5. Suidas +Πάξαμος+... Ὀψαρτυτικὰ κατὰ στοιχεῖον.

6. Ath. VII p. 325f.: +Μίθαικος+ δ᾽ ἐν Ὀψαρτυτικῷ ‘ταινίαν’ φησίν

‘ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμὼν, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει

τυρὸν καὶ ἔλαιον.’ --7. Ath. II 58b: +Ἐπαίνετος+ δὲ καὶ +Ἡρακλείδης+ ὁ

Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι (φησι trad.) πρωτεύειν τὰ τῶν

ταῶν‧ μεθ᾽ ἃ εἶναι τὰ χηναλωπέκεια‧ τρίτα καταλέγοντες (-γει E, non C)

τὰ ὀρνίθεια. --8. Ath. III 88c τὸ δ᾽ ἐντὸς τῆς πίνης +Ἐπαίνετος+ ἐν

<Ὀψ>αρτυτικῷ καλεῖσθαί φησι μήκωνα. --9. Ath. VII 294d +Ἐπαίνετος+

δ᾽ ἐν Ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ (scil. γαλεόν), χείρονα δ' εἶναι τὸν

κεντρίνην καὶ δυσώδη‧ γνωρίζεσθαι δ᾽ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφιᾷ ἔχειν

κέντρον τῶν ὁμοειδῶν οὐκ ἐχόντων‧ οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς

ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι.

10. Ath. VII 297c μνημονεύει δ᾽ αὐτοῦ (scil. τοῦ γναφέως piscis) καὶ

+Ἐπαίνετος+ ἐν Ὀψαρτυτικῷ. --11. Ath. VII 304d +Ἐπαίνετος+ δ᾽ ἐν

Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν (scil. τὸν ἵππουρον) φησιν ὀνομάζεσθαι.

--12. Ath. VII 305e τοῦ δὲ κάπρου piscis μνημονεύει καὶ +Δωρίων+ καὶ

+Ἐπαίνετος+. --13. Ath. VII 312b ἐστὶ δὲ λευκόσαρκος (scil. ὁ λειόβατος

piscis), ὡς +Ἐπαίνετος+ ἐν Ὀψαρτυτικῷ. --14. Ath. VII 313b +Ἐπαίνετος+

δ᾽ ