκώνῃ· τότε δ᾽ ὁ Προμηθεύς, βοῦν

σφάξας, διένειμε τὰ κρέα τοῦ βοός, δύο μέρη ποιήσας·

ὧν θάτερον μὲν ὧδ᾽ ἐποίησε· τάς τε σάρκας καὶ τὰ

ἔγκατα κατέθηκεν ἐν ῥινῷ, καλύψας γαστρὶ βοείῃ·

θάτερον δ᾽ ὧδε· τὰ ὀστᾶ κατεκάλυψε δημῷ, ὥστε

καλόν τι φαίνεσθαι. ὁ δὲ Ζεὺς ἰδὼν τὸν δημόν, ᾑρεῖτο

τοῦτο τὸ μέρος, ἐπεὶ δ᾽ ᾔσθετο ἀπατηθείς, ὠργίσθη.

ὀργισθεὶς δὲ οὐκ ἤθελε δοῦναι τὸ πῦρ τοῖς ἀνθρώποις·

τὰ δὲ λοιπὰ οἶσθά που.

πῑμελή· δημός. ἄλλο μὲν δῆμος, ἄλλο δὲ δημός· διαφέρει δὴ ὁ τόνος.

14. προσηλωμένος· ἥλοις προσπατταλευθείς.

16. πολλοστημόριον· πολλῶν μορίων ἕν, ὥστε μικρότατον δὴ μέρος εἶναι ὧν δεῖ.

18. ἀμισθί· ἄνευ μισθοῦ.

19. μηνύσω· ἀγγελῶ· ὁ δὲ μηνύσας, μηνυτὴς καλεῖται.

ἀναγκαῖον ἐστίν, ἐὰν ἀνάγκη ᾖ εἰδέναι· ἀνάγκη δὲ τὸ ἄφυκτον.

20. κατασοφίζῃ· πείθεις σοφίσμασιν, θωπεύεις, ἀπατᾷς.

21. τί πλέον· τί κέρδος. ὁ γὰρ πλεονέκτης κερδαίνει.

22. ἀπορεῖ τινος, ὃς ἂν μὴ ἔχῃ, ἄπορος ὤν· τὸ δ᾽ ἐναντίον εὔπορος, εὐπορῶ.

23. τεχνάζων· τέχνας πορίζων καὶ δόλους καὶ ἀπάτας.

Page 2.

3. ἀξιόπιστος· ἄξιος πίστεως, ἄξιος πιστευθῆναι.

4. μαντευόμενος· προλέγων ὡς μάντις, λέγων τὰ ἀφανῆ.

6. Θέτις νύμφη ἦν θαλασσία. τὸ δ᾽ αὐτὸ μαντεῖον

ἦν καὶ περὶ Μήτιδος· ὁ δὲ Ζεὺς φοβούμενος τὸ μαντεῖον,

ἔφθη καταπιὼν τὴν Μήτιδα (ἢ Θέτιδα). μετὰ δὲ ταῦτα

ἀλγῶν τὴν κεφαλήν, ἐκέλευσε τὸν Ἥφαιστον πλῆξαι

τὴν κεφαλὴν τῷ πελέκει· πλήξαντος δὲ τοῦ Ἡφαίστου

τὴν κεφαλήν, ἐξέθορεν ἡ Ἀθηνᾶ ὡπλισμένη.

2

19. Γανυμήδης παῖς ἦν κάλλιστος, ὃν ἀφήρπασεν

ὁ Ζεὺς ἵνα οἰνοχόος γένοιτο ἐν Ὀλύμπῳ· πρὸς δὲ τοῦτο

ἐγένετο αἰετὸς ὁ Ζεύς. ἄρχεται δ᾽ ὁ διάλογος ἐν

Ὀλύμπῳ, ἄρτι ἀναλαβόντος τοῦ Διὸς τὸ ἑαυτοῦ σχῆμα.

20. ῥάμφος· ῥύγχος, ῥυγχίον.

ἀγκύλον· οὐκ ὀρθόν, ἀλλὰ ὥσπερ ἡμίκυκλος.

22. πτηνός· πτέρυγας ἔχων, ὡς ὄρνις.

23. καταπτάμενος· πέτονται δὴ οἱ ὄρνιθες, ταῖς πτέρυξι χρώμενοι.

24. ποίμνιον ἂν εἴη, ὅπου πολλὰ πρόβατα ἢ ἄλλα

βοσκήματα συλλελεγμένα εἴη. ποίμνη.

25. ἐξερρύηκε· ὅρα τὸ ἐκρέω.

27. μειράκιον καλοῖμεν ἄν τινα μειράκιον πεντεκαίδεκα

ἔτη μάλιστα γεγονότα.

Page 3.

