ὥστε ἀπόθου ταῦτα.
[Page 50]
ΛΑΜΠ. Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται.
ΕΡΜ. Καὶ τὸν τῦφον ἀπόρριψον, ὦ Λάμπιχε, καὶ
τὴν ὑπεροψίαν· βαρυνεῖ γὰρ τὸ πορθμεῖον συνεμπεσόντα.
ΛΑΜΠ. Ἀλλὰ τὸ διάδημα ἔασόν με ἔχειν καὶ τὴν
ἐφεστρίδα.
ΕΡΜ. Οὐδαμῶς, ἀλλὰ καὶ ταῦτα ἄφες.
ΛΑΜΠ. Εἶἑν. τί ἔτι; πάντα γὰρ ἀφῆκα, ὡς ὁρᾷς.
ΕΡΜ. Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν
ὕβριν καὶ τὴν ὀργήν, καὶ ταῦτα ἄφες.
ΛΑΜΠ. Ἰδού σοι ψιλός εἰμι.
ΕΡΜ. Ἔμβαινε ἤδη. σὺ δὲ ὁ παχύς, ὁ πολύσαρκος,
τίς ὢν τυγχάνεις;
ΔΑΜ. Δαμασίας ὁ ἀθλητής.
ΕΡΜ. Ναί, ἔοικας· οἶδα γάρ σε πολλάκις ἐν ταῖς
παλαίστραις ἰδών.
ΔΑΜ. Ναί, ὦ Ἑρμῆ· ἀλλὰ παράδεξαί με γυμνὸν
ὄντα.
ΕΡΜ. Οὐ γυμνόν, ὦ βέλτιστε, τοσαύτας σάρκας
περιβεβλημένον· ὥστε ἀπόδυθι αὐτάς, ἐπεὶ καταδύσεις
τὸ σκάφος τὸν ἕτερον πόδα ὑπερθεὶς μόνον· ἀλλὰ καὶ
τοὺς στεφάνους τούτους ἀπόρριψον καὶ τὰ κηρύγματα.
ΔΑΜ. Ἰδού σοι γυμνός, ὡς ὁρᾷς, ἀληθῶς εἰμι καὶ
ἰσοστάσιος τοῖς ἄλλοις νεκροῖς.
ΕΡΜ. Οὕτως ἄμεινον ἀβαρῆ εἶναι· ὥστε ἔμβαινε.
καὶ σὺ δὴ τὸν πλοῦτον ἀποθέμενος, ὦ Κράτων, καὶ
τὴν μαλακίαν δὴ προσέτι καὶ τὴν τρυφήν, μηδὲ τὰ
ἐντάφια κόμιζε, μηδὲ τὰ τῶν προγόνων ἀξιώματα,
κατάλιπε δὲ καὶ γένος, καὶ δόξαν, καὶ εἴ ποτέ σε ἡ
[Page 51]
πόλις ανεκήρυξε, καὶ τὰς τῶν ἀνδριάντων ἐπιγραφάς,
μηδέ, ὅτι μέγαν τάφον ἐπί σοι ἔχωσαν, λέγε· βαρύνει
γὰρ καὶ ταῦτα μνημονευόμενα.
ΚΡΑΤ. Οὐχ ἑκὼν μέν, ἀπορρίψω δέ· τί γὰρ ἂν
καὶ πάθοιμι;
ΕΡΜ. Βαβαί. σὺ δὲ ὁ ἔνοπλος τί βούλῃ; ἢ τί
τὸ τρόπαιον τοῦτο φέρεις;
ΣΤΡΑΤ. Ὅτι ἐνίκησα, ὦ Ἑρμῆ, καὶ ἠρίστευσα,
καὶ ἡ πόλις ἐτίμησέ με.
ΕΡΜ. Ἄφες ὑπὲρ γῆς τὸ τρόπαιον· ἐν ᾅδου γὰρ
εἰρήνη, καὶ οὐδὲν ὅπλων δεήσει. ὁ σεμνὸς δὲ οὗτος
ἀπό γε τοῦ σχήματος, καὶ βρενθυόμενος, ὁ τὰς ὀφρῦς
ἐπηρκώς, ὁ ἐπὶ τῶν φροντίδων, τίς ἐστιν, ὁ τὸν βαθὺν
πώγωνα καθειμένος;
ΜΕΝ. Φιλόσοφός τις, ὦ Ἑρμῆ, μᾶλλον δὲ γόης,
καὶ τερατείας μεστός· ὥστε ἀπόδυσον καὶ τοῦτον· ὄψῃ
γὰρ πολλὰ καὶ γελοῖα ὑπὸ τῷ ἱματίῳ σκεπαζόμενα.
ΕΡΜ. Ἀπόθου σὺ τὸ σχῆμα πρῶτον, εἶτα καὶ
ταυτὶ πάντα. ὦ Ζεῦ, ὅσην μὲν τὴν ἀλαζονείαν κομίζει,
ὅσην δὲ ἀμαθίαν καὶ ἔριν καὶ κενοδοξίαν, καὶ ἐρωτήσεις
ἀπόρους, καὶ λόγους ἀκανθώδεις, καὶ ἐννοίας πολυπλόκους,
ἀλλὰ καὶ ματαιοπονίαν μάλα πολλὴν καὶ
λῆρον οὐκ ὀλίγον, καὶ ὕθλους, καὶ μικρολογίαν, νὴ Δία
καὶ χρυσίον γε τουτί, καὶ ἀναισχυντίαν, καὶ ὀργὴν καὶ
τρυφὴν καὶ μαλακίαν· οὐ λέληθε γάρ με, εἰ καὶ μάλα
περικρύπτεις αὐτά. καὶ τὸ ψεῦδος ἀπόθου, καὶ τὸν
τῦφον καὶ τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων· ὡς εἴ
γε ταῦτα πάντα ἔχων ἐμβαίης, ποία πεντηκόντορος
δέξαιτο ἄν σε;
[Page 52]
ΦΙΛ. Ἀποτίθεμαι τοίνυν αὐτά, ἐπείπερ οὕτω κελεύεις.
ΜΕΝ. Ἀλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω,
ὦ Ἑρμῆ, βαρύν τε ὄντα καὶ λάσιον, ὡς ὁρᾷς· πέντε
μναῖ τριχῶν εἰσι τοὐλάχιστον.
ΕΡΜ. Εὖ λέγεις· ἀπόθου καὶ τοῦτον.
ΦΙΛ. Καὶ τίς ὁ ἀποκείρων ἔσται;
ΕΡΜ. Μένιππος οὑτοσί, λαβὼν πέλεκυν ναυπηγικήν,
ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρώμενος.
ΜΕΝ. Οὔκ, ὦ Ἑρμῆ, ἀλλὰ πρίονά μοι ἀνάδος·
γελοιότερον γὰρ τοῦτο.
ΕΡΜ. Ὁ πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος
νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν.
ΜΕΝ. Βούλῃ μικρὸν ἀφέλωμαι καὶ τῶν ὀφρύων;
ΕΡΜ. Μάλιστα· ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας
ἐπῆρκεν, οὐκ οἶδα ἐφ᾽ ὅτῳ ἀνατείνων ἑαυτόν. τί τοῦτο;
καὶ δακρύεις, ὦ κάθαρμα, καὶ πρὸς θάνατον ἀποδειλιᾷς;
ἔμβηθι δ᾽ οὖν.
ΜΕΝ. Ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει.
ΕΡΜ. Τί, ὦ Μένιππε;
ΜΕΝ. Κολακείαν, ὦ Ἑρμῆ, πολλὰ χρησίμην
οὖσαν αὐτῷ ἐν τῷ βίῳ.
ΦΙΛ. Οὐκοῦν καὶ σύ, ὦ Μένιππε, ἀπόθου τὴν
ἐλευθερίαν καὶ παρρησίαν, καὶ τὸ ἄλυπον, καὶ τὸ
γενναῖον, καὶ τὸν γέλωτα· μόνος γοῦν τῶν ἄλλων
γελᾷς.
ΕΡΜ. Μηδαμῶς, ἀλλὰ καὶ ἔχε ταῦτα, κοῦφα γὰρ
καὶ πάνυ εὔφορα ὄντα, καὶ πρὸς τὸν κατάπλουν χρήσιμα.
[Page 53]
ὁ ῥήτωρ, σὺ δ᾽ ἀπόθου τῶν ῥημάτων τὴν
τοσαύτην ἀπεραντολογίαν, καὶ ἀντιθέσεις, καὶ παρισώσεις,
καὶ περιόδους, καὶ βαρβαρισμούς, καὶ τὰ ἄλλα
βάρη τῶν λόγων.
ΡΗΤ. Ἢν ἰδού, ἀποτίθεμαι.
ΕΡΜ. Εὖ ἔχει· ὥστε λύε τὰ ἀπόγεια, τὴν ἀποβάθραν
ἀνελώμεθα, ἡ ἄγκυρα ἀνεσπάσθω, πέτασον τὸ
ἱστίον, εὔθυνε, ὦ πορθμεῦ, τὸ πηδάλιον· εὐπλοῶμεν.
τί οἰμῴζετε, ὦ μάταιοι, καὶ μάλιστα ὁ φιλόσοφος σὺ
ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος;
ΦΙΛ. Ὅτι, ὦ Ἑρμῆ, ἀθάνατον ᾤμην τὴν ψυχὴν
ὑπάρχειν.
ΜΕΝ. Ψεύδεται· ἄλλα γὰρ ἔοικε λυπεῖν αὐτόν.
ΕΡΜ. Τὰ ποῖα;
ΜΕΝ. Ὅτι οὐκέτι δειπνήσει πολυτελῆ δεῖπνα,
οὐδὲ νύκτωρ ἐξιών, ἅπαντας λανθάνων, τῷ ἱματίῳ τὴν
κεφαλὴν κατειλήσας, περίεισιν ἐν κύκλῳ τὴν πόλιν,
καὶ ἕωθεν ἐξαπατῶν τοὺς νέους ἐπὶ τῇ σοφίᾳ ἀργύριον
λήψεται· ταῦτα λυπεῖ αὐτόν.
ΦΙΛ. Σὺ γάρ, ὦ Μένιππε, οὐκ ἄχθῃ ἀποθανών;
ΜΕΝ. Πῶς, ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον καλέσαντος
οὐδενός; ἀλλὰ μεταξὺ λόγων οὐ κραυγή τις
ἀκούεται ὥσπερ τινῶν ἀπὸ γῆς βοώντων;
ΕΡΜ. Ναί, ὦ Μένιππε, οὐκ ἀφ᾽ ἑνός γε χωρίου,
ἀλλ᾽ οἱ μὲν ἐς τὴν ἐκκλησίαν συνελθόντες, ἄσμενοι
γελῶσι πάντες ἐπὶ τῷ Λαμπίχου θανάτῳ, καὶ ἡ γυνὴ
αὐτοῦ συνέχεται πρὸς τῶν γυναικῶν, καὶ τὰ παιδία,
νεογνὰ ὄντα, ὁμοίως κἀκεῖνα ὑπὸ τῶν παίδων βάλλεται
ἀφθόνως τοῖς λίθοις· ἄλλοι δὲ Διόφαντον τὸν ῥήτορα
[Page 54]
ἐπαινοῦσιν ἐν Σικνῶνι, ἐπιταφίους λόγους διεξιόντα ἐπὶ
Κράτωνι τούτῳ. καὶ νὴ Δία γε ἡ Δαμασίου μήτηρ,
κωκύουσα, ἐξάρχει τοῦ θρήνου μετ᾽ ἄλλων γυναικῶν
ἐπὶ τῷ Δαμασίᾳ· σὲ δέ, ὦ Μένιππε, οὐδεὶς δακρύει,
καθ᾽ ἡσυχίαν δὲ κεῖσαι μόνος.
ΜΕΝ. Οὐδαμῶς, ἀλλ᾽ ἀκούσῃ τῶν κυνῶν μετ᾽
ὀλίγον ὠρυομένων οἴκτιστον ἐπ᾽ ἐμοί, καὶ τῶν κοράκων
τυπτομένων τοῖς πτεροῖς, ὁπόταν συνελθόντες
θάπτωσί με.
ΕΡΜ. Γεννάδας εἶ, ὦ Μένιππε. ἀλλ᾽ ἐπεὶ καταπεπλεύκαμεν
ἡμεῖς, ὑμεῖς μὲν ἄπιτε πρὸς τὸ δικαστήριον
εὐθεῖαν ἐκείνην προϊόντες, ἐγὼ δὲ καὶ ὁ πορθμεὺς
ἄλλους μετελευσόμεθα.
ΜΕΝ. Εὐπλοεῖτε, ὦ Ἑρμῆ· προΐωμεν δὲ καὶ
ἡμεῖς. τί οὖν ἔτι καὶ μέλλετε; πάντως δικασθῆναι
δεήσει, καὶ τὰς καταδίκας φασὶν εἶναι βαρείας, τροχοὺς
καὶ λίθους καὶ γῦπας· δειχθήσεται δὲ ὁ ἑκάστου βίος
ἀκριβῶς.
3 ΧΑΡΩΝΟΣ ΚΑΙ ΜΕΝΙΠΠΟΥ
ΧΑΡ. Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
ΜΕΝ. Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
ΧΑΡ. Ἀπόδος, φημί, ἀνθ᾽ ὧν σε διεπορθμεύσαμεν.
ΜΕΝ. Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
ΧΑΡ. Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;
ΜΕΝ. Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ᾽ οὐκ ἔχω.
[Page 55]
ΧΑΡ. Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ,
ἢν μὴ ἀποδῷς.
ΜΕΝ. Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.
ΧΑΡ. Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
ΜΕΝ. Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με
παρέδωκέ σοι.
ΕΡΜ. Νὴ Δί᾽ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
ΧΑΡ. Οὐκ ἀποστήσομαί σου.
ΜΕΝ. Τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον
παράμενε· ἀλλ᾽ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
ΧΑΡ. Σὺ δ᾽ οὐκ ᾔδησθα ὡς κομίζεσθαι δέοι;
ΜΕΝ. Ἤιδη μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ
τοῦτο μὴ ἀποθανεῖν;
ΧΑΡ. Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
ΜΕΝ. Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα,
καὶ τῆς κώπης συνεπελαβόμην, καὶ οὐκ ἔκλαιον μόνος
τῶν ἄλλων ἐπιβατῶν.
ΧΑΡ. Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν
ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
ΜΕΝ. Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
ΧΑΡ. Χαρίεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ
τοῦ Αἰακοῦ προσλάβω.
ΜΕΝ. Μὴ ἐνόχλει οὖν.
ΧΑΡ. Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
ΜΕΝ. Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ
δεῖπνον.
ΧΑΡ. Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες;
[Page 56]
οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν, τῶν ἐπιβατῶν
ἁπάντων καταγελῶν, καὶ ἐπισκώπτων, καὶ μόνος ᾄδων
οἰμῳζόντων ἐκείνων.
ΕΡΜ. Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας;
ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει.
οὗτὸς ἐστιν ὁ Μένιππος.
ΧΑΡ. Καὶ μὴν ἄν σε λάβω ποτέ‒
ΜΕΝ. Ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.
4 ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΑΙΑΚΟΥ
ΜΕΝ. Πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί
μοι τὰ ἐν ᾅδου πάντα.
ΑΙΑΚ. Οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα· ὅσα μέντοι
κεφαλαιώδη, μάνθανε· οὑτοσὶ μὲν ὅτι Κέρβερός ἐστιν
οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασε, καὶ τὴν
λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑόρακας εἰσιών.
ΜΕΝ. Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρὸς εἶ, καὶ τὸν
βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι
τοὺς πάλαι δεῖξον, καὶ μάλιστα τοὺς ἐνδόξους αὐτῶν.
ΑΙΑΚ. Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς,
οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα
Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.
ΜΕΝ. Βαβαί, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν
τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις
πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα.
οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστι;
ΑΙΑΚ. Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ᾽ ὑπὲρ
[Page 57]
αὐτὸν Σαρδανάπαλλος, ὁ δ᾽ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος
δὲ Ξέρξης.
ΜΕΝ. Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ελλὰς ἔφριττε ζευγνύντα
μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὁρῶν πλεῖν
ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστι. τὸν Σαρδανάπαλλον
δέ, ὦ Αἰακέ, πατάξαι μοι ἐπὶ κόρρης ἐπίτρεψον.
ΑΙΑΚ. Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.
ΜΕΝ. Ἀλλὰ προσπτύσω γε πάντως ἀνδρογύνῳ
γε ὄντι.
ΑΙΑΚ. Βούλῃ σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;
ΜΕΝ. Νὴ Δία γε.
ΑΙΑΚ. Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.
ΜΕΝ. Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν
ἐθέλῃς.
ΠΥΘ. Νὴ Δία καὶ σύ γε, ὦ Μένιππε.
ΜΕΝ. Οὐκέτι χρυσοῦς ὁ μηρός ἐστί σοι;
ΠΥΘ. Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον
ἡ πήρα ἔχει.
ΜΕΝ. Κυάμους, ὦγαθέ· ὥστε οὐ τοῦτό σοι ἐδώδιμον.
ΠΥΘ. Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα·
ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων
ἐνθάδε.
ΑΙΑΚ. Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς
ἐκεῖνος καὶ παρ᾽ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ
δὲ πάντες εἰσίν, ὡς ὁρᾷς.
ΜΕΝ. Ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ
τῶν ἄλλων. ὁ δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος,
ὁ τὰς φλυκταίνας ἐξηνθηκώς, τίς ἐστιν;
[Page 58]
ΑΙΑΚ. Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ
τῆς Αἴτνης παρών.
ΜΕΝ. Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σαυτὸν ἐς
τοὺς κρατῆρας ἐνέβαλες;
ΕΜΠ. Μελαγχολία τις, ὦ Μένιππε.
ΜΕΝ. Οὐ μὰ Δί᾽, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ
πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν
οὐκ ἀνάξιον ὄντα· ἀλλ᾽ οὐδέν σε τὸ σόφισμα ὤνησεν·
ἐφωράθης γὰρ τεθνώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ
ποτε ἄρα ἐστίν;
ΑΙΑΚ. Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος
ληρεῖ τὰ πολλά.
ΜΕΝ. Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.
ΑΙΑΚ. Ὁρᾴς τὸν φαλακρόν;
ΜΕΝ. Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν
εἴη τοῦτο τὸ γνώρισμα.
ΑΙΑΚ. Τὸν σιμὸν λέγω.
ΜΕΝ. Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
ΣΩΚ. Ἐμὲ ζητεῖς, ὦ Μένιππε;
ΜΕΝ. Καὶ μάλα, ὦ Σώκρατες.
ΣΩΚ. Τί τὰ ἐν Ἀθήναις;
ΜΕΝ. Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ
τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις,
ἄκροι φιλόσοφοι.
ΣΩΚ. Μάλα πολλοὺς ἑόρακα.
ΜΕΝ. Ἀλλὰ ἑόρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος
καὶ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ
τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
[Page 59]
ΣΩΚ. Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;
ΜΕΝ. Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε
τοιαῦτα· πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι,
καὶ πάντα ἐγνωκέναι, καὶ ταῦτα‒δεῖ γάρ, οἶμαι,
τἀληθῆ λέγειν‒οὐδὲν εἰδότα.
ΣΩΚ. Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ
δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.
ΜΕΝ. Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ σέ;
ΣΩΚ. Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ
τοῦ Κλεινίου.
ΜΕΝ. Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν
σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
ΣΩΚ. Τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον
ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
ΜΕΝ. Μὰ Δί᾽, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν
Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα
γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμῳζόντων ἀκούων.
ΑΙΑΚ. Κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν
λάθῃ διαφυγών. τὰ λοιπὰ δ᾽ ἐσαῦθις ὄψῃ, ὦ Μένιππε.
ΜΕΝ. Ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.
5 ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΤΑΝΤΑΛΟΥ
ΜΕΝ. Τί κλαίεις, ὦ Τάνταλε; ἢ τί σεαυτὸν
ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς;
ΤΑΝ. Ὅτι, ὦ Μένιππε, ἀπόλωλα ὑπὸ τῆς δίψης.
ΜΕΝ. Οὕτως ἀργὸς εἶ, ὡς μὴ ἐπικύψας πιεῖν ἢ
καὶ νὴ Δί᾽ ἀρυσάμενος κοίλῃ τῇ χειρί;
[Page 60]
ΤΑΝ. Οὐδὲν ὄφελος, εἰ ἐπικύψαιμι· φεύγει γὰρ τὸ
ὕδωρ, ἐπειδὰν προσιόντα αἴσθηταί με· ἢν δέ ποτε καὶ
ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι, οὐ φθάνω βρέξας
ἄκρον τὸ χεῖλος, καὶ διὰ τῶν δακτύλων διαρρυέν, οὐκ
οἶδ᾽ ὅπως, αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι.
ΜΕΝ. Τεράστιόν τι πάσχεις, ὦ Τάνταλε. ἀτὰρ
εἰπέ μοι, τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις,
αλλ᾽ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται, ὅπερ καὶ πεινῆν
καὶ διψῆν ἐδύνατο, σὺ δὲ ἡ ψυχὴ πῶς ἄν ἔτι ἢ διψῴης
ἢ πίνοις;
ΤΑΝ. Τοῦτ᾽ αὐτὸ ἡ κόλασίς ἐστι, τὸ διψῆν τὴν
ψυχὴν ὡς σῶμα οὖσαν.
ΜΕΝ. Ἀλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν, ἐπεὶ
φὴς κολάζεσθαι τῇ δίψῃ. τί δ᾽ οὖν σοι τὸ δεινὸν
ἔσται; ἢ δέδοικας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ
ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον, ἢ θάνατον ἐντεῦθεν
εἰς ἕτερον τόπον.
ΤΑΝ. Ὀρθῶς μὲν λέγεις· καὶ τοῦτο δ᾽ οὖν μέρος
τῆς καταδίκης, τὸ ἐπιθυμεῖν πιεῖν μηδὲν δεόμενον.
ΜΕΝ. Ληρεῖς, ὦ Τάνταλε, καὶ ὡς ἀληθῶς ποτοῦ
δεῖσθαι δοκεῖς, ἀκράτου γε ἐλλεβόρου νὴ Δία, ὅστις
τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις
πέπονθας, οὐ τὸ ὕδωρ, ἀλλὰ τὴν δίψαν πεφοβημένος.
ΤΑΝ. Οὐδὲ τὸν ἐλλέβορον, ὦ Μένιππε, ἀναίνομαι
πιεῖν, γένοιτό μοι μόνον.
ΜΕΝ. Θάρρει, ὦ Τάνταλε, ὡς οὔτε σὺ οὔτε ἄλλος
πίεται τῶν νεκρῶν· ἀδύνατον γάρ· καίτοι οὐ πάντες
ὥσπερ σὺ ἐκ καταδίκης διψῶσι, τοῦ ὕδατος αὐτοὺς οὐχ
ὑπομένοντος.
[Page 61]
6 ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΕΡΜΟΥ
ΜΕΝ. Ποῦ δὲ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ;
ξενάγησόν με νέηλυν ὄντα.
ΕΡΜ. Οὐ σχολή μοι, ὦ Μένιππε· πλὴν κατ᾽ ἐκεῖνο
ἀπόβλεψον, ἐπὶ τὰ δεξιά, ἔνθα ὁ Ὑάκινθός τέ ἐστι καὶ
Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ
Ἑλένη καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
ΜΕΝ. Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν
γυμνά, ὅμοια τὰ πολλά.
ΕΡΜ. Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ
θαυμάζουσι τὰ ὀστᾶ, ὧν σὺ ἔοικας καταφρονεῖν.
ΜΕΝ. Ὅμως τὴν Ἐλένην μοι δεῖξον· οὐ γὰρ ἂν
διαγνοίην ἔγωγε.
ΕΡΜ. Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
ΜΕΝ. Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν
ἐξ ἁπάσης τῆς Ἑλλάδος, καὶ τοσοῦτοι ἔπεσον
Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις
ἀνάστατοι γεγόνασιν;
ΕΡΜ. Ἀλλ᾽ οὐκ εἶδες, ὦ Μένιππε, ζῶσαν τὴν
γυναῖκα· ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι
τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
ἐπεὶ καὶ τὰ ἄνθη ξηρὰ ὄντα εἴ τις βλέποι ἀποβεβληκότα
τὴν βαφήν, ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει, ἐν ᾧ μέντοι
ἀνθεῖ καὶ ἔχει τὴν χρόαν, κάλλιστά ἐστιν.
ΜΕΝ. Οὐκοῦν τοῦτο, ὦ Ἑρμῆ, θαυμάζω, εἰ οὐ
συνίεσαν οἱ Ἀχαιοὶ περὶ πράγματος οὕτως ὀλιγοχρονίου
καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες.
[Page 62]
ΕΡΜ. Οὐ σχολή μοι, ὦ Μένιππε, συμφιλοσοφεῖν
σοι. ὥστε σὺ μὲν ἐπιλεξάμενος τόπον, ἔνθα ἂν ἐθέλῃς,
κεῖσο καταβαλὼν σεαυτόν, ἐγὼ δὲ τοὺς ἄλλους νεκροὺς
ἤδη μετελεύσομαι.
7 ΠΛΟΥΤΩΝ Η ΚΑΤΑ ΜΕΝΙΠΠΟΥ
ΚΡΟΙΣ. Οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ
τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον,
ἢ ἡμεῖς μετοικήσομεν ἐς ἕτερον τόπον.
ΠΛΟΥΤ. Τί δ᾽ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
ΚΡΟΙΣ. Ἐπειδὰν ἡμεῖς οἰμῴζωμεν καὶ στένωμεν
ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ
χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ
δὲ Κροῖσος τῶν θησαυρῶν, ἐπιγελᾷ καὶ ἐξονειδίζει, ἀνδράποδα
καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ
ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός
ἐστι.
ΠΛΟΥΤ. Τί ταῦτά φασιν, ὦ Μένιππε;
ΜΕΝ. Ἀληθῆ, ὦ Πλούτων· μισῶ γὰρ αὑτοὺς ἀγεννεῖς
καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησε βιῶναι κακῶς,
ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται
τῶν ἄνω· τοιγαροῦν χαίρω ἀνιῶν αὐτούς.
ΠΛΟΥΤ. Ἀλλ᾿ οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν
στερόμενοι.
ΜΕΝ. Καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος
ὢν τοῖς τούτων στεναγμοίς;
[Page 63]
ΠΛΟΥΤ. Οὐδαμῶς, ἀλλ᾿ οὐκ ἂν ἐθέλοιμι στασιάζειν
ὑμᾶς.
ΜΕΝ. Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν
καὶ Ἀσσυρίων, οὕτω γιγνώσκετε ὡς οὐδὲ παυσομένου
μου· ὅποι γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων
καὶ καταγελῶν.
ΚΡΟΙΣ. Ταῦτα οὐχ ὕβρις;
ΜΕΝ. Οὔκ, ἀλλ᾽ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε,
προσκυνεῖσθαι ἀξιοῦντες, καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες,
καὶ τοῦ θανάτου τὸ παράπαν οὐ μνημονεύοντες·
τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.
ΚΡΟΙΣ. Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων.
ΜΙΔ. Ὅσου μὲν ἐγὼ χρυσοῦ.
ΣΑΡΔ. Ὅσης δὲ ἐγὼ τρυφῆς.
ΜΕΝ. Εὖ γε, οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς,
ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις ἐπᾴσομαι ὑμῖν·
πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.
8 ΜΕΝΙΠΠΟΥ, ΑΜΦΙΛΟΧΟΥ ΚΑΙ ΤΡΟΦΩΝΙΟΥ
ΜΕΝ. Σφὼ μέντοι, ὦ Τροφώνιε καὶ Ἀμφίλοχε,
νεκροὶ ὄντες οὐκ οἶδ᾽ ὅπως ναῶν κατηξιώθητε καὶ μάντείς
εἶναι δοκεῖτε, καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς
ὑμᾶς ὑπειλήφασιν εἶναι.
ΑΜΦΙΛ. Τί οὖν ἡμεῖς αἴτιοι, εἰ ὑπ᾽ ἀνοίας ἐκεῖνοι
τοιαῦτα περὶ νεκρῶν δοξάζουσιν;
[Page 64]
ΜῈΝ. Ἀλλ᾽ οὐκ ἂν ἐδόξαζον, εἰ μὴ ζῶντες καὶ
ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε, ὡς τὰ μέλλοντα προειδότες
καὶ προειπεῖν δυνάμενοι τοῖς ἐρομένοις.
ΤΡΟΦ. Ὦ Μένιππε, Ἀμφίλοχος μὲν οὗτος ἂν
εἰδείη ὅ τι αὐτῷ ἀποκριτέον ὑπὲρ αὐτοῦ, ἐγὼ δὲ ἥρως
εἰμὶ καὶ μαντεύομαι, ἤν τις κατέλθῃ παρ᾿ ἐμέ. σὺ δ᾽
ἔοικας οὐκ ἐπιδεδημηκέναι Λεβαδείᾳ τὸ παράπαν· οὐ
γὰρ ἠπίστεις ἂν τούτοις.
ΜΕΝ. Τί φής; εἰ μὴ γὰρ ἐς Λεβάδειαν παρῆλθον,
καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως, μᾶζαν ἐν
ταῖν χεροῖν ἔχων, εἰσείρπυσα διὰ τοῦ στομίου ταπεινοῦ
ὄντος ἐς τὸ σπήλαιον, οὐκ ἂν ἠδυνάμην εἰδέναι, ὅτι νεκρὸς
εἶ ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων; ἀλλὰ
πρὸς τῆς μαντικῆς, τί δαὶ ὁ ἥρως ἐστίν; ἀγνοῶ γάρ.
ΤΡΟΦ. Ἐξ ἀνθρώπονυ τι καὶ θεοῦ σύνθετον.
ΜΕΝ. Ὃ μήτε ἄνθρωπός ἐστιν, ὡς φής, μήτε
θεός, καὶ συναμφότερόν ἐστι; νῦν οὖν ποῦ σου τὸ θεῶν
ἐκεῖνο ἡμίτομον ἀπελήλυθε;
ΤΡΟΦ. Χρῇ, ὦ Μένιππε, ἐν Βοιωτίᾳ.
ΜΕΝ. Οὐκ οἶδα, ὦ Τροφώνιε, ὅ τι καὶ λέγεις· ὅτι
μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.
9 ΕΡΜΟΥ ΚΑΙ ΧΑΡΩΝΟΣ
ΕΡΜ. Λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα
μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ
αὐτῶν.
[Page 65]
ΧΑΡ. Λογισώμεθα, ὦ Ἑρμῆ· ἄμεινον γὰρ ὡρίσθαι
καὶ ἀπραγμονέστερον.
ΕΡΜ. Ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν.
ΧΑΡ. Πολλοῦ λέγεις.
ΕΡΜ. Νὴ τὸν Ἀϊδωνέα, τῶν πέντε ὠνησάμην, καὶ
τροπωτῆρα δύο ὀβολῶν.
ΧΑΡ. Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο.
ΕΡΜ. Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου· πέντε ὀβολοὺς
ἐγὼ κατέβαλον.
ΧΑΡ. Καὶ τούτους προστίθει.
ΕΡΜ. Καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ
ἀνεῳγότα, καὶ ἥλους καὶ καλῴδιον, ἀφ᾽ οὗ τὴν ὑπέραν
ἐποίησας, δύο δραχμῶν ἅπαντα.
ΧΑΡ. Καὶ ἄξια ταῦτα ὠνήσω.
ΕΡΜ. Ταῦτά ἐστιν, εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν
ἐν τῷ λογισμῷ. πότε δ᾽ οὖν ταῦτα ἀποδώσειν φής;
ΧΑΡ. Νῦν μέν, ὦ Ἑρμῆ, ἀδύνατον, ἢν δὲ λοιμός
τις ἢ πόλεμος καταπέμψῃ ἁθρόους τινάς, ἐνέσται τότε
ἀποκερδᾶναι παραλογιζόμενον τὰ πορθμεῖα.
ΕΡΜ. Νῦν οὖν ἐγὼ καθεδοῦμαι τὰ κάκιστα εὐχόμενος
γενέσθαι, ὡς ἀπὸ τούτων ἀποληψόμενος;
ΧΑΡ. Οὐκ ἔστιν ἄλλως, ὦ Ἑρμῆ. νῦν δὲ ὀλίγοι,
ὡς ὁρᾷς, ἀφικνοῦνται ἡμῖν· εἰρήνη γάρ.
ΕΡΜ. Ἄμεινον οὕτως, εἰ καὶ ἡμῖν παρατείνοιτο
ὑπὸ σοῦ τὸ ὄφλημα. ἀλλ᾽ οἱ μὲν παλαιοί, ὦ Χάρων,
οἶσθα οἷοι παρεγίγνοντο, ἀνδρεῖοι ἅπαντες, αἵματος
ἀνάπλεῳ καὶ τραυματίαι οἱ πολλοί· νῦν δὲ ἢ φαρμάκῳ
τις ὑπὸ τοῦ παιδὸς ἀποθανών, ἢ ὑπὸ τῆς γυναικός, ἢ
[Page 66]
ὑπὸ τρυφῆς ἐξῳδηκὼς τὴν γαστέρα καὶ τὰ σκέλη, ὠχροὶ
ἅπαντες καὶ ἀγεννεῖς, οὐδὲν ὅμοιοι ἐκείνοις. οἱ δὲ
πλεῖστοι αὐτῶν διὰ χρήματα ἥκουσιν ἐπιβουλεύοντες
ἀλλήλοις, ὡς ἐοίκασι.
ΧΑΡ. Πάνυ γὰρ περιμάχητά ἐστι ταῦτα.
ΕΡΜ. Οὐκοῦν οὐδ᾽ ἐγὼ δόξαιμι ἂν ἁμαρτάνειν
πικρῶς ἀπαιτῶν τὰ ὀφειλόμενα παρὰ σοῦ.
10 ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
ΠΛΟΥΤ. Τὸν γέροντα οἶσθα, τὸν πάνυ γεγηρακότα
λέγω, τὸν πλούσιον Εὐκράτην, ᾧ παῖδες μὲν οὐκ εἰσίν,
οἱ δὲ τὸν κλῆρον θηρῶντες πεντακισμύριοι;
ΕΡΜ. Ναί, τὸν Σικυώνιον φής. τί οὖν;
ΠΛΟΥΤ. Ἐκεῖνον μέν, ὦ Ἑρμῆ, ζῆν ἔασον ἐπὶ
τοῖς ἐνενήκοντα ἔτεσιν, ἃ βεβίωκεν, ἐπιμετρήσας ἄλλα
τοσαῦτα, εἰ δὲ οἷόν τε ἦν, καὶ ἔτι πλείω, τοὺς δὲ
κόλακας αὐτοῦ Χαρῖνον τὸν νέον καὶ Δάμωνα καὶ τοὺς
ἄλλους κατάσπασον ἐφεξῆς ἅπαντας.
ΕΡΜ. Ἄτοπον ἂν δόξειε τὸ τοιοῦτον.
ΠΛΟΥΤ. Οὐ μὲν οὖν, ἀλλὰ δικαιότατον· τί γὰρ
ἐκεῖνοι παθόντες εὔχονται ἀποθανεῖν ἐκεῖνον, ἢ τῶν
χρημάτων ἀντιποιοῦνται οὐδὲν προσήκοντες; ὃ δὲ
πάντων ἐστὶ μιαρώτατον, καὶ τὰ τοιαῦτα εὐχόμενοι ὅμως
θεραπεύουσιν ἔν γε τῷ φανερῷ, καὶ νοσοῦντος ἃ μὲν
βουλεύονται πᾶσι πρόδηλα, θύσειν δὲ ὅμως ὑπισχνοῦνται,
ἢν ῥαΐσῃ, καὶ ὅλως ποικίλη τις ἡ κολακεία τῶν
ἀνδρῶν. διὰ ταῦτα ὁ μὲν ἔστω ἀθάνατος, οἱ δὲ προαπιόντων
αὐτοῦ μάτην ἐπιχανόντες.
[Page 67]
ΕΡΜ. Γελοῖα πείσονται, πανοῦργοι ὄντες· πολλὰ
κἀκεῖνος εὖ μάλα ψυχαγωγεῖ αὐτοὺς καὶ ἐλπίζειν ποιεῖ,
καὶ ὅλως ἀεὶ ἀποθανόντι ἐοικὼς ἔρρωται πολὺ μᾶλλον
τῶν νέων. οἱ δὲ ἤδη τὸν κλῆρον ἐν σφίσι διῃρημένοι
βόσκονται ζωὴν μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες.
ΠΛΟΥΤ. Οὐκοῦν ὁ μὲν ἀποδυσάμενος τὸ γῆρας
ὥσπερ Ἰόλεως ἀνηβησάτω, οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων
τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόντες ἡκόντων ἤδη
κακοὶ κακῶς ἀποθανόντες.
ΕΡΜ. Ἀμέλει, ὦ Πλούτων· μετελεύσομαι γάρ σοι
ἤδη αὐτοὺς καθ᾽ ἕνα ἑξῆς· ἑπτὰ δέ, οἶμαι, εἰσί.
ΠΛΟΥΤ. Κατάσπα, ὁ δὲ παραπέμψει ἕκαστον,
ἀντὶ γέροντος αὖθις πρωθήβης γενόμενος.
11 ΤΕΡΨΙΩΝΟΣ ΚΑΙ ΠΛΟΥΤΩΝΟΣ
ΤΕΡΨ. Τοῦτο, ὦ Πλούτων, δίκαιον, ἐμὲ μὲν τεθνάναι
τριάκοντα ἔτη γεγονότα, τὸν δὲ ὑπὲρ τὰ ἐνενήκοντα
γέροντα Θούκριτον ζῆν ἔτι;
ΠΛΟΥΤ. Δικαιότατον μὲν οὖν, ὦ Τερψίων, εἴ γε
ὁ μὲν ζῇ μηδένα εὐχόμενος ἀποθανεῖν τῶν φίλων, σὺ
δὲ παρὰ πάντα τὸν χρόνον ἐπεβούλευες αὐτῷ περιμένων
τὸν κλῆρον.
ΤΕΡΨ. Οὐ γὰρ ἐχρῆν γέροντα ὄντα, καὶ μηκέτι
χρήσασθαι τῷ πλούτῳ αὐτὸν δυνάμενον, ἀπελθεῖν τοῦ
βίου παραχωρήσαντα τοῖς νέοις;
ΠΛΟΥΤ. Καινά, ὦ Τερψίων, νομοθετεῖς, τὸν μηκέτι
[Page 68]
τῷ πλούτῳ χρήσασθαι δυνάμενον πρὸς ἡδονὴν ἀποθνῄσκειν·
τὸ δὲ ἄλλως ἡ Μοῖρα καὶ ἡ φύσις διέταξεν.
ΤΕΡΨ. Οὐκοῦν ταύτης αἰτιῶμαι τῆς διατάξεως·
ἐχρῆν γὰρ τὸ πρᾶγμα ἑξῆς πως γενέσθαι, τὸν πρεσβύτερον
πρότερον, καὶ μετὰ τοῦτον ὅστις καὶ τῇ ἡλικίᾳ
μετ᾽ αὐτόν, ἀναστρέφεσθαι δὲ μηδαμῶς, μηδὲ ζῆν μὲν
τὸν ὑπέργηρων, ὀδόντας τρεῖς ἔτι λοιποὺς ἔχοντα, μόλις
ὁρῶντα, οἰκέταις τέτταρσιν ἐπικεκυφότα, κορύζης μὲν
τὴν ῥῖνα μεστὴν ἔχοντα, λήμης δὲ τοὺς ὀφθαλμούς,
οὐδὲν ἔτι ἡδὺ εἰδότα, ἔμψυχόν τινὰ τάφον ὑπὸ τῶν
νέων καταγελώμενον, ἀποθνῄσκειν δὲ καλλίστους καὶ
ἐρρωμενεστάτους νεανίσκους· ἄνω γὰρ ποταμῶν τοῦτό
γε· ἢ τὸ τελευταῖον εἰδέναι ἐχρῆν, πότε καὶ τεθνήξεται
τῶν γερόντων ἕκαστος, ἵνα μὴ μάτην ἐνίους ἐθεράπευον.
νῦν δὲ τὸ τῆς παροιμίας, ἡ ἅμαξα τὸν βοῦν.
ΠΛΟΥΤ. Ταῦτα μέν, ὦ Τερψίων, πολὺ συνετώτερα
γίνεται ἢ καὶ σοὶ δοκεῖ. καὶ ὑμεῖς τί παθόντες
ἀλλοτρίοις ἐπιχαίνετε, καὶ τοῖς ἀτέκνοις τῶν γερόντων
εἰσποιεῖτε φέροντες ὑμεῖς αὐτούς; τοιγαροῦν γέλωτα
ὀφλισκάνετε πρὸ ἐκείνων κατορυττόμενοι, καὶ τὸ πρᾶγμα
τοῖς πολλοῖς ἥδιστον γίγνεται· ὅσῳ γὰρ μᾶλλον ὑμεῖς
ἐκείνους ἀποθανεῖν εὔχεσθε, τοσούτῳ ἅπασιν ἥδιον προαποθανεῖν
ὑμᾶς αὐτῶν. καινὴν γάρ τινα ταύτην τέχνην
ἐπινενοήκατε γραῶν καὶ γερόντων ἐρῶντες, καὶ μάλιστα
εἰ ἄτεκνοι εἶεν οἱ δὲ ἔντεκνοι ὑμῖν ἀφιλεῖς. καίτοι πολλοὶ
ἤδη τῶν ἐρωμένων συνέντες ὑμῶν τὴν πανουργίαν τοῦ
ἔρωτος, ἢν καὶ τύχωσι παῖδας ἔχοντες, μισεῖν αὐτοὺς
πλάττονται ὡς καὶ αὐτοὶ ἐραστὰς ἔχωσιν· εἶτα ἐν ταῖς
διαθήκαις ἀπεκλῄσθησαν μὲν οἱ πάλαι δορυφορήσαντες,
[Page 69]
ὁ δὲ παῖς καὶ ἡ φύσις, ὥσπερ ἐστὶ δίκαιον, κρατοῦσι
πάντων, οἱ δὲ ὑποπρίουσι τοὺς ὀδόντας.
ΤΕΡΨ. Ἀληθῆ ταῦτα φής· ἐμοῦ γοῦν Θούκριτος
πόσα κατέφαγεν, ἀεὶ τεθνήξεσθαι δοκῶν, καὶ ὁπότε
εἰσίοιμι ὑποστένων, καὶ μύχιόν τι καθάπερ ἐξ ᾠοῦ νεοττὸς
ἀτελὴς ὑποκρώζων, ὥστ᾽ ἔγωγε αὑτίκα οἰόμενος
ἐπιβήσειν αὐτὸν τῆς σοροῦ, ἔπεμπόν τε πολλά, ὡς μὴ
ὑπερβάλλοιντό με οἱ ἀντερασταὶ τῇ μεγαλοδωρίᾳ, καὶ
τὰ πολλὰ ὑπὸ φροντίδων ἄγρυπνος ἐκείμην ἀριθμῶν
ἕκαστα καὶ διατάττων. ταῦτα γοῦν μοι καὶ τοῦ ἀποθανεῖν
αἴτια γεγένηται, ἀγρυπνία καὶ φροντίδες· ὁ δὲ
τοσοῦτόν μοι δέλεαρ καταπιὼν ἐφειστήκει θαπτομένῳ
πρῴην ἐπιγελῶν.
ΠΛΟΥΤ. Εὖ γε, ὦ Θούκριτε, ζῴης ἐπὶ μήκιστον
πλουτῶν ἅμα καὶ τῶν τοιούτων καταγελῶν, μηδὲ πρότερόν
γε σὺ ἀποθάνοις ἢ προπέμψας πάντας τοὺς
κόλακας.
ΤΕΡΨ. Τοῦτο μέν, ὦ Πλούτων, καὶ ἐμοὶ ἥδιστον
ἤδη, εἰ καὶ Χαροιάδης προτεθνήξεται Θουκρίτου.
ΠΛΟΥΤ. Θάρρει, ὦ Τερψίων· καὶ Φείδων γὰρ
καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ
ὑπὸ ταῖς αὐταῖς φροντίσιν.
ΤΕΡΨ. Ἐπαινῶ ταῦτα. ζῴης ἐπὶ μήκιστον, ὦ
Θούκριτε.
12 ΖΗΝΟΦΑΝΤΟΥ ΚΑΙ ΚΑΛΛΙΔΗΜΙΔΟΥ
ΖΗΝ. Σὺ δέ, ὦ Καλλιδημίδη, πῶς ἀπέθανες;
ἐγὼ μὲν γὰρ ὅτι παράσιτος ὢν Δεινίον πλέον τοῦ ἱκανοῦ
[Page 70]
ἐμφαγὼν ἀπεπνίγην, οἶσθα· παρῆσθα γὰρ ἀποθνῄσκοντί
μοι.
ΚΑΛ. Παρῆν, ὦ Ζηνόφαντε· τὸ δὲ ἐμὸν παράδοξόν
τι ἐγένετο. οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν
γέροντα;
ΖΗΝ. Τὸν ἄτεκνον, τὸν πλούσιον, ᾧ σε τὰ πολλὰ
ᾔδη συνόντα.
ΚΑΛ. Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον, ὑπισχνούμενον
ἐπ᾽ ἐμοὶ τεθνήξεσθαι. ἐπεὶ δὲ τὸ πρᾶγμα εἰς
μήκιστον ἐπεγίγνετο καὶ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη,
σύντομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξεῦρον· πριάμενος
γὰρ φάρμακον, ἀνέπεισα τὸν οἰνοχόον, ἐπειδὰν τάχιστα
ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν,‒πίνει δὲ ἐπιεικῶς ζωρότερον‒
ἐμβαλόντα εἰς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ
ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσειεν, ἐλεύθερον
ἐπωμοσάμην ἀφήσειν αὐτόν.
ΖΗΝ. Τί οὖν ἐγένετο; πάνυ γάρ τι παράδοξον
ἐρεῖν ἔοικας.
ΚΑΛ. Ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν, δύο δὴ ὁ
μειρακίσκος κύλικας ἑτοίμους ἔχων, τὴν μὲν τῶ Πτοιοδώρῳ
τὴν ἔχουσαν τὸ φάρμακον, τὴν δὲ ἑτέραν ἐμοί,
σφαλεὶς οὐκ οἶδ᾽ ὅπως ἐμοὶ μὲν τὸ φάρμακον, Πτοιοδώρῳ
δὲ τὸ ἀφάρμακτον ἔδωκεν· εἶτα ὁ μὲν ἔπινεν, ἐγὼ
δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην, ὑποβολιμαῖος ἀντ᾽
ἐκείνου νεκρός. τί τοῦτο γελᾷς, ὦ Ζηνόφαντε; καὶ μὴν
οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν.
ΖΗΝ. Ἀστεῖα γάρ, ὦ Καλλιδημίδη, πέπονθας. ὁ
γέρων δὲ τί πρὸς ταῦτα;
ΚΑΛ. Πρῶτον μὲν ὑπεταράχθη πρὸς τὸ αἰφνίδιον,
[Page 71]
εἶτα συνείς, οἶμαι, τὸ γεγενημένον ἐγέλα καὶ αὐτός, οἷά
γε ὁ οἰνοχόος εἴργασται.
ΖΗΝ. Ἀλλ᾽ οὐδὲ σὲ τὴν σύντομον ἐχρῆν τραπέσθαι·
ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον,
εἰ καὶ ὀλίγῳ βραδύτερον.
13 ΚΡΑΤΗΤΟΣ ΚΑΙ ΔΙΟΓΕΝΟΥΣ
ΚΡΑΤ. Μοίριχον τὸν πλούσιον ἐγίγνωσκες, ὦ
Διόγενες, τὸν πάνυ πλούσιον, τὸν ἐκ Κορίνθου, τὸν τὰς
πολλὰς ὁλκάδας ἔχοντα, οὗ ἀνεψιὸς Ἀριστέας, πλούσιος
καὶ αὐτὸς ὤν; ὃς τὸ Ὁμηρικὸν ἐκεῖνο εἰώθει ἐπιλέγειν,
ἤ μ᾽ ἀνάειρ᾽ ἢ ἐγὼ σέ.
ΔΙΟΓ. Τίνος ἕνεκα, ὦ Κράτης;
ΚΡΑΤ. Ἐθεράπευον ἀλλήλω τοῦ κλήρου ἕνεκα
ἑκάτερος ἡλικιῶται ὄντες, καὶ τὰς διαθήκας εἰς τὸ φανερὸν
ἐτίθεντο, Ἀριστέαν μὲν ὁ Μοίριχος, εἰ προαποθάνοι,
δεσπότην ἀφιεὶς τῶν ἑαυτοῦ πάντων, Μοίριχον δὲ
ὁ Ἀριστέας, εἰ προαπέλθοι αὐτοῦ. ταῦτα μὲν ἐγέγραπτο,
οἱ δ᾽ ἐθεράπευον ὑπερβαλλόμενοι ἀλλήλω τῇ κολακείᾳ·
καὶ οἱ μάντεις, οἵ τε ἀπὸ τῶν ἄστρων τεκμαιρόμενοι τὸ
μέλλον καὶ οἱ ἀπὸ τῶν ὀνειράτων, ὥς γε Χαλδαίων παῖδες,
ἀλλὰ καὶ ὁ Πύθιος αὐτὸς ἄρτι μὲν Ἀριστέᾳ παρεῖχε
τὸ κράτος, ἄρτι δὲ Μοιρίχῳ, καὶ τὰ τάλαντα ποτὲ μὲν
ἐπ᾿ ἐκεῖνον, νῦν δ᾽ ἐπὶ τοῦτον ἔρρεπε.
ΔΙΟΓ. Τί οὖν πέρας ἐγένετο, ὦ Κράτης; ἀκοῦσαι
γὰρ ἄξιον.
ΚΡΑΤ. Ἄμφω τεθνᾶσιν ἐν μιᾷ ἡμέρᾳ, οἱ δὲ κλῆροι
[Page 72]
εἰς Εὐνόμιον καὶ Θρασυκλέα περιῆλθον, ἄμφω
συγγενεῖς ὄντας, οὐδεπώποτε προμαντευομένους οὕτω
γενέσθαι ταῦτα· διαπλέοντες γὰρ ἀπὸ Σικυῶνος εἰς
Κίρραν, κατὰ μέσον τὸν πόρον πλαγίῳ περιπεσόντες τῷ
Ἰάπυγι ἀνετράπησαν.
ΔΙΟΓ. Εὖ ἐποίησαν. ἡμεῖς δὲ ὁπότε ἐν τῷ βίῳ
ἦμεν, οὐδὲν τοιοῦτον ἐνενοοῦμεν περὶ ἀλλήλων· οὔτε
ἐγώ ποτε ηὐξάμην Ἀντισθένην ἀποθανεῖν, ὡς κληρονομήσαιμι
τῆς βακτηρίας αὐτοῦ‒εἶχε δὲ πάνυ καρτερὰν
ἐκ κοτίνου ποιησάμενος‒οὔτε οἶμαι σὺ ὁ Κράτης ἐπεθύμεις
κληρονομεῖν ἀποθανόντος ἐμοῦ τὰ κτήματα, καὶ
τὸν πίθον, καὶ τὴν πήραν, χοίνικας δύο θέρμων ἔχουσαν.
ΚΡΑΤ. Οὐδὲν γάρ μοι τούτων ἔδει, ἀλλ᾽ οὐδὲ σοί,
ὦ Διόγενες· ἃ γὰρ ἐχρῆν, σύ τε Ἀντισθένους ἐκληρονόμησας
καὶ ἐγὼ σοῦ, πολλῷ μείζω καὶ σεμνότερα τῆς
Περσῶν ἀρχῆς.
ΔΙΟΓ. Τίνα ταῦτα φής;
ΚΡΑΤ. Σοφίαν, αὐτάρκειαν, ἀλήθειαν, παρρησίαν,
ἐλευθερίαν.
ΔΙΟΓ. Νὴ Δία, μέμνημαι καὶ τοῦτον διαδεξάμενος
τὸν πλοῦτον παρὰ Ἀντισθένους καὶ σοὶ ἔτι πλείω
καταλιπών.
ΚΡΑΤ. Ἀλλ᾽ οἱ ἄλλοι ἠμέλουν τῶν τοιούτων κτημάτων
καὶ οὐδεὶς ἐθεράπευεν ἡμᾶς κληρονομήσειν προσδοκῶν,
εἰς δὲ τὸ χρυσίον πάντες ἔβλεπον.
ΔΙΟΓ. Εἰκότως· οὐ γὰρ εἶχον ὅπως δέξαιντο τὰ
τοιαῦτα παρ᾽ ἡμῶν διερρυηκότες ὑπὸ τρυφῆς, καθάπερ
τὰ σαπρὰ τῶν βαλαντίων· ὥστε εἴ ποτε καὶ ἐμβάλοι τις
εἰς αὐτοὺς ἢ σοφίαν ἢ παρρησίαν ἢ ἀλήθειαν, ἐξέπιπτεν
[Page 73]
εὐθὺς καὶ διέρρει, τοῦ πυθμένος στέγειν οὐ δυναμένου,
οἷόν τι πάσχουσιν αἱ τοῦ Δαναοῦ αὗται παρθένοι εἰς
τὸν τετρημένον πίθον ἐπαντλοῦσαι· τὸ δὲ χρυσίον ὀδοῦσι
καὶ ὄνυξι καὶ πάσῃ μηχανῇ ἐφύλαττον.
ΚΡΑΤ. Οὐκοῦν ἡμεῖς μὲν ἕξομεν κἀνταῦθα τὸν
πλοῦτον, οἱ δὲ ὀβολὸν ἥξουσι κομίζοντες, καὶ τοῦτον
ἄχρι τοῦ πορθμέως.
14 ΑΛΕΞΑΝΔΡΟΥ, ΑΝΝΙΒΟΥ, ΜΙΝΩΟΣ ΚΑΙ ΣΚΙΠΙΩΝΟΣ
ΑΛΕΞ. Ἐμὲ δεῖ προκεκρίσθαι σοῦ, ὦ Λίβυ· ἀμείνων
γάρ εἰμι.
ΑΝ. Οὐ μὲν οὖν, ἀλλ᾽ ἐμέ.
ΑΛΕΞ. Οὐκοῦν ὁ Μίνως δικασάτω.
ΜΙΝ. Τίνες δε ἐστέ;
ΑΛΕΞ. Οὗτος μὲν Ἀννίβας ὁ Καρχηδόνιος, ἐγὼ δὲ
Ἀλέξανδρος ὁ Φιλίππου.
ΜΙΝ. Νὴ Δία ἔνδοξοί γε ἀμφότεροι. ἀλλὰ περὶ
τίνος ὑμῖν ἡ ἔρις;
ΑΛΕΞ. Περὶ προεδρίας· φησὶ γὰρ οὗτος ἀμείνων
γεγενῆσθαι στρατηγὸς ἐμοῦ, ἐγὼ δέ, ὥσπερ ἅπαντες
ἴσασιν, οὐχὶ τούτου μόνον, ἀλλὰ πάντων σχεδὸν τῶν
πρὸ ἐμοῦ φημὶ διενεγκεῖν τὰ πολέμια.
ΜΙΝ. Οὐκοῦν ἐν μέρει ἑκάτερος εἰπάτω, σὺ δὲ
πρῶτος ὁ Λίβυς λέγε.
ΑΝ. Ἓν μὲν τοῦτο, ὦ Μίνως, ὠνάμην, ὅτι ἐνταῦθα
καὶ τὴν Ἑλλάδα φωνὴν ἐξέμαθον· ὥστε οὐδὲ ταύτῃ
[Page 74]
πλέον οὗτος ἂν ἐνέγκαιτό μου. φημὶ δὲ τούτους μάλιστα
ἐπαίνου ἀξίους εἶναι, ὅσοι τὸ μηδὲν ἐξ ἀρχῆς ὄντες, ὅμως
ἐπὶ μέγα προεχώρησαν, δύναμίν τε περιβαλόμενοι αὐτοὶ
ἑαυτοῖς, καὶ ἄξιοι δόξαντες ἀρχῆς. ἔγωγ᾿ οὖν μετ᾿ ὀλίγων
ἐξορμήσας εἰς τὴν Ἰβηρίαν, τὸ πρῶτον ὕπαρχος ὢν τῷ
ἀδελφῷ, μεγίστων ἠξιώθην ἄριστος κριθείς, καὶ τούς τε
Κελτίβηρας εἷλον, καὶ Γαλατῶν ἐκράτησα τῶν ἑσπερίων,
καὶ τὰ μεγάλα ὄρη ὑπερβὰς τὰ περὶ τὸν Ἠριδανὸν
ἅπαντα κατέδραμον, καὶ ἀναστάτους ἐποίησα τοσαύτας
πόλεις, καὶ τὴν πεδινὴν Ἰταλίαν ἐχειρωσάμην,
καὶ μέχρι τῶν προαστείων τῆς προὐχούσης πόλεως
ἦλθον, καὶ τοσούτους ἀπέκτεινα μιᾶς ἡμέρας, ὥστε τοὺς
δακτυλίους αὐτῶν μεδίμνοις ἀπομετρῆσαι, καὶ τοὺς ποταμοὺς
γεφυρῶσαι νεκροῖς. καὶ ταῦτα πάντα ἔπραξα, οὔτε
Ἄμμωνος υἱὸς ὀνομαζόμενος, οὔτε θεὸς εἶναι προσποιούμενος
ἢ ἐνύπνια τῆς μητρὸς διεξιών, ἀλλ᾽ ἄνθρωπος
εἶναι ὁμολογῶν, στρατηγοῖς τε τοῖς συνετωτάτοις ἀντεξεταζόμενος,
καὶ στρατιώταις τοῖς μαχιμωτάτοις
συμπλεκόμενος, οὐ Μήδους καὶ Ἀρμενίους καταγωνιζόμενος,
ὑποφεύγοντας πρὶν διώκειν τινά, καὶ τῷ τολμήσαντι
παραδιδόντας εὐθὺς τὴν νίκην. Ἀλέξανδρος δὲ
πατρῴαν ἀρχὴν παραλαβὼν ηὔξησε, καὶ παρὰ πολὺ
ἐξέτεινε, χρησάμενος τῇ τῆς τύχης ὁρμῇ. ἐπεὶ δ᾽ οὖν
ἐνίκησέ τε, καὶ τὸν ὄλεθρον ἐκεῖνον Δαρεῖον ἐν Ισσῷ
τε καὶ Ἀρβήλοις ἐκράτησεν, ἀποστὰς τῶν πατρῴων,
προσκυνεῖσθαι ἠξίου, καὶ εἰς δίαιταν τὴν Μηδικὴν
μετεδιῄτησεν ἑαυτόν, καὶ ἐμιαιφόνει ἐν τοῖς συμποσίοις
τοὺς φίλους, καὶ συνελάμβανεν ἐπὶ θανάτῳ. ἐγὼ δὲ
ἦρξα ἐπ᾽ ἴσης τῆς πατρίδος, καὶ ἐπειδὴ μετεπέμπετο,
[Page 75]
τῶν πολεμίων μεγάλῳ στόλῳ ἐπιπλευσάντων τῇ Λιβύῃ,
ταχέως ὑπήκουσα, καὶ ἰδιώτην ἐμαυτὸν παρέσχον, καὶ
καταδικασθεὶς οὐ χαλεπῶς ἔφερον τὸ πρᾶγμα. καὶ
ταῦτα ἔπραξα βάρβαρος ὤν, καὶ ἀπαίδευτος παιδείας
τῆς Ἑλληνικῆς, καὶ οὔτε Ὅμηρον ὥσπερ οὗτος ῥαψῳδῶν,
οὔτε ὑπ᾿ Ἀριστοτέλους τοῦ σοφιστοῦ παιδευθείς, μόνῃ
δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος. ταῦτά ἐστιν ἃ ἐγὼ
Ἀλεξάνδρου ἀμείνων φημὶ εἶναι. εἰ δέ ἐστι καλλίων
οὑτοσί, διότι διαδήματι τὴν κεφαλὴν διεδέδετο, Μακεδόσι
μὲν ἴσως καὶ ταῦτα σεμνά, οὐ μὴν διὰ τοῦτο ἀμείνων
δόξειεν ἂν γενναίου καὶ στρατηγικοῦ ἀνδρός, τῇ γνώμῃ
πλέον ἢ τῇ τύχῃ κεχρημένου.
ΜΙΝ. Ὁ μὲν εἴρηκεν οὐκ ἀγεννῆ τὸν λόγον, οὐδὲ
ὡς Λίβυν εἰκὸς ἦν, ὑπὲρ αὑτοῦ. σὺ δέ, ὦ Ἀλέξανδρε,
τί πρὸς ταῦτα φής;
ΑΛΕΞ. Ἐχρῆν μέν, ὦ Μίνως, μηδὲν πρὸς ἄνδρα
οὕτω θρασὺν ἀποκρίνασθαι· ἱκανὴ γὰρ ἡ φήμη διδάξαι
σε, οἷος μὲν ἐγὼ βασιλεύς, οἷος δὲ οὗτος λῃστὴς ἐγένετο.
ὅμως δὲ ὅρα εἰ κατ᾽ ὀλίγον αὐτοῦ διέφερον, ὃς νέος ὢν
ἔτι παρελθὼν ἐπὶ τὰ πράγματα, καὶ τὴν ἀρχὴν τεταραγμένην
κατέσχον, καὶ τοὺς φονέας τοῦ πατρὸς μετῆλθον,
κᾆτα φοβήσας τὴν Ἑλλάδα τῇ Θηβαίων ἀπωλείᾳ,
καὶ στρατηγὸς ὑπ᾽ αὐτῶν χειροτονηθείς, οὐκ ἠξίωσα
ἀγαπᾶν ἄρχειν ὁπόσων ὁ πατὴρ κατέλιπεν, ἀλλὰ δεινὸν
ἡγησάμενος, εἰ μὴ ἁπάντων κρατήσαιμι, ὀλίγους ἄγων
ἐσέβαλον εἰς τὴν Ἀσίαν, καὶ ἐπί τε Γρανικῷ ἐκράτησα
μεγάλῃ μάχῃ, καὶ τὴν Λυδίαν λαβὼν καὶ Ἰωνίαν καὶ
Φρυγίαν, καὶ ὅλως τὰ ἐν ποσὶν ἀεὶ χειρούμενος, ἦλθον
ἐπὶ Ἰσσόν, ἔνθα Δαρεῖος ὑπέμεινε μυριάδας πολλὰς
[Page 76]
στρατοῦ ἄγων. καὶ τὸ ἀπὸ τούτου, ὦ Μίνως, ὑμεῖς
ἴστε ὅσους ὑμῖν νεκροὺς ἐν μιᾷ ἡμέρᾳ κατέπεμψα· οὔ
φησι γοῦν ὁ πορθμεὺς διαρκέσαι αὐτοῖς τότε τὸ σκάφος,
ἀλλὰ σχεδίας πηξαμένους τοὺς πολλοὺς αὐτῶν διαπλεῦσαι.
καὶ ταῦτα διέπραττον αὐτὸς προκινδυνεύων
καὶ τιτρώσκεσθαι ἀξιῶν. καὶ ἵνα σοι μὴ τὰ ἐν Τύρῳ
μηδὲ τὰ ἐν Ἀρβήλοις διηγήσωμαι, ἀλλὰ καὶ μέχρι
Ἰνδῶν ἦλθον καὶ τὸν Ὠκεανὸν ὅρον ἐποιησάμην τῆς
ἀρχῆς, καὶ τοὺς ἐλέφαντας αὐτῶν εἷλον, καὶ Πῶρον
ἐχειρωσάμην, καὶ ὑπερβὰς τὸν Τάναϊν Σκύθας οὐκ
εὐκαταφρονήτους ἄνδρας ἐνίκησα μεγάλῃ ἱππομαχίᾳ,
καὶ τοὺς φίλους εὖ ἐποίησα καὶ τοὺς ἐχθροὺς ἠμυνάμην.
εἰ δὲ καὶ θεὸς ἐδόκουν τοῖς ἀνθρώποις, συγγνωστοὶ ἐκεῖνοι
πρὸς τὸ μέγεθος τῶν πραγμάτων καὶ τοιοῦτόν τι
πιστεύσαντες περὶ ἐμοῦ. τὸ δ᾿ οὖν τελευταῖον, ἐγὼ μὲν
βασιλεύων ἀπέθανον, οὗτος δὲ ἐν φυγῇ ὢν παρὰ Προυσίᾳ
τῷ Βιθυνῷ, καθάπερ ἄξιον ἦν πανουργότατον καὶ
ὠμότατον ὄντα· ὡς γὰρ δὴ ἐκράτησε τῶν Ἰταλῶν, ἐῶ
λέγειν ὅτι οὐκ ἰσχύι, ἀλλὰ πονηρίᾳ καὶ ἀπιστίᾳ καὶ
δόλοις, νόμιμον δὲ ἢ προφανὲς οὐδέν. ἐπεὶ δέ μοι ὠνείδισε
τὴν τρυφήν, ἐκλελῆσθαί μοι δοκεῖ οἷα ἐποίει αὐτός.
ἐγὼ δὲ εἰ μὴ μικρὰ τὰ ἑσπέρια δόξας ἐπὶ τὴν ἕω μᾶλλον
ὥρμησα, τί ἂν μέγα ἔπραξα, Ἰταλίαν ἀναιμωτὶ λαβών,
καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος; ἀλλ᾽
οὐκ ἀξιόμαχα ἔδοξέ μοι ἐκεῖνα, τρέμοντα ἤδη καὶ δεσπότην
ὁμολογοῦντα. εἴρηκα· σὺ δέ, ὦ Μίνως, δίκαζε·
ἱκανὰ γὰρ ἀπὸ πολλῶν καὶ ταῦτα.
ΣΚΙΠ. Μὴ πρότερον, ἢν μὴ καὶ ἐμοῦ ἀκούσῃς.
ΜΙΝ. Τίς γὰρ εἶ, ὦ βέλτιστε; ἢ πόθεν ὢν ἐρεῖς;
[Page 77]
ΣΚΙΠ. Ἰταλιώτης Σκιπίων στρατηγός, ὁ καθελὼν
Καρχηδόνα καὶ κρατήσας Λιβύων μεγάλαις μάχαις.
ΜΙΝ. Τί οὖν καὶ σὺ ἐρεῖς;
ΣΚΙΠ. Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου
ἀμείνων, ὃς ἐδίωξα νικήσας αὐτὸν καὶ φυγεῖν κατηνάγκασα
ἀτίμως. πῶς οὖν οὐκ ἀναίσχυντος οὗτος, ὃς
πρὸς Ἀλέξανδρον ἁμιλλᾶται, ᾧ οὐδὲ Σκιπίων ἐγὼ ὁ
νενικηκὼς ἐμαυτὸν παραβάλλεσθαι ἀξιῶ;
ΜΙΝ. Νὴ Δί᾽ εἰκότα φής, ὦ Σκιπίων· ὥστε
πρῶτος μὲν κεκρίσθω Ἀλέξανδρος, μετ᾽ αὐτὸν δὲ σύ,
εἶτα, εἰ δοκεῖ, τρίτος Ἀννίβας οὐδὲ οὗτος εὐκαταφρόνητος
ὤν.
15 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΥ
ΔΙΟΓ. Τί τοῦτο, ὦ Ἀλέξανδρε; καὶ σὺ τέθνηκας
ὥσπερ καὶ ἡμεῖς ἅπαντες;
ΑΛΕΞ. Ὁρᾷς, ὦ Διόγενες· οὐ παράδοξον δέ, εἰ
ἄνθρωπος ὢν ἀπέθανον.
ΔΙΟΓ. Οὐκοῦν ὁ Ἄμμων ἐψεύδετο λέγων ἑαυτοῦ
σε εἶναι, σὺ δὲ Φιλίππου ἄρα ἦσθα;
ΑΛΕΞ. Φιλίππου δηλαδή· οὐ γὰρ ἂν ἐτεθνήκη
Ἄμμωνος ὤν.
ΔΙΟΓ. Καὶ μὴν καὶ περὶ τῆς Ὀλυμπιάδος ὅμοια
ἐλέγετο, δράκοντά σοι πατέρα εἶναι, τὸν δὲ Φίλιππον
ἐξηπατῆσθαι οἰόμενον ἑαυτοῦ σε εἶναι.
ΑΛΕΞ. Καγὼ ταῦτα ἤκουον ὥσπερ σύ, νῦν δὲ ὁρῶ,
ὅτι οὐδὲν ὑγιὲς οὔτε ἡ μήτηρ οὔτε οἱ τῶν Ἀμμωνίων
προφῆται ἔλεγον.
[Page 78]
ΔΙΟΓ. Ἀλλὰ τὸ ψεῦδος αὐτῶν οὐκ ἄχρηστόν σοι,
ὦ Ἀλέξανδρε, πρὸς τὰ πράγματα ἐγένετο· πολλοὶ γὰρ
ἐφοβοῦντο θεὸν εἶναί σε νομίζοντες. ἀτὰρ εἰπέ μοι, τίνι
τὴν τοσαύτην ἀρχὴν καταλέλοιπας;
ΑΛΕΞ. Οὐκ οἶδα, ὦ Διόγενες· οὐ γὰρ ἔφθασα ἐπισκήψας
τι περὶ αὐτῆς, πλὴν τοῦτο μόνον, ὅτι ἀποθνῄσκων
Περδίκκᾳ τὸν δακτύλιον ἔδωκα. ἀλλὰ τί γελᾷς,
ὦ Διόγενες;
ΔΙΟΓ. Τί γὰρ ἄλλο ἢ ἀνεμνήσθην οἷα ἐποίει ἡ
Ἑλλάς, ἄρτι σε παρειληφότα τὴν ἀρχὴν κολακεύοντες,
καὶ προστάτην αἱρούμενοι καὶ στρατηγὸν ἐπὶ τοὺς
βαρβάρους, ἔνιοι δὲ καὶ τοῖς δώδεκα θεοῖς προστιθέντες,
καὶ οἰκοδομοῦντές σοι νεώς, καὶ θύοντες ὡς δράκοντος
υἱῷ. ἀλλ᾽ εἰπέ μοι, ποῦ σε οἱ Μακεδόνες ἔθαψαν;
ΑΛΕΞ. Ἔτι ἐν Βαβυλῶνι κεῖμαι τριακοστὴν
ταύτην ἡμέραν, ὑπισχνεῖται δὲ Πτολεμαῖος ὁ ὑπασπιστής,
ἤν ποτε ἀγάγῃ σχολὴν ἀπὸ τῶν θορύβων
τῶν ἐν ποσίν, εἰς Αἴγυπτον ἀπαγαγὼν θάψειν ἐκεῖ, ὡς
γενοίμην εἷς τῶν Αἰγυπτίων θεῶν.
ΔΙΟΓ. Ἆρ᾽ οὐχὶ γελάσομαι οὖν, ὦ Ἀλέξανδρε,
ὁρῶν καὶ ἐν ᾅδου ἔτι σε μωραίνοντα καὶ ἐλπίζοντα
Ἄνουβιν ἢ Ὄσιριν γενήσεσθαι; ἀλλὰ ταῦτα μέν, ὦ
θειότατε, μὴ ἐλπίσῃς· οὐ γὰρ θέμις ἀνελθεῖν τινα τῶν
ἅπαξ διαπλευσάντων τὴν λίμνην καὶ εἰς τὸ εἴσω τοῦ
στομίου παρελθόντων· οὐ γὰρ ἀμελὴς ὁ Αἰακός, οὐδ᾽
ὁ Κέρβερος εὐκαταφρόνητος. ἐκεῖνο δέ γε ἡδέως ἂν
μάθοιμι παρὰ σοῦ, πῶς φέρεις, ὁπόταν ἐννοήσῃς, ὅσην
εὐδαιμονίαν ὑπὲρ γῆς ἀπολιπὼν ἀφῖξαι, σωματοφύλακας
καὶ ὑπασπιστὰς καὶ σατράπας, καὶ χρυσὸν τοσοῦτον,
[Page 79]
καὶ ἔθνη προσκυνοῦντα, καὶ Βαβυλῶνα καὶ Βάκτρα,
καὶ τὰ μεγάλα θηρία, καὶ τιμὴν καὶ δόξαν, καὶ τὸ
ἐπίσημον εἶναι ἐξελαύνοντα, διαδεδεμένον ταινίᾳ λευκῇ
τὴν κεφαλήν, καὶ πορφυρίδα φοροῦντα. οὐ λυπεῖ
ταῦτά σε ὑπὸ τὴν μνήμην ἰόντα; τί δακρύεις, ὦ μάταιε;
οὐδὲ ταῦτά σε ὁ σοφὸς Ἀριστοτέλης ἐπαίδευσε μὴ
οἴεσθαι βέβαια εἶναι, τὰ παρὰ τῆς τύχης;
ΑΛΕΞ. Ὁ σοφός; ἁπάντων ἐκεῖνος κολάκων
ἐπιτριπτότατος ὤν. ἐμὲ μόνον ἔασον τὰ Ἀριστοτέλους
εἰδέναι, ὅσα μὲν ᾔτησε παρ᾽ ἐμοῦ, οἷα δὲ ἐπέστελλεν,
ὡς δὲ κατεχρῆτό μου τῇ περὶ παιδείαν φιλοτιμίᾳ,
θωπεύων καὶ ἐπαινῶν ἄλλοτε μὲν πρὸς τὸ κάλλος,
ὡς καὶ τοῦτο μέρος ὂν τἀγαθοῦ, ἄλλοτε δὲ εἰς τὰς
πράξεις καὶ τὸν πλοῦτον. καὶ γὰρ αὖ καὶ τοῦτο
ἀγαθὸν ἡγεῖτο εἶναι, ὡς μὴ αἰσχύνοιτο καὶ αὐτὸς
λαμβάνων· γόης, ὦ Διόγενες, ἅνθρωπος [typo: should be ἄνθ..], καὶ τεχνίτης.
ἀλλὰ τοῦτό γε ἀπολέλαυκα αὐτοῦ τῆς σοφίας, τὸ
λυπεῖσθαι ὡς ἐπὶ μεγίστοις ἀγαθοῖς ἐκείνοις, ἃ κατηριθμήσω
μικρῷ γε ἔμπροσθεν.
ΔΙΟΓ. Ἀλλ᾽ οἶσθα ὃ δράσεις; ἄκος γάρ σοι τῆς
λύπης ὑποθήσομαι. ἐπεὶ ἐνταῦθά γε ἐλλέβορος οὐ
φύεται, πίε τὸ Λήθης ὕδωρ, καὶ αὖθις πίε καὶ πολλάκις·
οὕτως γὰρ παύσῃ ἐπὶ τοῖς Ἀριστοτέλους ἀγαθοῖς
ἀνιώμενος. καὶ γὰρ Κλεῖτον ἐκεῖνον ὁρῶ καὶ Καλλισθένην
καὶ ἄλλους πολλοὺς ἐπί σε ὁρμῶντας, ὡς
διασπάσωνται καὶ ἀμύνωνταί σε ὧν ἔδρασας αὐτούς.
ὥστε τὴν ἑτέραν σὺ ταύτην βάδιζε καὶ πῖνε πολλάκις,
ὡς ἔφην.
[Page 80]
16 ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΥ
ΦΙΛ. Νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος
γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν ἐτεθνήκεις
Ἄμμωνός γε ὤν.
ΑΛΕΞ. Οὐδ᾽ αὐτὸς ἠγνόουν, ὦ πάτερ, ὡς Φιλίππου
τοῦ Ἀμύντου υἱός εἰμι, ἀλλ᾽ ἐδεξάμην τὸ μάντευμα
ὡς χρήσιμον εἰς τὰ πράγματα οἰόμενος εἶναι.
ΦΙΛ. Τί λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν
σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
ΑΛΕΞ. Οὐ τοῦτο, ἀλλ᾽ οἱ βάρβαροι κατεπλάγησάν
με καὶ οὐδεὶς ἔτι ἀνθίστατο, οἰόμενοι θεῷ μάχεσθαι,
ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.
ΦΙΛ. Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν,
ὃς δειλοῖς ἀεὶ ξυνηνέχθης, τοξάρια καὶ πελτάρια
καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν
ἔργον ἦν, Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων, καὶ τὸ
Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς
Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ
Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι,
ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων,
χρυσοφόρων ἀνθρώπων καὶ ἁβρῶν, οὐκ οἶσθα ὡς πρὸ
σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν, οὐδ᾽
εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων, ἀλλὰ πρὶν ἢ τὸ
τόξευμα ἐξικνεῖσθαι φυγόντων;
ΑΛΕΞ. Ἀλλ᾽ οἱ Σκύθαι γε, ὦ πάτερ, καὶ οἱ Ἰνδῶν
ἐλέφαντες οὐκ εὐκαταφρόνητόν τι ἔργον, καὶ ὅμως οὐ
διαστήσας αὐτοὺς οὐδὲ προδοσίαις ὠνούμενος τὰς νίκας
[Page 81]
ἐκράτουν αὐτῶν· οὐδ᾽ ἐπιώρκησα πώποτε, ἢ ὑποσχόμενος
ἐψευσάμην, ἢ ἄπιστον ἔπραξά τι τοῦ νικᾶν ἕνεκα.
καὶ τοὺς Ἕλληνας τοὺς μὲν ἀναιμωτὶ παρέλαβον,
Θηβαίους δὲ ἴσως ἀκούεις ὅπως μετῆλθον.
ΦΙΛ. Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ
μοι, ὃν σὺ μεταξὺ δειπνοῦντα ἐφόνευσας τὸ δορατίον
διελάσας, ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι
ἐτόλμησε. σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα
καταβαλών, κάνδυν, ὥς φασι, μετενέδυς, καὶ τιάραν
ὀρθὴν ἐπέθου, καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων, ὑπ᾽
ἐλευθέρων ἀνδρῶν, ἠξίους, καὶ τὸ πάντων γελοιότατον,
ἐμιμοῦ τὰ τῶν νενικημένων. ἐῶ γὰρ λέγειν ὅσα ἄλλα
ἔπραξας, λέουσι συγκατακλείων πεπαιδευμένους ἄνδρας,
καὶ γάμους τοιούτους γαμῶν· ἓν ἐπῄνεσα μόνον ἀκούσας,
ὅτι τῆς τοῦ Δαρείου γυναικὸς καὶ τῆς μητρὸς αὐτοῦ
καὶ τῶν θυγατέρων ἐπεμελήθης· βασιλικὰ γὰρ ταῦτα.
ΑΛΕΞ. Τὸ φιλοκίνδυνον δέ, ὦ πάτερ, οὐκ ἐπαινεῖς,
καὶ τὸ ἐν Ὀξυδράκαις πρῶτον καταπηδᾶν ἐντὸς
τοῦ τείχους, καὶ τοσαῦτα λαβεῖν τραύματα;
ΦΙΛ. Οὐκ ἐπαινῶ τοῦτο, ὦ Ἀλέξανδρε, οὐχ ὅτι οὐ
καλὸν οἴομαι εἶναι καὶ τιτρώσκεσθαί ποτε τὸν βασιλέα
καὶ προκινδυνεύειν τοῦ στρατοῦ, ἀλλ᾿ ὅτι σοι τὸ τοιοῦτον
ἥκιστα συνέφερε· θεὸς γὰρ εἶναι δοκῶν εἴ ποτε τρωθείης,
καὶ βλέποιέν σε φοράδην τοῦ πολέμου ἐκκομιζόμενον,
αἵματι ῥεόμενον, οἰμῴζοντα ἐπὶ τῷ τραύματι, ταῦτα
γέλως ἦν τοῖς ὁρῶσιν, ᾗ καὶ ὁ Ἄμμων γόης καὶ
ψευδόμαντις ἠλέγχετο καὶ οἱ προφῆται κόλακες. ἢ τίς
οὐκ ἂν ἐγέλασεν, ὁρῶν τὸν τοῦ Διὸς υἱὸν λιποψυχοῦντα,
δεόμενον τῶν ἰατρῶν βοηθεῖν; νῦν μὲν γὰρ ὁπότε ἤδη
[Page 82]
τέθνηκας, οὐκ οἴει πολλοὺς εἶναι τοὺς τὴν προσποίησιν
ἐκείνην ἐπικερτομοῦντας, ὁρῶντας τὸν νεκρὸν τοῦ θεοῦ
ἐκτάδην κείμενον, μυδῶντα ἤδη καὶ ἐξῳδηκότα κατὰ
νόμον σωμάτων ἁπάντων; καὶ δὴ καὶ τοῦτο, ὃ χρήσιμον
ἔφης, ὦ Ἀλέξανδρε, τὸ διὰ τοῦτο κρατεῖν ῥᾳδίως, πολὺ
τῆς δόξης ἀφῄρει τῶν κατορθουμένων· πᾶν γὰρ ἐδόκει
ἐνδεές, ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν.
ΑΛΕΞ. Οὐ ταῦτα φρονοῦσιν οἱ ἄνθρωποι περὶ
ἐμοῦ, ἀλλὰ Ἡρακλεῖ καὶ Διονύσῳ ἐνάμιλλον τιθέασί
με. καίτοι τὴν Ἄορνον ἐκείνην, οὐδετέρου ἐκείνων
λαβόντος, ἐγὼ μόνος ἐχειρωσάμην.
ΦΙΛ. Ὁρᾷς ὅτι ταῦτα ὡς υἱὸς Ἄμμωνος λέγεις, ὃς
Ἡρακλεῖ καὶ Διονύσῳ παραβάλλεις ἑαυτόν; καὶ οὐκ
αἰσχύνῃ, ὦ Ἀλέξανδρε, οὐδὲ τὸν τῦφον ἀπομαθήσῃ καὶ
γνώσῃ σεαυτὸν καὶ συνήσῃ ἤδη νεκρὸς ὤν;
17 ΑΧΙΛΛΕΩΣ ΚΑΙ ΑΝΤΙΛΟΧΟΥ
ΑΝΤ. Οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα
σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ανάξια
τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος.
ἠκροώμην γάρ, ὁπότε ἔφησθα βούλεσθαι ἐπάρουρος
ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, “ᾧ μὴ βίοτος
πολὺς εἴη,” μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν.
ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλόν, καὶ πέρα
τοῦ καλῶς ἔχοντος φιλόζῳον, ἴσως ἐχρῆν λέγειν, τὸν
Πηλέως δὲ υἱόν, τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων,
[Page 83]
ταπεινὰ οὕτω περὶ αὑτοῦ διανοεῖσθαι, πολλὴ αἰσχύνη,
καὶ ἐναντία ταῦτα τοῖς πεπραγμένοις σοι ἐν τῷ βίῳ,
ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν,
ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
ΑΧ. Ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι
τῶν ἐνταῦθα ὤν, καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον εἴη
ἀγνοῶν, τὴν δύστηνον ἐκείνην δόξαν προετίμων τοῦ βίου,
νῦν δὲ συνίημι ἤδη ὡς ἡ δόξα μὲν ἀνωφελής, εἰ καὶ ὅτι
μάλιστα οἱ ἄνω ῥαψῳδήσουσι· μετὰ νεκρῶν δὲ ὁμοτιμία,
καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς
πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ,
ὅμοιοι καὶ οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ τῶν
Τρῴων νεκροὶ δεδίασί με, οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν,
ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος “ἠμὲν
κακὸς ἠδὲ καὶ ἐσθλός”. ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι,
ὅτι οὐ θητεύω ζῶν.
ΑΝΤ. Ὅμως τί οὖν ἄν τις πάθοι, ὦ Ἀχιλλεῦ;
ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνῄσκειν ἅπαντας,
ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς
διατεταγμένοις. καὶ δὴ καὶ ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ
σέ ἐσμεν ὧδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται
πάντως. φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ
πράγματος, καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς
τὸν Ἡρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς
ἄνδρας, οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν,
εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ
ἀβίοις ἀνδράσιν.
ΑΧ. Ἀλλ᾽ ὅμως, ἐμὲ μὲν οὐκ οἶδ᾽ ὅπως ἡ μνήμη
τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον·
[Page 84]
εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ χείρους ἐστὲ καθ᾽ ἡσυχίαν
αὐτὸ πάσχοντες.
ΑΝΤ. Οὔκ, ἀλλ᾽ ἀμείνους, ὦ Ἀχιλλεῦ· τὸ γὰρ
ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν
καὶ ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν
ὥσπερ καὶ σὺ τοιαῦτα εὐχόμενοι.
18 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΗΡΑΚΛΕΟΥΣ
ΔΙΟΓ. Οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν
ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ
λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκε
Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ
γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.
ΗΡ. Καὶ ὀρθῶς ἔθυες· αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς
ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι “καὶ ἔχει καλλίσφυρον
Ἥβην”, ἐγὼ δ᾽ εἴδωλόν εἰμι αὐτοῦ.
ΔΙΟΓ. Πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν
ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ
ἡμίσει;
ΗΡ. Ναί· οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ᾽ ἐγὼ ἡ
εἰκὼν αὐτοῦ.
ΔΙΟΓ. Μανθάνω· ἄντανδρόν σε τῷ Πλούτωνι
παρέδωκεν ἀνθ᾽ ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντ᾽ ἐκείνου
νεκρὸς εἶ.
ΗΡ. Τοιοῦτό τι.
ΔΙΟΓ. Πῶς οὖν ἀκριβὴς ὁ Αἰακὸς ὢν οὐ διέγνω σε
[Page 85]
οὐκ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον
Ἡρακλέα παρόντα;
ΗΡ. Ὅτι ἐῴκη ἀκριβῶς.
ΔΙΟΓ. Ἀληθῆ λέγεις· ἀκριβῶς γάρ, ὥστε αὐτὸς
εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστί, καὶ σὺ μὲν εἶ
ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ
τοῖς θεοῖς.
ΗΡ. Θρασὺς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώπτων
εἰς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.
ΔΙΟΓ. Τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον· ἐγὼ
δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνηκώς; ἀτὰρ εἰπέ μοι
πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆσθα αὐτῷ
καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον,
ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες ὁ μὲν εἰς θεοὺς ἀπέπτατο,
σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, εἰς ᾅδου πάρει;
ΗΡ. Ἐχρῆν μὲν μηδὲ ἀποκρίνασθαι πρὸς ἄνδρα
οὕτως ἐρεσχηλοῦντα· ὅμως δ᾽ οὖν καὶ τοῦτο ἄκουσον·
ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο
τέθνηκε καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν, ὃ δὲ ἦν τοῦ Διός, ἐν
οὐρανῷ σύνεστι τοῖς θεοῖς.
ΔΙΟΓ. Σαφῶς νῦν μανθάνω· δύο γὰρ φὴς τεκεῖν
τὴν Ἀλκμήνην κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ᾽
Ἀμφιτρύωνος, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε
δίδυμοι ὄντες ὁμομήτριοι.
ΗΡ. Οὔκ, ὦ μάταιε· ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.
ΔΙΟΓ. Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους
δύο ὄντας Ἡρακλέας, εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις
ἦτε εἰς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός.
ΗΡ. Οὐ γὰρ καὶ πάντες οὕτω σοι δοκοῦσι συγκεῖσθαι
[Page 86]
ἐκ δυοῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν
ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός,
τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;
ΔΙΟΓ. Ἀλλ᾽, ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς
ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον
εἴδωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν
Ἡρακλέα.
ΗΡ. Πῶς τριπλοῦν;
ΔΙΟΓ. Ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ
παρ᾿ ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐλύθη κόνις ἤδη
γενόμενον, τρία ταῦτα δὴ γίγνεται. καὶ σκόπει, ὅντινα
δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι.
ΗΡ. Θρασὺς εἶ καὶ σοφιστής· τίς δὲ καὶ ὢν τυγχάνεις;
ΔΙΟΓ. Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ
οὐ μὰ Δία “μετ᾽ ἀθανάτοισι θεοῖσιν”, ἀλλὰ τοῖς βελτίστοις
νεκρῶν ἀνδρῶν συνών, Ὁμήρου καὶ τῆς τοσαύτης
φλυαρίας καταγελῶ.
