14. χελώνη· turtoise.

15. συμπήγνυμι· συζεύγνυμι βεβαίως πολλὰ εἰς ἕν.

πῆχυς· χείρ· κέρας.

ἐναρμόζω· ἐμπήγνυμι ὥστ᾽ εὖ κατακεῖσθαι.

ζυγῶ· ζεύγνυμι.

16. κόλλαβος· κόλλοψ· οἱ δὲ κόλλοπες πάτταλοι.

μαγάς· ζυγόν.

17. μελῳδῶ· μέλος ἐστὶν ᾠδή, ἡδὺς ἦχος.

18. ἐναρμόνιος· ἔχων ἁρμονίαν, εὖ ἠχῶν.

κιθαρίζω· τῇ κιθάρᾳ χρῶμαι.

21. δηλαδή· δήπου· δῆλα ταῦτα δή.

ὑπόπτερος· πτέρυγας ἔχων.

22. ῥάβδος· βακτηρία.

23. ψυχαγωγῶ· τὰς ψυχὰς ἄγω τῶν ἀποθανόντων.

24. παίγνιον· ᾧ ἂν παίζωμεν, παίγνιον τοῦτο.

25. τοιγαροῦν· διὰ ταῦτα, οὖν, ἄρα.

4

Page 7.

1. Ἥφαιστον ἤδη διηγησάμεθα δημιουργὸν

εἶναι καὶ χαλκέα τῶν θεῶν· περὶ οὗ καὶ τοιάδε φασίν·

χωλὸν μὲν εἶναι τὸν ἕτερον πόδα· γεγαμηκέναι δὲ τὴν

Ἀφροδίτην· καὶ πεποιηκέναι θαύματα πολλά, αὐτομάτους

τε δίφρους καὶ τρίποδας.

Δία δέ φασι καταπιεῖν τὴν νύμφην Μήτιδα· μετὰ

δὲ ταῦτα μεταπέμψασθαι τὸν Ἥφαιστον, τούτου δὲ

πλήξαντος τὴν τοῦ Διὸς κεφαλὴν τῷ πελέκει, ἀναπηδᾶν

ἐκ τῆς κεφαλῆς τὴν Ἀθηνᾶν ὡπλισμένην.

4. διακόπτω· διατέμνω, σχίζω.

7. πειρᾷ· πεῖραν ποιεῖ σύ, ὥστε ἐλέγχειν· ζητεῖς.

μέμηνα· μανία μ᾽ ἔχει, μαίνομαι· παραφρονῶ· οὔκ εἰμι ἐν ἐμαυτοῦ.

10. ἀπειθῶ· οὐ πείθομαι.

11. καθικνεῖσθαι· καταπλήττειν πελέκει ἢ μάστιγι ἢ βακτηρίᾳ ἢ ἄλλῳ τινί.

μέλλομεν ποιεῖν ἃ ἂν μηκέτι ποιῶμεν, ὥστε χρόνον ἐγγίγνεσθαι.

διατρίβομεν χρόνον, δέον ποιεῖν.

12. ὠδίς· ἄλγος καὶ ἀλγηδὼν καὶ ὀδύνη μεγίστη·

ἀλγεῖ δὴ τὴν κεφαλὴν ὡς μάλιστα ὁ Ζεύς.

ἐγκέφαλος· τί δῆτ᾽ ἔνεστιν ἐν τῇ σῇ κεφαλῇ, ὦ παῖ;

εἰδὼς γὰρ τοῦτο, εἴσῃ ὅτι ἐστὶν ὁ ἐγκέφαλος.

14. ὅρα μὴ ποιήσωμεν· δέδοικα μὴ ποιήσωμεν, ὥστε ἐπιμελοῦ καὶ φυλάττου.

15. ἀναιμωτί· ἄνευ αἵματος.

16. θαρρῶν· ἄνευ φόβου.

17. τὸ συμφέρον· ὃ συμφέρει, τὸ δέον, τὸ εὖ.

18. ἄκων· οὐχ ἑκών, οὐχ ἑκούσιος.

19. ἔνοπλος· ἐν ὅπλοις, ἔχων ὅπλα, ὡπλισμένος.

21. μῆνιγξ ὥσπερ σάκκος τις ἐστίν, ἐν ᾧ κεῖται ὁ ἐγκέφαλος.

22. ἦ που· οἶμαι.

23. πηδᾷ· ἅλλεται.

πυρριχίζει· οἱ πυρριχισταί, ὁπλῖται ὄντες, ἐχόρευον τὴν πυρρίχην, χορὸν ὄντα.

24. ἐνθουσιάζει ὁ κατεχόμενος ὑπὸ θεοῦ ἢ Νυμφῶν·

ὅμοιος δ᾽ ὁ ἐνθουσιασμὸς τῇ μανίᾳ.

26. γλαυκῶπις· γλαυκοὺς ἔχουσα τοὺς ὀφθαλμούς.

ἡ κόρυς σῴζει κεφαλὴν ὁπλίτου.

27. μαίωτρα· μισθὸς τῆς γεννήσεως τοῦ βρέφους.

ἐγγυᾶν· ὁ πατὴρ ἐγγυᾷ τινι τὴν θυγατέρα ὅταν ὑπόσχηται ἐκδιδόναι αὐτὴν γυναῖκα.

Page 8.

2. τό γ᾽ ἐπ᾽ ἐμοί· ὅσον γε δύναμαι.

5

8. Ἀσκληπιός, ἄνθρωπος ὢν πρῶτον καὶ ἰατρὸς

ἄριστος, εἶθ᾽ ἥρως ἐγένετο, καὶ μετὰ ταῦτα θεός. οἱ

δὲ ἀεὶ νοσοῦντες ἐφοίτων ὡς αὐτὸν εἰς τὸ Ἀσκληπιεῖον,

ἵνα ὑγιεῖς γένοιντο· πρὸς τοῦτο δὴ ἐνεκάθευδον ἐν τῷ

Ἀσκληπιείῳ, ὡς ὑπηρετήσοντος τοῦ θεοῦ.

Τὸν δ᾽ _Ἡρακλέα_ τίς οὐκ οἶδεν ὅστις ἦν; υἱὸς μὲν ἦν

Διὸς καὶ Ἀλκμήνης, ἥρως δ᾽ ἰσχυρότατος· βρέφος γὰρ

ὢν ἔτι δύο δράκοντας τοῖν χεροῖν ἄγχων διέφθειρεν·

ὀκτωκαίδεκα δ᾽ ἔτη γεγονὼς ἀνεῖλε τὸν ἐν Κιθαιρῶνι

λέοντα· καὶ μετὰ ταῦτα πολλὰ καὶ ἄλλα ἐποίει, τοὺς

λεγομένους ἄθλους, δώδεκα τὸν ἀριθμόν, ὧν πρῶτος

ὁ ἐν Νεμέᾳ λέων.

10. ἐρίζω· ἔριν ποιοῦμαι· ἀγωνίζομαι.

ἀπρεπῆ τὰ μὴ πρέποντα· ταῦτα δ᾽ οὐ χρεὼν ποιεῖν.

12. φαρμακεύς· ὃς φαρμάκοις φθείρει ἢ βλάπτει.

13. προκατακλίνεσθαι· παρὰ δείπνῳ κλίνεσθαι πρότερος.

15. ἐμβρόντητος· κεραυνωθείς, κεραυνῷ πεπληγμένος.

ὁ γὰρ Ἀσκληπιὸς ὑπὸ Διὸς ἐκεραυνώθη, ἐν

ᾧ ἐπειρᾶτο ἰᾶσθαι τὸν Γλαῦκον, νεκρὸν ὄντα, ὥστε

ἀναβιώσκεσθαι.

16. ἃ μὴ θέμις· ἃ μὴ δεῖ· οὐ γὰρ ἔξεστι ποιεῖν ζῆν τοὺς νεκρούς.

ἔλεος· οἶκτος.

17. μετείληφας· μοῖραν εἴληφας, μετέσχηκας.

19. καταφλέγω· κατακαίω. ὁ γὰρ Ἡρακλῆς ἀπέθανε

τρόπῳ τοιῷδε. ἡ μὲν Δηιάνειρα, γυνὴ οὖσα τοῦ

Ἡρακλέους, ζηλότυπος γενομένη, ἔχρισε χιτῶνα τῷ

τοῦ Κενταύρου Νέσσου αἵματι, ὅπερ ἐφύλαττε παρ᾽

ἑαυτῇ ὡς φίλτρον δὴ ἔρωτος ὄν. τὸ δ᾽ ἦν ἰὸς τὸ αἷμα.

ἐνδὺς μέντοι ὁ Ἡρακλῆς τὸν χιτῶνα ἔθυεν· θερμανθέντος

δὲ τοῦ χιτῶνος ὁ ἰὸς μὲν τὸν χρῶτα ἔσηπε, ὁ δὲ

τὸν χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο

δ᾽ αἱ σάρκες αὐτῷ. ἀτὰρ ὁ Ἡρακλῆς πυρὰν

ποιήσας ἐπέβη· ἐπιβάντος δέ τις ὑφῆψεν. οὕτω δὴ

ἀπέθανεν ὁ Ἡρακλῆς.

ὀνειδίζεις· λέγεις ὡς ὄνειδος ὄν· τὸ δ᾽ ὄνειδος αἰσχρόν τι.

20. βεβίωται ἴσα· βίος ἴσος γέγονεν ἐμοί τε καὶ σοί.

21. ἐκκαθαίρω· καθαρὸν ποιῶ.

22. καταγωνίζομαι· ἀγῶνα ποιησάμενος νικῶ.

ὑβριστὴς ὑβρίζει, ὕβριν ποιούμενος.

23. τιμωροῦμαι· δίκην λαμβάνω.

ῥιζοτόμος· καὶ γὰρ ῥίζας τέμνει ὁ ἰατρὸς πρὸς τὰ φάρμακα·

ἡ δὲ ῥίζα τὸ κάτω μέρος τῶν φυτῶν τὸ ἐν τῇ γῇ.

ἀγύρτης· φέναξ καὶ γόης, θαύματα μὲν ἐπαγγέλλων, ποιῶν δ᾽ οὐδὲν ὑγιές.

25. ἀνδρώδης· ἀνδρεῖος· πρέπων ἀνδρί.

ἐπιδεδειγμένος· πεποιηκώς.

26. ἔγκαυμα γίγνεται ἐν τῷ σώματι ὅταν πῦρ καύσῃ τὸ σῶμα.

ἰῶμαι· ἰᾶται ὁ ἰατρὸς ποιῶν ὑγιῆ τὸν νοσοῦντα.

27. πρῴην· τρίτη ἡμέρα αὑτηί.

ἡμίφλεκτος ἂν εἴη τις, ἐὰν κατακαῇ τὸ ἥμισυ.

διεφθαρμένος· κατατακείς, ἀπολωλώς.

Page 9.

3. ξαίνειν ἔρια, to card wool.

πορφυρίς· χιτὼν πορφυροῦς.

4. Ὀμφάλη· καὶ γὰρ ὁ Ἡρακλῆς ἤρα οὕτω τῆς Ὀμφάλης, ὥστε δοῦλος γενέσθαι αὐτῆς.

5. μελαγχολῶ· μαίνομαι. ἐνομίζετο γὰρ ὁ μανιώδης ὑπὸ μελαίνης χολῆς μαίνεσθαι.

7. ὀνήσει· ὄφελος ἔσται, ὠφελήσει· τοῦτο γὰρ τὸ ὀνίνημι.

9. Παιών· Ἀπόλλων, ἅτε ἰατρὸς ὤν.

συντριβείς· τριφθείς, θραυσθείς, ὥστε κόμματα γενέσθαι.

12. εἰκός· εὔλογον τὸ εἰκός, καὶ συγγνωστόν.

6

15. σκυθρωπός· οὐ φαιδρὸς τὸ πρόσωπον, οὐχ ἱλαρός.

16. πενθῶ· πένθος μ᾽ ἔχει, ἐν πένθει εἰμί.

ὅταν γὰρ ἀποθανῶσιν οἱ φίλοι πενθοῦμεν.

Λάκων· ὁ ἐκ τῆς Λακωνικῆς· μεγίστη δὲ πόλις Λακωνική, Σπάρτη ἐστίν.

20. σχέτλιος· ἄγριος, σκληρός, δυσάλγητος, ὠμόφρων.

24. ἀκούσιος· οὐχ ἑκούσιος· ἄκων, οὐχ ἑκών.

26. δισκεύω· δισκῶ, δίσκον ῥίπτω· ὁ δὲ δίσκος

κύκλος χαλκοῦς, ὃν ἔρριπτον οἱ νεανίαι καθ᾽ ἅμιλλαν.

Page 10.

1. κάκιστα ἀνέμων ἀπολούμενος· κατάρα

αὕτη· ὥσπερ μὲν γὰρ λέγομεν κάκιστα ἀνθρώπων, τοῦτ᾽

ἐστὶ κακὰ πάντων μάλιστα, ὥστ᾽ οὐκ ἂν γένοιτο κάκιον,

οὕτως ἐνταῦθα περὶ ἀνέμων. ὁ δὲ νοῦς, κατάρατος

ἄνεμος.

φθονῶ· οἱ φθονεροὶ μισοῦσι τοὺς εὐτυχοῦντας, καὶ βούλονται

αὐτοὶ εὐτυχεῖν ἀντ᾽ ἐκείνων.

2. εἴωθα· φιλῶ ποιεῖν, ποιῶ ἑκάστοτε κατ᾽ ἔθος· εἴθισμαι· διατελῶ ποιῶν.

3. Ταΰγετος· ὄρος τῆς Πελοποννήσου, μεταξὺ ὂν

τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας· ὑψηλὸν δ᾽ ἐστὶ

τὸ ὄρος ὁ Ταΰγετος μυρίους πόδας μάλιστα. οἱ δὲ

Σπαρτιᾶται ἐνίκησαν ἂν ῥᾳδίως τοὺς Μεσσηνίους εἴ

γε μὴ διὰ τοῦτο τὸ ὄρος.

4. ἐνσείω· βίᾳ προσάγω. ὁ γὰρ Ζέφυρος βίᾳ προσέφερε τὸν δίσκον τῷ Ὑακίνθῳ.

7. κατατοξεύω· ὀιστὸν ἀφίημι ἐκ τόξων.

ἐπισπόμενος· ἀκολουθήσας, διώξας.

8. ἄχρι· οὐ λήγω διώκων, πρὶν ἂν ἀφίκωμαι πρὸς τὸ ὄρος.

9. ἐχωσάμην· χώννυμι χῶμα συγχέων γῆν ὥστε σωρὸν γενέσθαι.

Ἀμύκλαι· πόλις τῆς Λακωνικῆς, οὐ μακρὰν τῆς

Σπάρτης, ἀπέχουσα δ᾽ εἴκοσιν ὡς εἰπεῖν σταδίους.

ἐνταῦθα ἦν ἑορτὴ τὰ Ὑακίνθια.

10. ἄνθος· τοῦ δ᾽ ἄνθους ὄνομα Ὑάκινθος· ἔστι μὴν

σημεῖα ἐπὶ τοῦ ἄνθους, ὅμοια τῷ ΑΙ ἢ τῷ ΑΙΑΙ. καὶ

μὴν οἵ γε πενθοῦντες τοὺς νεκροὺς ἔκλαιον λέγοντες

αἰαῖ· τοῦτο τἄρ᾽ ἐστὶ τὸ αἰάζειν, καὶ τὸ ἐπαιάζειν τῷ

νεκρῷ.

13. ἀλόγως· ἄνευ λόγου καὶ νοῦ.

7

16. Λητὼ μήτηρ μὲν ἦν Ἀπόλλωνος καὶ Ἀρτέμιδος,

ἔτεκε δ᾽ ἐν Δήλῳ νήσῳ· ἡ γὰρ Ἥρα ἐμίσει τὴν Λητώ, καὶ

ἐδίωκε, πέμψασα τὸν δράκοντα Πυθώ· ὥστε ἐφοβεῖτο

πᾶσα ἡ γῆ μὴ κακόν τι πάθῃ ὑπὸ τῆς Ἥρας, οὐδ᾽ ἔτλη

οὐδεμία γῆ δέξασθαι τὴν Λητώ. ἡ δὲ Δῆλος τότε

πλώιμός τις νῆσος, ἔπλει γὰρ ὥσπερ ναῦς, ἀλλ᾽ ἀδήλως

ὑπὸ τοῦ ὕδατος· αὕτη δὲ δήλη γενομένη ἐδέχετο τὴν

Λητὼ ἀσμένη. καὶ πρὶν τὴν Λητὼ ἀφικέσθαι εἰς τὴν

Δῆλον, ἐπηξεν [typo: read 'ἔπηξεν'] ὁ Ζεὺς τὴν νῆσον καὶ ἐρρίζωσεν· ἐνταῦθα

δ᾽ ἴσθι τὴν Λητὼ τεκοῦσαν τὼ παῖδε.

20. Ἥφαιστος γάρ, υἱὸς ὢν Ἥρας, χωλὸς ἦν καὶ

αἰσχρός· ὥστε λέγει κατ᾽ εἰρωνείαν ἡ Λητώ, ὡς εἰκάσαι.

21. χωλός· τὸν ἔτερον πόδα οὐκ ἀρτίπους ὤν.

22. τεχνίτης· ἔμπειρος τέχνης.

κατακοσμῶ· πάντα τίθημι ἐν κόσμῳ καὶ παρασκευάζω πάσαις παρασκευαῖς.

23. σπουδάζω· θεραπεύω· τὸ δ᾽ ἐναντίον ἐστὶ τὸ καταφρονῶ.

24. ἀρρενικός· ὥσπερ ἀνήρ.

25. ὄρειος· ἐν ὄρεσιν οἰκοῦσα.

Σκυθία· ἦν γὰρ ἐν Χερρονήσῳ Ταυρικῇ ἄγριον γένος

Σκυθῶν, οἱ τοὺς ξένους ἔθυον τῇ αὑτῶν θεῷ· ταύτην

δὲ τὴν θεὸν ἐκάλουν Ἀρτέμιδα οἱ Ἕλληνες. περὶ δὲ

τούτων πεποίηκεν ὁ Εὐριπίδης τραγῳδίαν, τὴν Ἰφιγένειαν

ἐν Ταυροῖς.

26. ξενοκτονοῦσα· κτείνουσα τοὺς ξένους.

Page 11.

1. ἀνθρωποφάγοι ἀνθρώπους ἐσθίουσιν.

2. προσποιεῖται· ἀξιοῖ οἷός τ᾽ εἶναι, λόγῳ μέν, ἔργῳ δ᾽ οὔ.

3. μαντεύεται ὁ μάντις, ὢν προφήτης τῶν θεῶν· καὶ χρῆται μαντείᾳ.

4. ἐργαστήρια· οἱ ἐργάται ἐργάζονται ἐν ἐργαστηρίοις·

δημιουργοὶ δηλαδή· λέγει δὲ ταῦθ᾽ ὡς καταφρονοῦσα τοῦ Ἀπόλλωνος·

φαῦλον γάρ τινα καλεῖ αὐτὸν ἀντὶ θεοῦ, τὰ δὲ μαντεῖα ὥσπερ ἐργαστήρια

σκευῶν ἀνθρωπίνων.

5. ἡ Κλάρος ἐγγὺς ἦν Κολοφῶνος, ἐν Ἰωνίᾳ τῆς

Ἀσίας· ἐν ᾗ μαντεῖον ἦν τοῦ Ἀπόλλωνος. τίς δ᾽

ἀγνοεῖ ἕτερον ὂν ἐν Δελφοῖς; τὰ μέντοι _Δίδυμα_ τρίτον

μαντεῖον, ἐν Ἰωνίᾳ καὶ αὐτό, οὗπερ οἱ Βραγχίδαι

ἱερῆς ἦσαν κατὰ γένος.

ἐξαπατᾷ· ἀπατᾷ εὖ, ψεύδει, κλέπτει τὸν νοῦν, δολοῖ,

παρακρούεται, περιέρχεται. ἀπατᾷ δ᾽ ὃς ἂν λάθῃ ποιῶν.

6. χρωμένους· χρῇ μὲν ὁ θεός, χρῶνται δ᾽ αὐτῷ οἱ

ἐρωτῶντες· τὰ δ᾽ ὀνόματα χρησμὸς καὶ χρηστήριον.

λοξός· οὐκ ὀρθός.

ἐπαμφοτερίζοντα· ἀμφίλογα, δύσκριτα, δυσμαθῆ, ἀμφισβητήσιμα·

οἷα ἑρμηνείαν ἐνδέχεται διπλῆν ἐπ᾽ ἀμφότερα.

7. ἐρώτησις· ἐρώτημα· τὸ ἐρωτώμενον.

8. σφάλμα κτλ. ἵνα μὴ ᾖ κίνδυνος μηδείς, ἐὰν

σφαλῇ, καὶ ἐὰν μὴ ὀρθῶς ἀποκρίνηται.

9. ἀνόητος· ἄνευ νοῦ· ὃς ἂν μὴ νοῦν ἔχῃ, μῶρος ὤν.

παρέχοντες κτλ. ἐῶντες τὸν θεὸν ἐξαπατᾶν αὑτούς.

10. συνετός· σοφός, ἐπιστήμων.

11. τερατεύομαι· τέρατα καὶ θαύματα λέγω, ἅτε γόης ὢν καὶ φέναξ καὶ ἀγύρτης.

13. Δάφνη· ἤρα γὰρ τῆς Δάφνης ὁ Ἀπόλλων,

νύμφης οὔσης· καὶ ἐδίωκε· διώκοντα δὲ φεύγει ἡ Δάφνη

καὶ φρούδη ἦν, ἀντὶ δὲ τῆς νύμφης ἰδοὺ φυτόν,

ὃ καλοῦμεν δάφνην.

14. κομήτης· μακρὰν τὴν κόμην ἔχων. οἶσθα δήπου

τοὺς ἀστέρας τοὺς κομήτας, διὰ τί οὕτω καλοῦνται.

εἰ δὲ μή, φεῦ τῆς ἀμαθίας.

15. καλλίτεκνος· ἔχων καλὰ τέκνα.

Νιόβη ἡ Ταντάλου ἑπτὰ μὲν ἔτεκεν υἱούς, ἑπτὰ δὲ

θυγατέρας· δι᾽ ὃ εὐτεκνοτέρα ἔφη εἶναι τῆς Λητοῦς,

ἅτε δύο ἐχούσης· διὰ ταῦτ᾽ ἀγανακτήσασα ἡ Λητώ,

τήν τ᾽ Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα παρώξυνε κατ᾽

αὐτῶν, ὥστε τὰς μὲν θυγατέρας ἐπὶ τῆς οἰκίας κατετόξευσεν

Ἄρτεμις, τοὺς δ᾽ υἱοὺς κοινῇ πάντας ἐν Κιθαιρῶνι

κυνηγετοῦντας Ἀπόλλων ἀπέκτεινεν. ἀλλ᾽ ὅμως ἐσώθη

τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν δὲ θηλειῶν Χλῶρις.

αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα ὡς τὸν πατέρα

Τάνταλον ἧκεν εἰς Σίπυλον, κἀκεῖ τῷ Διὶ εὐξαμένη

τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ καταρρεῖ δάκρυα

νύκτωρ καὶ μεθ᾽ ἡμέραν κατὰ τοῦ λίθου. καὶ δὴ καὶ

νῦν ἴστε φανερὸν ὄντα τὸν λίθον ἐγγὺς τῆς Σμύρνης.

17. ψευδόμαντις· ψευδὴς μάντις· τὸ δ᾽ ἐναντίον ἂν εἴη ἀληθόμαντις.

21. ἐγέλασα· γελῶ ἀκούουσα· χρῶνται γὰρ τῷ

ἀορίστῳ οἱ Ἀττικοὶ οὐ μόνον λέγοντες τὰ γεγενημένα,

ἀλλὰ καὶ τὰ παρόντα ἐνίοτε, ἐάν τι πάθωσιν ἀπροσδοκήτως.

τοιοῦτό τοι καὶ τὸ ἐπῄνεσα ἀντὶ τοῦ ἐπαινῶ ὅτι εἶπας.

22. Μαρσύας σάτυρος ἦν, ὃς ἀγῶνα μουσικῆς κατέστησε

τῷ Ἀπόλλωνι· νικηθεὶς δὲ δίκην ἔδωκε τῷ θεῷ,

ἀποδαρεὶς τὸ δέρμα.

23. νῦν δέ· ὥσπερ ἐστίν, ὡς ἔχει τὸ πρᾶγμα τῷ ὄντι.

24. ἁλούς· νικηθείς.

26. Ἀκταίων κυνηγετῶν ἐν ὕλῃ κατὰ τύχην εἶδε

τὴν Ἄρτεμιν· ἡ δ᾽ ἀγανακτήσασα ἐποίησε κατακτείνειν

αὐτὸν τοὺς κύνας, ὡς θηρίον τι ὄντα δῆθεν.

27. αἶσχος· ὅτι αἰσχρὰ ἦν καὶ οὐ καλή.

Page 12.

1. ἀδεῶς· ἄνευ δέους· ἀφόβως. ἀδεὴς γὰρ

ὃς ἂν μὴ φοβῆται μηδέν. τὸ δ᾽ ὄνομα, ἄδεια.

8

6. κατηγωνίσω· ἀγωνιζόμενος ἐνίκησας.

7. Ῥέα· Κυβέλη μήτηρ θεῶν.

8. ἄπυρος· ἄνευ τοῦ πυρός, οὐδὲ καίων οὐδέν.

δᾴς· πεύκη ἢ ξύλον φλεγόμενον.

9. ὀιστός· τόξον. φυλάττουσι δ᾽ οἱ τοξόται τὰ τόξα

ἐν φαρέτρᾳ, τὴν δὲ φαρέτραν ἀναδέουσιν ἐπὶ τοῦ νώτου.

ἄστοχος· ἄνευ στόχον, ἄνευ βολῆς ὀιστοῦ· στοχάζονται

γὰρ τοῦ σκοποῦ οἱ τοξόται, στοχασάμενοι δ᾽ ἢ

τυγχάνουσι τοῦ σκοποῦ ἢ ἁμαρτάνουσιν αὐτοῦ.

10. δέδια· δέδοικα καὶ διὰ δέους εἰμί· φοβοῦμαι.

ὃν γὰρ ἂν φόβος ἔχῃ, δέδιεν.

11. χαροπός· φαιδρούς τε ἔχων τοὺς ὀφθαλμοὺς καὶ γλαυκούς.

τὸ δὲ χρῶμα ταὐτὸ τῇ θαλάττῃ.

ἐντεινάμενος· ἐπειδὴ παρεσκευασάμην τὸ τόξον ἐντείνας τὸ νεῦρον.

12. ἐπισείω· κινῶ ἔνθα καὶ ἔνθα.

λόφος· ὄγκος κόμης ἐπὶ τῆς κόρυθος.

ἐκπλήττω· φοβῶ σφόδρα.

13. ὑπότρομος· τοιοῦτός τις τρέμει ὀλίγον.

17. προσίεται· δέχεται ἄσμενος ὁ προσιέμενος.

18. ὑφορᾶται· ὑποβλέπει μεθ᾽ ὑποψίας, ὡς δεινὸν τι προσδοκῶσα.

19. παρέπτην· ὅσα πτέρυγας ἔχει, πέτεται.

20. δοράτιον· δόρυ.

21. διαπείρασα· διατρήσασα. τετραίνοι δ᾽ ἂν τις,

εἰ ὀξύ τι διώσαι διά τινος· αὐτίκα μάλα τὸ κρέας

τετραίνει ὀβελοῖς ὁ μάγειρος.

23. ἀπειλεῖ ὃς ἂν κακὰ ποιήσειν ὑπόσχηται.

δρῑμύς· ὠμός, ὀξύς.

24. ἐχίδναις κατάκομον· ἔχον ἐχίδνας ἀντὶ κόμης·

ἡ δ᾽ ἔχιδνα εἶδος δρακόντων ἂν εἴη.

25. μορμολύττεται· φοβεῖται σφόδρα· καὶ γὰρ φοβοῦσι

τὰ παιδία αἱ τροφοί, λέγουσαι μορμώ, μορμώ·

καὶ μὴν ἥ γε μορμὼ τέρας ἐστίν.

Page 13.

2. Γοργώ· ἦσαν μὲν τρεῖς αἱ Γοργόνες, Σθενὼ

Εὐρυάλη Μέδουσα, τούτων δὲ θνητὴ μόνη ἡ Μέδουσα·

εἶχον δὲ τὰς κεφαλὰς περιπεπλεγμένας ἐχίδναις, τοὺς

δ᾽ ὀδόντας μεγάλους ὡς συῶν, καὶ τὰς χεῖρας χαλκᾶς,

καὶ πτέρυγας χρυσᾶς δι᾽ ὧν ἐπέτοντο· ἐποίουν δὲ λίθους

τοὺς ἰδόντας. ἀτὰρ τῆς Μεδούσης τὴν κεφαλὴν ἐπειδὴ

ἀπέταμεν ὁ Περσεύς, ἀπέδωκε τῇ Ἀθηνᾷ· ἡ δ᾽ Ἀθηνᾶ

ἐφόρει τὴν κεφαλὴν ἐπὶ τῆς λεγομένης αἰγίδος.

ἀλλὰ τὰ τοῦ Περσέως, ὅπως ἀπέκτεινε τὴν

Μέδουσαν, μῦθος ἄξιος μὲν ἀκούειν, μακρὸς δὲ λέγειν·

ὥστ᾽ ἀναβάλλομαι τοῦτό γε εἰς καιρόν.

3. ἄτρωτος· ἄνευ τραύματος, οὐ τραυματισθείς.

τραῦμά τοι γίγνεται ὅταν τις τιτρώσκῃ, δόρατι ἢ τόξῳ

βαλὼν ἢ ξίφει παίσας.

_ἔξω βέλους_ οὗτός ἐστιν, ὃς ἂν πορρωτέρω ἀπῇ ἢ ὥστε τυγχάνειν τῷ βέλει.

6. αἰδοῦμαι· αἰδώς μ᾽ ἔχει, αἰσχύνομαι.

8. κηλῶ· ἐπᾴδω· προσάγομαι τῇ ἐπῳδῇ.

19. ἑκηβόλος· ὁ βάλλων μακρὰν τὰ βέλη.

9

22. γαλήνη γίγνεται, ὅταν ἡσυχάζῃ ἡ θάλαττα.

ἐνταῦθα διαλέγεται ὡς νύμφη οὖσα.

25. συνεστιῶμαι· ἡ μὲν ἑστίασις δεῖπνον μέγιστον·

ὁ δ᾽ ἑστίασιν διδοὺς τοῖς φίλοις ἑστιᾷ αὐτοὺς ἑστιάτωρ ὤν·

οἱ δ᾽ ἑστιῶνται.

26. ἀκύμαντος· ἄνευ κυμάτων.

Page 14.

3. Θέτις νύμφη ἦν θαλαττία, Πηλεὺς δ᾽

ἔγημε τὴν Θέτιν καὶ ἐγέννησε τὸν Ἀχιλλέα.

4. Ἀμφιτρίτην ἔγημε Ποσειδῶν.

6. λαθοῦσα· λανθάνοι τις ἄν, εἰ μηδεῖς βλέποι.

7. κροτῶ· χαίροντες κροτοῦμεν τὰς χεῖρας.

10. κυλινδεῖται ἐπὶ γῆς σφαῖρα ἀφιεμένη.

11. ἐξεπίτηδες· ἐπίτηδες, ἐκ παρασκευῆς, ἑκουσίως.

13. ἀναγιγνώσκει τις γράμματα, λέγων τε καὶ εἰδὼς τὸν νοῦν.

14. Νηρηΐς· νύμφη θαλαττία· Νηρεὺς γὰρ ὁ Πόντου

θεὺς μὲν θαλάττιος, πατὴρ δὲ τῶν Νηρηΐδων.

15. ἀντιποιοῦμαι· ἀξιῶ ἔχειν.

18. προχωρεῖν πόρρω ἰέναι.

27. διαιτητής· ἐάν τινες ἀμφισβητῶσι περί τινος

πράγματος, καὶ ἐπιτρέπωσιν ἄλλῳ τὸ πρᾶγμα κρῖναι,

διαιτητὴς μὲν οὗτος, δίαιτα δὲ ἡ πρᾶξις.

28. ἀμβλυώττω· ἀμβλὺς μὲν ὁ μὴ ὀξύς· ὃς δ᾽ ἂν

ἀμβλυτέρους ἔχῃ τοὺς ὀφθαλμούς, ἀμβλυώττει, ὥστε

μὴ εὖ καθορᾶν.

10

Page 15.

5. βουκόλος νέμει βοῦς.

8. δικάζω· δικαστής εἰμι, καὶ κρίτης, ὥστε κρίνειν τὰ ἀμφισβητούμενα.

9. ἆθλον· μισθὸς ἀγῶνος. διὰ ταῦτα καλοῦνται οἱ ἀγωνιζόμενοι ἀθληταί.

11. ἀπωθοῦμαι κτλ. οὐκ ἐθέλω διαιτητὴς γενέσθαι,

ἐπειδὴ φιλῶ ὑμᾶς οὐχ ἄλλην ἀλλὴς μᾶλλον, ἀλλὰ πάσας ὁμοίως.

12. εἴ γε ἦν· (ἀλλ᾽ οὔκ ἐστιν).

ἡδέως· ἀσμένως.

14. καλλιστεῖον· ἆθλον τοῦ κάλλους. οὕτω καὶ ἀριστεῖον τὸ τῆς ἀρετῆς ἆθλον.

ἀπεχθάνεσθαι· ἐχθρὸς γενέσθαι, μισεῖσθαι.

15. ἐπιτήδειος· πρέπων.

18. ἀφελής· ἁπλοῦς, γενναῖος.

ἀπαξιῶ· οὐκ ἄξιον εἶναι νομίζω.

20. Μῶμος· ὁ Νυκτός, ὥσπερ θεός τις· ἀλλ᾽ ἐστὶ

τῷ ὄντι μῶμος μομφή. οὗτος οὖν ὁ Μῶμος μέμφεται

πάντα πᾶσιν.

22. μωμῶμαι· μέμφομαι.

23. ἀρέσκω· ἐάν τι μοι ἀρέσῃ, δέχομαι αὐτὸ ἡδέως.

25. ἐπιτραπῇ· ἐάν τις ἐπιτρέπῃ δίαιταν τῷ δεῖνα,

ὁ δεῖνα ἐπιτρέπεται τὴν δίαιταν.

Page 16.

2. ἐρυθριῶ ἐρυθρὸς γενόμενος τὰς παρειάς.

3. ἐπινεύω· ἐπαινῶ, φημί. τὸ δ᾽ οὔ φημι, ἀνανεύω.

καὶ γὰρ αἴρουσι μὲν οἱ Ἕλληνες τὴν κεφαλὴν ἐὰν

ἀπαρνῶνται· καθιᾶσι δ᾽, ἐὰν ἀγαπῶσιν.

8. ἡγοῦμαι· ἡγεμών εἰμι, πορεύομαι πρῶτος, ἄγω.

ἀκολουθεῖ δ᾽ ὁ ἑπόμενός τε καὶ ὕστερον πορευόμενος.

10. ἱκανός· δυνατός, οἷός τε· ὅπερ ἅλις, τοῦθ᾽ ἱκανόν.

12. πρὸς ἐμοῦ κτλ. ὅτι δίκαιος ὁ δικαστής, τοῦτο χρήσιμον ἐμοί.

19. προσέχειν· τὸν νοῦν προσέχειν.

21. ἄλλως· μάτην· μηδὲν ἔχων ἐν νῷ, ἄλλως ποιοίη τις ἄν.

22. ἰδίᾳ· χωρὶς τῶν ἄλλων.

κοινολογοῦμαι· λόγους ποιοῦμαι μετά τινος.

25. πολυπραγμονῶ· πολλὰ πράττω καὶ μὴ πρέποντα.

αὕτη δὲ πολυπραγμοσύνη ἢ ἀλλοτριοπραγμοσύνη.

Page 17.

2. φιλόδοξος· ὃς ἄν φιλῇ τὴν δόξαν.

3. εἰκάζομεν ἃ μὴ ἴσμεν, ἐὰν τεκμήρια ἔχωμεν.

4. ὀρέγομαι· ποθῶ, χρῄζω.

6. ἐγκαλῶ· ὁ ἀδικούμενος ἐγκαλεῖ τῷ ἀδικοῦντι τὴν ἀδικίαν· τοῦτο δ᾽ ἔγκλημα.

7. μεμψίμοιρος ἐκεῖνος, ὃς ἂν μέμφηται τοῖς θεοῖς

ὅτι τοιαύτην δεδώκασι μοῖραν.

9. σχεδόν· μόνον οὐ· σχεδὸν ταῦτα, παραπλήσια.

10. μειονεκτεῖν· μεῖον ἔχειν, μὴ ἴσον ἔχειν ἀλλ᾽ ἔλαττον.

τὸ δ᾽ ἐναντίον, πλεονεκτεῖν καὶ πλεονέκτης.

11. μεταξύ· ἐν μέσῳ.

18. λαιός· ἀριστερός.

19. πλευρά· δύο πλευρὰς ἔχει ἕκαστος· ἔστι δὲ τῷ

ὄντι ἡ πλευρὰ ὀστοῦν· καὶ ἔχομεν ἐν τῷ σώματι

πολλὰς πλευράς, τὰς μὲν ἀριστερὰς τὰς δὲ δεξιάς.

22. βοΐδιον· μικρὸς βοῦς. λέγοι δ᾽ ἄν τις καὶ καταφρονῶν

καὶ ὑποκοριστικῶς τὸ βοΐδιον.

24. σκόπελος· τὸ ἄκρον τοῦ ὄρους.

θέω· τρέχω.

καλαῦροψ· βακτηρία ἀγροίκων καὶ κυνηγετῶν.

25. ἀνείργω· κωλύω.

σκίδνημι· σκεδάννυμι, διασπείρω πανταχοῦ.

28. πλησίον· ἐγγύς.

29. βαδίζω· βαίνω, ὁδοιπορῶ.

Page 18.

5. ἔμπειρος ὃς ἂν ἐμπειρίαν ἔχῃ, εὖ εἰδὼς περὶ ὁτουοῦν πράγματος.

7. Ἀγχίσης (ῑ) γὰρ ἀνὴρ ἦν τῆς Ἀφροδίτης, πατὴρ δ᾽ Αἰνείου.

9. σκῶμμα· οἱ σκώπτοντες πειρῶνται γέλωτα ἐμποιεῖν· τοῦτο δὲ σκῶμμα.

11. ἐνδιέτριψα· χρόνον διέτριψα ἐν Ἴδῃ, πρὶν καὶ νῦν ἀφικέσθαι.

13. κουφίζω· αἴρω, ὥστε κοῦφον δοκεῖν καὶ μὴ βαρύ.

18. τιάρᾱ (ᾱ) καὶ κυρβασία καὶ πῖλος καλεῖται· τὸ δὲ

σχῆμα τοιοῦτο, οἷον παρ᾽ ἡμῖν ἐφόρουν ποτὲ οἱ Γαλλοὶ

οἱ ἐλευθερίαν ἰσομοιρίαν φιλαδελφίαν ἐπαινοῦντες.

26. πλανῶμαι· πορεύομαι ἔνθα καὶ ἔνθα· ἆρ᾽ οὐ μέμνησαι τῶν πλανήτων ἀστέρων;

Page 19.

1. ἀποστέλλω· ἀποπέμπω.

ὠχριᾷ τις ὅταν λευκὸς γένηται ὁ χρώς, εἴτε διὰ φόβον εἴτε δι᾿ ἄλλο τι.

10. παράδοξα τὰ παρὰ δόξαν γενόμενα, τὰ μὴ κατὰ δόξαν· ἀλλοῖα τοῦ εἰκότος.

μεῖζον ἢ κατὰ βουκόλον, ἐπειδὴ οὐχ ὁρῶσι τοιαῦτα οἱ βουκόλοι, οὐ γὰρ πάρεστιν.

11. ἁβρός· μαλθακὸς καὶ κομψὸς καὶ τρυφῶν τις.

ἀστικός· τοῦ ἄστεος· ἐναντίος τοῦ ἀγροίκου.

17. ἐπερείδεται ἡ ὄψις, ὅταν τις βεβαίως ἀποβλέπῃ πρός τι.

ἔχομαι· ἀντιλαμβάνομαι.

20. περικέχυται κτλ. ἔστι γὰρ ὁ βουκόλος ἐν μέσῳ αὐτῶν κάλλος στιλβουσῶν,

ὥσπερ ἐν ἡλίου φάει.

22. Ἄργος, φύλαξ τῆς Ἰνοῦς, ὁ πανόπτης λεγόμενος,

ὀφθαλμοὺς εἶχεν κατὰ πᾶν τὸ σῶμα.

24. συμβέβηκε· τετύχηκε· γέγονε κατὰ τύχην τινά.

27. ἀναδύομαι· ἀποκνῶ ὥστε μὴ ποιεῖν· τὸ δ᾽ ἀναδῦναι τὸ ἀποφυγεῖν.

Page 20.

2. ἁμαρτία γίγνεται ὁπόταν ἁμάρτωμεν τοῦ εὖ, ὥσπερ μὴ τυχόντες τοῦ σκοποῦ.

3. περαίνω· τὸ πᾶν ποιήσας τελῶ καὶ τελευτῶ·

κυρίως δὲ περαίνομεν ποταμὸν καὶ θάλατταν καὶ ὁδόν, διαβαίνοντες.

7. φαρμακίς· γυνὴ ἔμπειρος φαρμάκων. αὗται δὴ γοητεύουσι τοὺς πιστεύοντας.

9. καλλωπίζω· καλὸν ποιῶ.

ἐντετριμμένην χρώματα· ἥτις ἐνετρίψεν ἑαυτῇ χρώματα.

13. ψῑλός· γυμνός.

15. ἐλέγχω· ἐξετάζω. ἐλέγχου δὲ γενομένου πάντα

τοιαῦτ᾽ ἂν φαίνοιτο, οἷα καὶ ἔστι.

19. τεράστιος· τέρατα καὶ θαύματα ποιῶν.

22. γλαφυρός· χαρίεις, κομψός, ἥδιστος.

προσαγωγός· ὃς ἂν προσάγῃ τι πρὸς ἑαυτόν.

25. ἀμφίβολος· οὐκ εἰδὼς τί ποιῇ.

26. σπῶ· ἕλκειν τὸ σπᾶν. εἴ τις εἷλκεν, ἔσπα ἄν.

Page 21.

2. ψῆφος· λίθος· οἱ γὰρ δικασταὶ δικάζοντες

ψήφους καταβάλλουσιν εἰς ὑδρίας δύο, εἰς μὲν τὴν

ἑτέραν ἐὰν ἀποψηφίζωνται καὶ ἀπολύωσιν, εἰς δὲ

τὴν ἑτέραν ἐὰν καταγνῶσίν τινος.

4. τὰ ἡμέτερα· ἡ κρίσις ἡ ἐμή.

5. πεπράξεται· τετελεσμένα ἂν εἴη, οἶμαι.

8. πολεμιστής· δεινὸς πολεμεῖν.

18. ὁποῖον κτλ. σὺ καλὸς εἶ, εἴ τις καὶ

ἄλλος· ὁρῶ δὲ σὲ εἴ τινα καὶ ἄλλον, καλὸν ὄντα.

19. μακαρίζω· νομίζω μάκαρα καὶ εὐδαίμονα δή.

20. αἰτιῶμαι· μέμφομαι, κατηγορῶ.

22. ἐρημία νῦν ἦν ἄν, εἰ μηδεὶς παρῆν ἐνταῦθα.

23. ἀπολαύω· γεύομαι· μετέχω.

ἀπονίνημι· ὄφελος δίδωμι· οἱ δὲ λαβόντες ἀπόναιντ᾽ ἄν.

25. χωρῖτις· γυνὴ τῆς χώρας.

Page 22.

6. κύκνου· καὶ γὰρ πατὴρ ἦν ὁ Ζεὺς

κύκνος γενόμενος· ἡ δὲ Λήδα λέγεται τεκεῖν δύο ᾠά,

καὶ ἐξ ἑτέρου μὲν ἐξελθεῖν τὴν Ἑλένην, ἐκ δ᾽ ἑτέρου

Κάστορά τε καὶ Πολυδεύκην.

9. γυμνάς· εὖ γεγυμνασμένη, ἔμπειρος τῆς γυμναστικῆς.

10. περισπούδαστος κτλ. τοσοῦτοι ἐβούλοντο γαμεῖν.

11. ἄωρος· πρὶν ὥραν γάμου εἶναι.

12. οὐ μὴν ἀλλά· πρὸς τούτοις, ὅμως. οὐδὲν κωλύει μὴ οὐ καὶ τοῦτ᾽ εἶναι.

13. μνηστεία ἐστι, ὅταν μνηστῆρες μνηστεύωσι γυναῖκα, ζητοῦντες αὐτὴν γαμεῖν.

14. ἀπαντῶσιν οἱ συνελθόντες εἰς ἕνα τόπον.

21. ἀποδημεῖ ὃς ἂν ἀπολίπῃ τὴν πατρίδα·

κατελθὼν δὲ ἐπιδημεῖ. εἰ γὰρ σὺ νῦν ἐν Ἑλλάδι ἦσθα, ἀπεδήμεις ἄν.

εἰς θέαν· ὥστε θεᾶσθαι καὶ ὁρᾶν.

Page 23.

6. προμνήστρια παρασκευάζει τὸν γάμον·

γραῦς δ᾽ ἐστὶν αὕτη, καὶ διαλέγεται τοῖς τοκεῦσι τοῦ τε

νυμφίου καὶ τῆς νύμφης. νυμφαγωγὸς δ᾽ αὖ καλεῖται

διότι προσάγει τὴν νύμφην.

ἀμείβομαι· ἀμοιβὴν ποιοῦμαι, διδούς τι ἀντί τινος.

8. ἑορτάζω· ἑορτὴν ἄγω. ἦν γὰρ ἔθος ἑστιᾶν τοὺς

φίλους καὶ ὁπότε γαμοίη τις καὶ ὁπότε νικήσαι τοῖς

ἀγῶσιν.

9. ἔνεστιν· πάρεστιν, δυνατόν ἐστιν. ἔνεστι μὲν τῷ

δυναμένῳ· ἔξεστι δὲ ἐὰν μηδεὶς κωλύῃ· πάρεστι δ᾽ ὃ

ἂν οἷόν τ᾽ ᾖ γενέσθαι.