2. ἀλλάξας ἐμαυτόν· ἀλλοῖος γενόμενος.

3. Πάν· ἴσθι τὸν Πᾶνα θεὸν ὄντα, ὅνπερ θεραπεύουσιν

οἵ τε βουκόλοι καὶ οἱ αἰπόλοι· καὶ ἔχει κέρατα

ἐπὶ τοῦ μετώπου, ὥσπερ αἴξ, καὶ αἴγεια σκέλη· συρίττει

δὲ τῇ σύριγγι.

4. σῦριγξ· ὄργανον τῆς μουσικῆς, πολλοὺς καλάμους

ἔχον συνδεδεμένους.

8. σπήλαιον· ἄντρον.

ἀνδραποδιστὴς ἂν εἴη ὁ θηρῶν ἄνδρας ἐπὶ δουλείᾳ·

τοῦτ᾽ ἐστὶ τὸ ἀνδραποδίζειν, οἱ δὲ δοῦλοι καλοῦνται καὶ ἀνδράποδα.

11. ὕοντος· ὕει μὲν ὁ Ζεὺς καταχέων ὑετόν, τοῦτο

δ᾽ ὕδωρ ἐστί· καὶ δὴ καὶ ἀστραπὴ καὶ βροντὴ γίγνονται

ἐκ νεφελῶν, ἡ μὲν πῦρ οὖσα, ἡ δὲ ψόφος.

14. χάλαζαν καλοῦμεν ὑετὸν πεπηγμένον, ὥστε γενέσθαι κρύσταλλον.

29. μηδαμῶς· μὴ λέγε οὕτως.

ποθῶ· πόθος μ᾽ ἔχει καὶ ἵμερος· ἐπιθυμῶ.

Page 4.

1. ὑπισχνοῦμαι· ἐπαγγέλλομαι ποιήσειν, ὑφίσταμαι, ὑποδέχομαι.

2. λύτρα· ἀμοιβὴν δοὺς τοῦ λύειν, καὶ μισθὸν σωτηρίας,

δοίης ἂν λύτρα· ὥσπερ καὶ ἴατρα ἢ ἰατρεῖα τοῦ ἰᾶσθαι μισθὸς ἂν εἴη.

τριετής· τρία ἔτη γεγονώς· τριῶν ἐτῶν.

3. νομή· νομός· οὗπερ νέμεται τὰ βοσκήματα.

4. ἀφελής· γενναῖος ὤν τις καὶ ἄφθονος, ἀφελής ἐστιν.

ἁπλοῦς· οὐ διπλοῦς, εὐήθης.

6. _χαίρειν ἐῶμεν_ ταῦθ᾽ ἅπερ ἀφίεμεν, λανθανόμενοι ὥστε μηκέτι χρῆσθαι.

7. ἐπουράνιος· ἐν τῷ οὐρανῷ.

9. ἀμβροσία· τὸ ἀθάνατον· ἀθανασία· τροφὴ δ᾽ αὕτη τῶν θεῶν,

ὥσπερ καὶ τὸ νέκταρ τῶν θεῶν πόσις.

11. ἐγχέοι τις ἂν οἶνον καὶ τὰ τοιαῦτα ἐκ

τοῦ πρόχου εἰς τὰ ποτήρια καὶ ἐκπώματα.

15. ἡλικιώτης ὁ τὴν αὐτὴν ἔχων ἡλικίαν καὶ τοσαῦτα ἔτη γεγονώς.

17. ἀστράγαλοι τῷ ὄντι μὲν ὀστᾶ ἐστι τοῦ τραχήλου·

ἐχρῶντο δ᾽ αὐτοῖς οἱ Ἕλληνες ὥστε κυβεύειν. ἔβαλλον

γὰρ τοὺς κύβους ἐκ πύργου, καὶ οὕτως ἔπαιζον μετ᾽

ἀλλήλων. εἶχον δ᾽ οἱ κύβοι σημεῖα ἐν ἑκάστῳ προσώπῳ,

ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ (οἱ δ᾽ ἀστράγαλοι εἰς

τὰ τέτταρα μόνον). τὰ δὲ λοιπὰ οἶσθά που· τί μήν;

18. φαιδρὸς μὲν ὁ οὐρανὸς λάμποντος ἡλίου, φαιδρὰ

δ᾽ ἡ ἡμέρα, φαιδρὸν δὲ τὰ χαιρόντων ἀνθρώπων πρόσωπον.

20. χρήσιμόν τοι ᾧ χρῆσθαι πάρεστιν.

ποιμαίνουσιν οἱ ποιμένες τὰς ποίμνας.

22. οἰνοχοοῦσιν οἱ οἰνοχόοι τὸν οἶνον ἐκχέοντες.