19 ΠΡΩΤΕΣΙΛΑΟΥ, ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ ΠΕΡΣΕΦΟΝΗΣ
ΠΡΩΤ. Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ,
καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
ΠΛΟΥΤ. Σὺ δὲ τίνων δέῃ παρ᾽ ἡμῶν; ἢ τίς ὢν
τυγχάνεις;
ΠΡΩΤ. Εἰμὶ μὲν Πρωτεσίλεως ὁ Ἰφίκλου Φυλάκιος
[Page 87]
συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν
τῶν ἐπ᾿ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι
πάλιν.
ΠΛΟΥΤ. Τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε,
πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
ΠΡΩΤ. Ἀλλ᾽ οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς
γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν
ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει
ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς
οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι καὶ
πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.
ΠΛΟΥΤ. Οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης
ὕδωρ;
ΠΡΩΤ. Καὶ μάλα, ὦ δέσποτα· τὸ δὲ πρᾶγμα
ὑπέρογκον ἦν.
ΠΛΟΥΤ. Οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη
ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.
ΠΡΩΤ. Ἀλλ᾽ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων·
ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
ΠΛΟΥΤ. Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι
μετ᾽ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
ΠΡΩΤ. Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ᾽
ὑμᾶς, ὥστε ἀνθ᾽ ἑνὸς δύο νεκροὺς λήψει μετ᾽ ὀλίγον.
ΠΛΟΥΤ. Οὐ θέμις γενέσθαι ταῦτα, οὐδὲ γέγονε
πώποτε.
ΠΡΩΤ. Ἀναμνήσω σε, ὦ Πλούτων· Ὀρφεῖ γὰρ
δι᾽ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε
καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ
χαριζόμενοι.
[Page 88]
ΠΛΟΥΤ. Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν
καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς
δὲ κἀκείνη προσήσεταί σε οὐδὲ δυναμένη διαγνῶναι;
φοβήσεται γὰρ εὖ οἶδα, καὶ φεύξεταί σε, καὶ μάτην
ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
ΠΕΡΣ. Οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι, καὶ
τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φάει ἤδη ὁ
Πρωτεσίλαος ᾖ, καθικόμενον τῇ ῥάβδῳ νεανίαν εὐθὺς
καλὸν ἀπεργάσασθαι αὐτόν, οἷος ἦν ἐκ τοῦ θαλάμου.
ΠΛΟΥΤ. Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν
τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν
λαβὼν ἡμέραν.
20 ΑΙΑΚΟΥ, ΠΡΩΤΕΣΙΛΑΟΥ, ΜΕΝΕΛΑΟΥ ΚΑΙ ΠΑΡΙΔΟΣ
ΑΙΑΚ. Τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην
προσπεσών;
ΠΡΩΤ. Ὅτι διὰ ταύτην, ὦ Αἰακέ, ἀπέθανον ἡμιτελῆ
μὲν τὸν δόμον καταλιπών, χήραν τε τὴν νεόγαμον
γυναῖκα.
ΑΙΑΚ. Αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς
ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν.
ΠΡΩΤ. Εὖ λέγεις· ἐκεῖνόν μοι αἰτιατέον.
ΜΕΝ. Οὐκ ἐμέ, ὦ βέλτιστε, ἀλλὰ δικαιότερον τὸν
Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα τὰ
δίκαια ᾤχετο ἁρπάσας· οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου,
ἀλλ᾽ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος
ἄγχεσθαι, τοσούτοις θανάτου αἴτιος γεγενημένος.
[Page 89]
ΠΡΩΤ. Ἄμεινον οὕτω· τοιγαροῦν σέ, ὦ Δύσπαρι,
οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.
ΠΑΡ. Ἄδικα ποιῶν, ὦ Πρωτεσίλαε, καὶ ταῦτα
ὁμότεχνον ὄντα σοι· ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ
τῷ αὐτῷ θεῷ κατέσχημαι· οἶσθα δὲ ὡς ἀκούσιόν τί
ἐστι, καί τις ἡμᾶς δαίμων ἄγει οἷπερ ἂν ἐθέλῃ, καὶ
ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.
ΠΡΩΤ. Εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα
ἐνταῦθα λαβεῖν δυνατὸν ἦν.
ΑΙΑΚ. Ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι
τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ
Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι
οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος
τῆς νεογάμου γυναικός, ἐπεὶ προσεφέρεσθε τῇ
Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας
τῶν ἄλλων, δόξης ἐρασθείς, δι᾿ ἣν πρῶτος
ἐν τῇ ἀποβάσει ἀπέθανες.
ΠΡΩΤ. Οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακέ,
ἀποκρινοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος,
ἀλλ᾽ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι.
ΑΙΑΚ. Ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;
21 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΜΑΥΣΩΛΟΥ
ΔΙΟΓ. Ὦ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων
ἡμῶν προτιμᾶσθαι ἀξιοῖς;
ΜΑΥΣ. Καὶ ἐπὶ τῇ βασιλείᾳ μέν, ὦ Σινωπεῦ, ὃς
ἐβασίλευσα Καρίας μὲν ἁπάσης, ἦρξα δὲ καὶ Λυδῶν
[Page 90]
ἐνίων, καὶ νήσους τινὰς ὑπηγαγόμην, καὶ ἄχρι Μιλήτου
ἐπέβην, τὰ πολλὰ τῆς Ἰωνίας καταστρεφόμενος· καὶ
καλὸς ἦν καὶ μέγας καὶ ἐν πολέμοις καρτερός· τὸ δὲ
μέγιστον, ὅτι ἐν Ἁλικαρνασσῷ μνῆμα παμμέγεθες ἔχω
ἐπικείμενον, ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ᾽ οὐδὲ οὕτως
εἰς κάλλος ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον
ᾐκασμένων λίθου τοῦ καλλίστου, οἷον οὐδὲ
νεὼν εὕροι τις ἂν ῥᾳδίως. οὐ δοκῶ σοι δικαίως ἐπὶ
τούτοις μέγα φρονεῖν;
ΔΙΟΓ. Ἐπὶ τῇ βασιλείᾳ φὴς καὶ τῷ κάλλει καὶ
τῷ βάρει τοῦ τάφου;
ΜΑΥΣ. Νὴ Δί᾽ ἐπὶ τούτοις.
ΔΙΟΓ. Ἀλλ᾽, ὦ καλὲ Μαύσωλε, οὔτε ἡ ἰσχὺς ἐκείνη
ἔτι σοὶ οὔτε ἡ μορφὴ πάρεστιν· εἰ γοῦν τινα ἑλοίμεθα
δικαστὴν εὐμορφίας πέρι, οὐκ ἔχω εἰπεῖν, τίνος ἕνεκα τὸ
σὸν κρανίον προτιμηθείη ἂν τοῦ ἐμοῦ· φαλακρὰ γὰρ
ἄμφω καὶ γυμνά, καὶ τοὺς ὀδόντας ὁμοίως προφαίνομεν,
καὶ τοὺς ὀφθαλμοὺς ἀφῃρήμεθα, καὶ τὰς ῥῖνας ἀποσεσιμώμεθα.
ὁ δὲ τάφος καὶ οἱ πολυτελεῖς ἐκεῖνοι
λίθοι, Ἁλικαρνασσεῦσι μὲν ἴσως εἶεν ἂν ἐπιδείκνυσθαι
καὶ φιλοτιμεῖσθαι πρὸς τοὺς ξένους, ὡς δή τι μέγα
οἰκοδόμημα αὐτοῖς ἐστι· σὺ δέ, ὦ βέλτιστε, οὐχ ὁρῶ
ὅ τι ἀπολαύεις αὐτοῦ, εἰ μὴ τοῦτο φής, ὅτι μᾶλλον
ἡμῶν ἀχθοφορεῖς, ὑπὸ τηλικούτων λίθων πιεζόμενος.
ΜΑΥΣ. Ἀνόνητα οὖν μοι ἐκεῖνα πάντα, καὶ ἰσότιμος
ἔσται Μαύσωλος καὶ Διογένης;
ΔΙΟΓ. Οὐκ ἰσότιμος, ὦ γενναιότατε, οὐ γάρ·
Μαύσωλος μὲν γὰρ οἰμῴξεται μεμνημένος τῶν ὑπὲρ
γῆς, ἐν οἷς εὐδαιμονεῖν ᾤετο, Διογένης δὲ καταγελάσεται
[Page 91]
αὐτοῦ. καὶ τάφον ὁ μὲν ἐν Ἁλικαρνασσῷ ἐρεῖ ἑαυτοῦ
ὑπὸ Ἀρτεμισίας τῆς γυναικὸς καὶ ἀδελφῆς κατεσκευασμένον,
ὁ Διογένης δὲ τοῦ μὲν σώματος εἰ καί τινα
τάφον ἔχει οὐκ οἶδεν· οὐδὲ γὰρ ἔμελεν αὐτῷ τούτου·
λόγον δὲ τοῖς ἀρίστοις περὶ αὑτοῦ καταλέλοιπεν, ἀνδρὸς
βίον βεβιωκώς, ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε,
τοῦ σοῦ μνήματος, καὶ ἐν βεβαιοτέρῳ χωρίῳ
κατεσκευασμένον.
22 ΝΙΡΕΩΣ ΚΑΙ ΘΕΡΣΙΤΟΥ ΚΑΙ ΜΕΝΙΠΠΟΥ
ΝΙΡ. Ἰδοὺ δή. Μένιππος οὑτοσὶ δικάσει, πότερος
εὐμορφότερός ἐστιν. εἰπέ, ὦ Μένιππε, οὐ καλλίων
σοι δοκῶ;
ΜΕΝ. Τίνες δὲ καὶ ἔστε; πρότερον γάρ, οἶμαι,
χρὴ τοῦτο εἰδέναι.
ΝΙΡ. Νιρεὺς καὶ Θερσίτης.
ΜΕΝ. Πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσίτης;
οὐδέπω γὰρ τοῦτο δῆλον.
ΘΕΡΣ. Ἓν μὲν ἤδη τοῦτο ἔχω, ὅτι ὅμοιός εἰμί
σοι, καὶ οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος
ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν, ἁπάντων εὐμορφότερον
προσειπών, ἀλλ᾽ ὁ φοξὸς ἐγὼ καὶ ψεδνὸς οὐδὲν χείρων
ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ, ὦ Μένιππε, ὅντινα καὶ
εὐμορφότερον ἡγῇ.
ΝΙΡ. Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος,
ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον.
ΜΕΝ. Ἀλλ᾽ οὐχὶ καὶ ὑπὸ γῆν, ὡς οἶμαι, κάλλιστος
ἦλθες, ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον
[Page 92]
ταύτῃ μόνον ἄρα διακρίνοιτο ἂν ἀπὸ τοῦ Θερσίτου
κρανίου, ὅτι εὔθρυπτον τὸ σόν· ἀλαπαδνὸν γὰρ αὐτὸ
καὶ οὐκ ἀνδρῶδες ἔχεις.
ΝΙΡ. Καὶ μὴν ἐροῦ Ὅμηρον, ὁποῖος ἦν, ὁπότε
συνεστράτευον τοῖς Ἀχαιοῖς.
ΜΕΝ. Ὀνείρατά μοι λέγεις· ἐγὼ δὲ βλέπω ἃ
καὶ νῦν ἔχεις, ἐκεῖνα δὲ οἱ τότε ἴσασιν.
ΝΙΡ. Οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι, ὦ
Μένιππε;
ΜΕΝ. Οὔτε σὺ οὔτε ἄλλος εὔμορφος· ἰσοτιμία γὰρ
ἐν ᾅδου καὶ ὅμοιοι ἅπαντες.
ΘΕΡΣ. Ἐμοὶ μὲν οὖν καὶ τοῦτο ἱκανόν.
23 ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΧΕΙΡΩΝΟΣ
ΜΕΝ. Ἤκουσα, ὦ Χείρων, ὡς θεὸς ὢν ἐπιθυμήσειας
ἀποθανεῖν.
ΧΕΙΡ. Ἀληθῆ ταῦτα ἤκουσας, ὦ Μένιππε, καὶ
τέθνηκα, ὡς ὁρᾷς, ἀθάνατος εἶναι δυνάμενος.
ΜΕΝ. Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν, ἐχθίστου
τοῖς πολλοῖς χρήματος;
ΧΕΙΡ. Ἐρῶ πρός σε οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν
ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας.
ΜΕΝ. Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς;
ΧΕΙΡ. Οὔκ, ὦ Μένιππε· τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον
τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ζῶν ἀεὶ
καὶ ἀπολαύων τῶν ὁμοίων, ἡλίου, φάους, τροφῆς,‒αἱ
ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γιγνόμενα ἅπαντα ἑξῆς ἕκαστον,
[Page 93]
ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ,‒ἐνεπλήσθην
γοῦν αὐτῶν· οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεί, ἀλλὰ καί ἐν τῷ
μὴ μετασχεῖν ὅλως τὸ τερπνὸν ἦν.
ΜΕΝ. Εὖ λέγεις, ὦ Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς
φέρεις, ἀφ᾿ οὗ προελόμενος αὐτὰ ἥκεις;
ΧΕΙΡ. Οὐκ ἀηδῶς, ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία
πάνυ δημοτική, καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον,
ἐν φάει εἶναι ἢ καὶ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν
ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ᾽ ἀνεπιδεεῖς τούτων
ἁπάντων ἐσμέν.
ΜΕΝ. Ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ,
καὶ ἐς τὸ αὐτὸ σοι ὁ λογος περιπεσῇ.
ΧΕΙΡ. Πῶς τοῦτο φής;
ΜΕΝ. Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ
ταὐτὸν ἐνεποίησέ σοι κόρον, καὶ τἀνταῦθα ὅμοια ὄντα
κόρον ὁμοίως ἂν ἐμποιοίη, καὶ δεήσει μεταβολήν σε
ζητεῖν τινα καὶ ἐντεῦθεν ἐς ἄλλον βίον, ὅπερ οἶμαι
ἀδύνατον.
ΧΕΙΡ. Τί οὖν ἂν πάθοι τις, ὦ Μένιππε;
ΜΕΝ. Ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι
καὶ ἀγαπᾶν τοῖς παροῦσι, καὶ μηδὲν αὐτῶν ἀφόρητον
οἴεσθαι.
24 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΝΤΙΣΘΕΝΟΥΣ ΚΑΙ ΚΡΑΤΗΤΟΣ
ΔΙΟΓ. Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν·
ὥστε τί οὐκ ἄπιμεν ἐπὶ τῆς καθόδου περιπατήσαντες,
[Page 94]
ὀψόμενοι τοὺς κατιόντας, οἷοί τέ εἰσι καὶ τί ἕκαστος
αὐτῶν ποιεῖ;
ΑΝΤ. Ἀπίωμεν, ὦ Διόγενες· καὶ γὰρ ἂν ἡδὺ τὸ
θέαμα γένοιτο, τοὺς μὲν δακρύοντας αὐτῶν ὁρᾶν, τοὺς
δὲ καὶ ἱκετεύοντας ἀφεθῆναι, ἐνίους δὲ μόλις κατιόντας,
καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ, ὅμως ἀντιβαίνοντας
καὶ ὑπτίους ἀντερείδοντας, οὐδὲν δέον.