11. ἀμελῶ τινος, ἐὰν μηδέν μοι μέλῃ.

12. ἐπομνύναι, ἐπόμνυσθαι· ἐάν τις λέγῃ ὅρκον προσθείς, ἐπόμνυσιν.

11

22. ὑπεροπτικά· ὡς καταφρονῶν.

ἀπίθανα· οἷα οὐκ ἂν εἴη ἀληθῆ.

23. σειρά· σχοινίον, ἅλυσις.

24. κρεμάννυμι· ἐάν τι ἀπαρτηθῇ ἀπὸ τοῦ ἄνω, ἐκρεμάσθη.

βιάζομαι· βίᾳ πειρῶμαι.

Page 24.

1. μετεωρίζω· ἄνω ἀνέλκω· ἀνασπῶ.

3. ἀρνοῦμαι· οὔ φημι.

4. ὑπερφέρω· ὑπερβάλλω, ἰσχυρότερός εἰμι.

5. κἄν· καὶ ἐάν.

8. φλυᾱρία· λῆρος. φλυαρεῖ δέ τις λέγων μάταια.

10. _στέγοι ἂν τἀπόρρητα_ ὃς μηδὲν λέγοι ἀλλὰ κρύπτοι πάντα.

11. γελοῖος· ἄξιος γέλωτος.

14. ἐπανίστασθαι· ἐπανάστασιν ποιεῖσθαι· τὸ ἔριν

καὶ στάσιν ποιεῖσθαι τοῖς ἐν τέλει, τοῦτ᾽ ἐστὶ τὸ

ἐπαναστῆναι.

ἐπιβουλεύουσι δ᾽ οἱ λάθρα ποιούμενοι βουλὴν κοινῇ· αὕτη δ᾽ ἐπιβουλή.

15. παντοῖος ἦν δεδιώς· ἐς πᾶσαν ἰδέαν φόβου κατέστη.

17. ἐλεήσασα· οἰκτίσασα, δι᾽ οἴκτου οὖσα.

Βριάρεως γίγας ἦν ἑκατὸν χεῖρας ἔχων.

18. αὐτῷ κεραυνῷ· ἅμα τῷ κεραυνῷ, καὶ μετὰ τούτου.

19. ἐπῄει μοι· εἰς τὸν νοῦν εἰσῆλθεν.

κόμπος ἐστίν, ἐάν τις μέγα λέγῃ, μείζω μὲν οὖν ἢ ὥστε δύνασθαι.

20. ἀσφαλής· ἀκίνδυνος· οὐκ ἔστι γὰρ ὅπως οὐ σφάλλεται ὁ ἁμαρτῶν.

Ἐὰν σὺ ἀναγιγνώσκων μὴ συνίῃς ὅ τί ποτ᾽ ἐστὶν

ὁ μῦθος οὗτος, ζήτει ἐν βιβλίῳ ὀγδόῳ τῆς Ἰλιάδος·

καὶ ἤδη κατ᾽ ἀρχὴν ἀκούσῃ τοῦ Διὸς οὕτω πως λέγοντος.

12

Ὅδε ὁ διάλογος περὶ Φαέθοντος συγγέγραπται.

25. ἅρμα· ἅμαξα, δίφρος, ἐλαύνει τοι τέθριππον ὁ Ἥλιος.

26. κρύος· ψῦχος, ψυχρότης.

Page 25.

1. κομίζω· φέρω.

συνταράττω· ἄνω κάτω ποιῶ ἅπαντα.

2. συνείς· τὸ ἐπίσταμαι ταὐτὸ τῷ συνίημι.

3. λείψανον· τὸ λελειμμένον· μικρόν τι μέρος λειφθέν.

4. ἡνίοχος οὗτος ὃς ἡνιοχεῖ, ἔχων τε τὰς ἡνίας καὶ

ἐλαύνων τοὺς ἵππους· οὕτω καὶ ὁ διφρηλάτης ἐλαύνει

τὸν δίφρον.

6. χαλεπαίνω· χαλεπῶς φέρω καὶ ὀργίζομαι.

7. ἱκετεύω· λιπαρῶ· αἰτῶ μετ᾽ εὐχῆς καὶ λιτῆς.

8. τηλικοῦτος· οὕτω μέγας.

9. ἀκρίβεια (ῑ)· τὸ ἀκριβές, τὸ πάντ᾽ εἶναι κατὰ κόσμον καὶ ὡς δεῖ.

10. οἴχεται· ἀπόλωλεν, διεφθάρη.

11. θῡμός· ὀργή, λῆμα.

12. συνέχω χαλῑνόν· ὀπίσω σπῶ αὐτόν, οὐδὲ χαλῶ.

19. ἀντεῖχον κτλ. ἠναντιούμην μὴ ἐλαύνειν,

οὐδ᾽ ἤθελον παραδοῦναι αὐτῷ τὸ τέθριππον.

20. καταλῑπαρῶ· ἱκετεύων κρατῶ, ὥστ᾽ ἔχειν τοῦθ᾽ ὃ βούλομαι.

21. ἀναβιβάζω· ποιῶ ἀναβαίνειν.

ὑπεθέμην· ἐδίδαξα.

23. κατάντης· κλινόμενος κάτω.

24. ἐγκρατής· κράτος ἔχων· νωμῶν.

25. ἡλίκος· ὡς μέγας.

26. ὀρθήν· προσθὲς τὸ ὁδόν.

27. ἐπικύπτω· προτείνων τὴν κεφαλὴν καθορῶ.

ἐξεπλάγη· φόβῳ τοι ἐκπληττόμεθα.

Page 26.

2. ἀφείς· ἀποβαλών.

3. ἄντυξ· κωλύει ἡ ἄντυξ μὴ ἐκπεσεῖν τινα ἐκ τοῦ

δίφρου· ἀλλὰ τόν γε Φαέθοντα οὐκ ἐκώλυσεν ἡ ἄντυξ

μὴ οὐκ ἐκπεσεῖν.

4. πένθος· ἄλγος, ἀλγηδών, λύπη.

5. ἱκανός· ἅλις.

6. συγγνώμην ἔχω· συγγιγνώσκω·

ὁ δὲ συγγνοὺς οὐκέτι δίκην λαμβάνειν βούλεται οὐδὲ τιμωρεῖσθαι.

7. παρανομῶ· παρὰ τοὺς νόμους ποιῶ.

διάδοχος· ἐὰν ἕτερος ἀφ᾽ ἑτέρου λάβῃ, διαδέχεταί τε καὶ διάδοχός ἐστιν.

9. πυρώδης· πυρφόρος, πῦρ ἔχων.

Lucian's Dialogues prepared for schools · 第 5 / 9 题