23. τετάξῃ· τεταγμένος ἔσῃ τάξιν ἔχων.

συμπόσιον γίγνεται ὅπου ἂν συμπίνωσιν οἱ συμπόται·

δῆλοι γάρ εἰσι πίνοντες ὁμοῦ.

25. κισσύβιον· ποτήριον ξύλινον ᾧ χρῶνται οἱ ἄγροικοι.

27. διακονῶ· ὑπηρετῶ· διακονεῖ δὲ διάκονος.

Page 5.

4. ὀρέγω· προτείνω, προφέρω.

3

5. Ἥφαιστος· χαλκεὺς καὶ δημιουργὸς τῶν θεῶν.

6. βρέφος· τὸ παιδίον εὐθὺς γενόμενον· γαλαθηνὸν παιδίον.

7. τεχθέν· γενόμενον· τίκτει γὰρ τὸ βρέφος ἡ μήτηρ.

μειδιῶ· γελῶ ἡσύχως ἄνευ ψόφου.

8. ἀποβησόμενον· γενησόμενον.

9. ἦ· ἆρα. μή σε λαθέτω ὁ τόνος, διαφέρει γὰρ καὶ τοῦ ἢ καὶ τοῦ ᾖ·

δέδοικα δὴ μὴ ἁμάρτῃς.

10. Ἰαπετὸς πρῶτος ἦν Τιτάνων, πρεσβύτατος οὖν.

σὺ δὲ τίνα λέγοις ἂν παλαιότατον τῶν ἀνθρώπων

ἀγγλιστί;

πανουργία· κακουργία, ἐπεὶ πάντ᾽ ἂν ποιοίη ὁ

κακοῦργος ὥστε ἔχειν ἃ ἂν βούληται.

12. ἀρτίτοκος· νεογέννητος, νεογνός· ἄρτι γεγονώς.

13. Ποσειδῶν ἀδελφὸς μὲν τοῦ τε Διὸς καὶ τοῦ

Ἅιδου, βασιλεὺς δὲ τῆς θαλάττης· ἐφόρει δὲ τρίαιναν·

καὶ δὴ καὶ ἡ τρίαινα ὄργανον τρεῖς ὀδόντας ἔχον, ᾧπερ

ῥαχίζουσιν ἰχθῦς οἱ ἁλιῆς.

15. κολεός· ἐν ᾧ κεῖται τὸ ξίφος.

ἀφοπλίζω· ἀφαρπάζω τὰ ὅπλα.

18. σπάργανα· ἐν τούτοις αἱ τροφοὶ τυλίττουσι τὰ βρέφη, ἀντὶ ἐσθῆτος χρώμεναι.

21. ἐργαλεῖον· ὄργανον ἔργου.

24. ἐπίσκεψαι· προσβλέπειν καὶ ἐλέγχειν τὸ ἐπισκοπεῖν.

ἀκριβῶς· εὖ, καθ᾽ ἕκαστα.

25. πυράγρα· ὄργανον τοῦ τοὺς ἄνθρακας κατέχειν.

οὐ γὰρ εἶδες καὶ σὺ ἐν ὑμετέρου πυράγραν παρὰ τῇ

ἑστίᾳ κειμένην;

Page 6.

1. ὀξύχειρ· ὀξεῖαν χεῖρα ἔχων.

2. κλεπτική· τέχνη τῶν κλεπτῶν.

4. στωμύλος· λάλος, λαλῶν, πολλὰ λέγων.

ἐπίτροχος· τρέχων τάχιστα· ἐνταῦθα δὲ τρέχει ἡ γλῶττα τοῦ βρέφους.

5. προκαλοῦμαι· καλοῦμαι πρὸς ἅμιλλαν καὶ ἀγῶνα.

καταπαλαίω· παλαίω ὥστε καταβάλλειν τινά.

6. ὑφελών· ὑφαιρεῖ τὼ πόδε σφάλλων τίς τινα, ὥστε καταπεσεῖν χαμαί.

μεταξὺ ἐπαινούμενος· ἐν ᾧ ἐπαινοῦσιν αὐτὸν οἱ ἄλλοι.

7. Ἀφροδίτη (ῑ)· ἡ θεὸς τοῦ ἔρωτος.

κεστός· ζώνη τῆς Ἀφροδίτης.

8. ἀσπάζομαι· περιβάλλω τὰς χεῖρας.

9. κεραυνός· τοῦτον καταρρίπτει ὁ Ζεὺς ἀστράπτων τε καὶ βροντῶν.

10. ὑφείλετο· ἔκλεψεν.

11. γοργός· δεινότατος.

13. τεκμαίρομαι· ἐννοῶ χρώμενος τεκμηρίοις.

Lucian's Dialogues prepared for schools · 第 4 / 9 题