ΚΡΑΤ. Ἔγωγ᾿ οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον
ὁπότε κατῄειν κατὰ τὴν ὁδόν.
ΔΙΟΓ. Διήγησαι, ὦ Κράτης· ἔοικας γάρ τινα
ἑορακέναι παγγέλοια.
ΚΡΑΤ. Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον
ἡμῖν, ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός τε ὁ πλούσιος
ὁ ἡμέτερος, καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος, καὶ
Ὀροίτης ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος‒
ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν περὶ τὸν Κιθαιρῶνα,
εἰς Ἐλευσῖνα οἶμαι βαδίζων‒ἔστενέ τε, καὶ τὸ τραῦμα
ἐν ταῖν χεροῖν εἶχε, καὶ τὰ παιδία, ἃ νεογνὰ κατελελοίπει,
ἀνεκαλεῖτο, καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης,
ὃς Κιθαιρῶνα ὑπερβάλλων, καὶ τὰ περὶ τὰς Ἐλευθερὰς
χωρία ἔρημα ὄντα ὑπὸ τῶν πολέμων διαπορευόμενος,
δύο μόνους οἰκέτας ἐπηγάγετο, καὶ ταῦτα φιάλας πέντε
χρυσᾶς καὶ κυμβία τέτταρα μεθ᾿ ἑαυτοῦ ἔχων. ὁ δὲ
Ἀρσάκης‒γεραιὸς γὰρ ἤδη καὶ νὴ Δία σεμνὸς τὴν
ὄψιν‒ὡς βάρβαρος ἤχθετο καὶ ἠγανάκτει πεζὸς
βαδίζων, καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι·
καὶ γὰρ ὁ ἵππος αὐτῷ συνετεθνήκει, μιᾷ πληγῇ
ἀμφότεροι γὰρ ἀπέθανον ὑπὸ Θρᾳκός τινος πελταστοῦ,
ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης
[Page 95]
ἐπήλαυνεν, ὡς διηγεῖτο, πολὺ τῶν ἄλλων ἔμπροσθεν,
ὑποστὰς δὲ ὁ Θρᾷξ, τῇ πέλτῃ μὲν ὑποδὺς ἀποσείεται
τοῦ Ἀρσάκου τὸν κοντόν, ὑποθεὶς δὲ τὴν σάρισαν,
αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.
ΑΝΤ. Πῶς οἷόν τε, ὦ Κράτης, μιᾷ πληγῇ τοῦτο
γενέσθαι;
ΚΡΑΤ. Ῥᾷστ᾽, ὦ Ἀντίσθενες· ὁ μὲν γὰρ ἐπήλαυνεν
εἰκοσάπηχύν τινα προβεβλημένος κοντόν, ὁ
Θρᾷξ δὲ ἐπειδὴ τῇ πέλτῃ ἀπεκρούσατο τὴν προσβολήν,
καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας,
δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν, καὶ τιτρώσκει τὸν
ἵππον ὑπὸ τὸ στέρνον, ὑπὸ θυμοῦ καὶ σφοδρότητος
διαπείραντα ἑαυτόν· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης
ἐκ τοῦ βουβῶνος διαμπάξ. ὁρᾷς οἷόν τι ἐγένετο, οὐ
τοῦ ἀνδρός, ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον.
ἠγανάκτει δ᾽ ὅμως ὁμότιμος ὢν τῶν ἄλλων, καὶ ἠξίου
ἱππεὺς κατιέναι. ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς
ἦν τὼ πόδε, καὶ οὐδ᾽ ἑστάναι χαμαί, οὐχ ὅπως βαδίζειν
ἐδύνατο· πάσχουσι δ᾿ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες,
ἐπειδὰν ἀποβῶσι τῶν ἵππων, ὥσπερ ἐπὶ τῶν ἀκανθῶν
βαίνοντες, ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ
καταβαλὼν ἑαυτὸν ἔκειτο, καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι
ἤθελεν, ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν
ἐκόμισεν πρὸς τὸ πορθμεῖον, ἐγὼ δὲ ἐγέλων.
ΑΝΤ. Κἀγὼ ὁπότε κατῄειν, οὐδ᾽ ἀνέμειξα ἐμαντὸν
τοῖς ἄλλοις, ἀλλ᾽ ἀφεὶς οἰμῴζοντας αὐτούς, προσδραμὼν
ἐπὶ τὸ πορθμεῖον, προκατέλαβον χώραν, ὡς ἂν ἐπιτηδείως
πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν οἱ μὲν ἐδάκρυόν
τε καὶ ἐναυτίων, ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ᾽ αὐτοῖς.
[Page 96]
ΔΙΟΓ. Σὺ μέν, ὦ Κράτης καὶ Ἀντίσθενες, τοιούτων
ἐτύχετε τῶν συνοδοιπόρων, ἐμοὶ δὲ Βλεψίας τε ὁ
δανειστικὸς ὁ ἐκ Πίσης, καὶ Λάμπις ὁ Ἀκαρνάν, ξεναγὸς
ὤν, καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου, συγκατῄεσαν,
ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών, ὁ
δὲ Λάμπις δι᾿ ἔρωτα ἀποσφάξας ἑαυτόν, ὁ δὲ Βλεψίας
λιμῷ ὁ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι, καὶ ἐδήλου γε
ὠχρὸς εἰς ὑπερβολὴν καὶ λεπτὸς φαινόμενος. ἐγὼ δὲ
καίπερ εἰδώς, ἀνέκρινον, ὃν τρόπον ἀποθάνοιεν. εἶτα
τῷ μὲν Δάμιδι αἰτιωμένῳ τὸν υἱόν, Οὐκ ἄδικα μέντοι
ἔπαθες, ἔφην, ὑπ᾿ αὐτοῦ, εἰ τάλαντα ἔχων ὁμοῦ χίλια,
καὶ τρυφῶν αὐτὸς ἐνενηκοντούτης ὤν, ὀκτωκαιδεκαέτει
νεανίσκῳ τέτταρας ὀβολοὺς παρεῖχες. σὺ δέ, ὦ
Ἀκαρνάν,‒ἔστενε γὰρ κἀκεῖνος‒τί αἰτιᾷ τὸν Ἔρωτα,
σεαυτὸν δέον, ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας,
ἀλλὰ φιλοκινδύνως ἠγωνίζου ὑπὲρ τῶν ἄλλων, ὑπὸ
δὲ τῆς τυχούσης παιδίσκης καὶ δακρύων ἐπιπλάστων
καὶ στεναγμῶν ἑάλως, ὁ γενναῖος; ὁ μὲν γὰρ Βλεψίας
αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν, ὡς
τὰ χρήματα ἐφύλαττε τοῖς οὐδὲν προσήκουσι κληρονόμοις,
ἐσαεὶ βιώσεσθαι ὁ μάταιος νομίζων. πλὴν
ἔμοιγε οὐ τὴν τυχοῦσαν τερπωλὴν παρέσχον τότε
στένοντες. ἀλλ᾿ ἤδη μὲν ἐπὶ τῷ στομίῳ ἐσμέν,
ἀποβλέπειν δὲ χρὴ καὶ ἀποσκοπεῖν πόρρωθεν τοὺς
ἀφικνουμένους. βαβαί, πολλοί γε καὶ ποικίλοι, καὶ
πάντες δακρύοντες πλὴν τῶν νεογνῶν τούτων καὶ
νηπίων. ἀλλὰ καὶ οἱ πάνυ γέροντες ὀδύρονται. τί
τοῦτο; ἆρα τὸ φίλτρον αὐτοὺς ἔχει τοῦ βίου; τοῦτον
οὖν τὸν ὑπέργηρων ἐρέσθαι βούλομαι. τί δακρύεις
[Page 97]
τηλικοῦτος ἀποθανών; τί ἀγανακτεῖς, ὦ βέλτιστε, καὶ
ταῦτα γέρων ἀφιγμένος; ἦ που βασιλεύς τις ἦσθα;
ΠΤΩ. Οὐδαμῶς.
ΔΙΟΓ. Ἀλλὰ σατράπης;
ΠΤΩ. Οὐδὲ τοῦτο.
ΔΙΟΓ. Ἆρα οὖν ἐπλούτεις, εἶτα ἀνιᾷ σε τὸ πολλὴν
τρυφὴν ἀπολιπόντα τεθνάναι;
ΠΤΩ. Οὐδὲν τοιοῦτον, ἀλλ᾿ ἔτη μὲν ἐγεγόνη ἀμφὶ
τὰ ἐνενήκοντα, βίον δὲ ἄπορον ἀπὸ καλάμου καὶ ὁρμιᾶς
εἶχον, εἰς ὑπερβολὴν πτωχὸς ὤν, καὶ ἄτεκνος, καὶ
προσέτι χωλὸς καὶ ἀμυδρὸν βλέπων.
ΔΙΟΓ. Εἶτα τοιοῦτος ὢν ζῆν ἤθελες;
ΠΤΩ. Ναί· ἡδὺ γὰρ ἦν τὸ φῶς, καὶ τὸ τεθνάναι
δεινὸν καὶ φευκτέον.
ΔΙΟΓ. Παραπαίεις, ὦ γέρον, καὶ μειρακιεύῃ πρὸς
τὸ χρεών, καὶ ταῦτα ἡλικιώτης ὢν τοῦ πορθμέως. τί
οὖν ἄν τις ἔτι λέγοι περὶ τῶν νέων, ὁπότε οἱ τηλικοῦτοι
φιλόζωοί εἰσιν, οὓς ἐχρῆν διώκειν τὸν θάνατον ὡς τῶν
ἐν τῷ γήρᾳ κακῶν φάρμακον. ἀλλ᾽ ἀπίωμεν ἤδη, μὴ
καί τις ἡμᾶς ὑπίδηται ὡς ἀπόδρασιν βουλεύοντας, ὁρῶν
περὶ τὸ στόμιον διάγοντας.
25 ΑΙΑΝΤΟΣ ΚΑΙ ΑΓΑΜΕΜΝΟΝΟΣ
ΑΓΑΜ. Εἰ σὺ μανείς, ὦ Αἶαν, σαυτὸν ἐφόνευσας,
ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας, τί αἰτιᾷ τὸν Ὀδυσσέα
καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκε
μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην
[Page 98]
καὶ ἑταῖρον, ἀλλ᾽ ὑπεροπτικῶς μεγάλα βαίνων
παρῆλθες;
ΑΙΑΣ. Εἰκότως, ὦ Ἀγάμεμνον· αὐτὸς γάρ μοι
τῆς μανίας αἴτιος κατέστη μόνος, προκριθεὶς ἐπὶ τοῖς
ὅπλοις.
ΑΓΑΜ. Ἠξίωσας δὲ ἀνανταγώνιστος εἶναι καὶ
ἀκονιτὶ κρατεῖν ἁπάντων;
ΑΙΑΣ. Ναί, τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ
πανοπλία, τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι
πολὺ ἀμείνους ὄντες ἀπείπετε τὸν ἀγῶνα, καὶ παρεχωρήσατε
μοι, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα
κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων
ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.
ΑΓΑΜ. Τοιγαροῦν αἰτιῶ, ὦ γενναῖε, τὴν Θέτιν,
ἣ δέον σοι τὴν κληρονομίαν παραδοῦναι τῶν ὅπλων
συγγενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.
ΑΙΑΣ. Οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιεῖτο
μόνος.
ΑΓΑΜ. Συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη
δόξης, ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν
ἕκαστος κινδύνους ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ
ταῦτα Τρῳῶν δικαστῶν ὄντων.
ΑΙΑΣ. Οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλ᾽ οὐ
θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ᾽ οὖν Ὀδυσσέα μὴ
οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην, ὦ Ἀγάμεμνον, οὐδ᾽ εἰ αὐτή
μοι ἡ Ἀθηνᾶ τοῦτ᾽ ἐπιτάττοι.
[Page 99]
26 ΜΙΝΩΟΣ ΚΑΙ ΣΩΣΤΡΑΤΟΥ
ΜΙΝ. Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν
Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς
Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ
τὸν Τιτυὸν παραταθείς, ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς
κειρέσθω τὸ ἧπαρ, ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ
τάχος ἐς τὸ Ἠλύσιον πεδίον, καὶ τὰς μακάρων νήσους
κατοικεῖτε, ἐπειδὴ δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.
ΣΩΣΤ. Ἄκουσον, ὦ Μίνως, εἴ σοι δίκαια δόξω
λέγειν.
ΜΙΝ. Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι, ὦ
Σώστρατε, πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;
ΣΩΣΤ. Ἐλήλεγμαι μέν, ἀλλ᾽ ὅρα εἰ καὶ δικαίως
κολασθήσομαι.
ΜΙΝ. Καὶ πάνυ, εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.
ΣΩΣΤ. Ὅμως ἀπόκριναί μοί, ὦ Μίνως· βραχὺ γάρ
τι ἐρήσομαί σε.
ΜΙΝ. Λέγε, μὴ μακρὰ μόνον, ὡς καὶ τοὺς ἄλλους
διακρίνωμεν ἤδη.
ΣΩΣΤ. Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν
ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
ΜΙΝ. Ὑπὸ τῆς Μοίρας δηλαδή.
ΣΩΣΤ. Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ
πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα
ἐδρῶμεν;
[Page 100]
ΜΙΝ. Ναί, τῇ Κλωθοῖ, ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι
τὰ πρακτέα.
ΣΩΣΤ. Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ᾽ ἄλλου φονεύσειέ
τινα, μὴ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένω,
οἷον δήμιος ἢ δορυφόρος, ὁ μὲν δικαστῇ πεισθείς, ὁ δὲ
τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φόνου;
ΜΙΝ. Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον, ἐπεὶ
οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς
τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
ΣΩΣΤ. Εὖ γε, ὦ Μίνως, ὅτι καὶ ἄλλα προστίθης
τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου
ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων, τίνι τὴν χάριν
ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
ΜΙΝ. Τὸν πέμψαντα, ὦ Σώστρατε· διάκονος γὰρ
ὁ κομίσας ἦν.
ΣΩΣΤ. Οὐκοῦν ὁρᾷς ὅπως ἄδικα ποιεῖς κολάζων
ἡμᾶς, ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττε,
καὶ τούτους τιμῶν, τοὺς διακονήσαντας ἀλλοτρίοις ἀγαθοῖς;
οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ἄν, ὡς τὸ
ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.
ΜΙΝ. Ὦ Σώστρατε, πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ
κατὰ λόγον γιγνόμενα, εἰ ἀκριβῶς ἐξετάζοις. ἀλλὰ
σὺ τοῦτο ἀπολαύσεις τῆς ἐρωτήσεως, ὅτι οὐ λῃστὴς
μόνον, ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον
αὐτόν, ὦ Ἑρμῆ, καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ
τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.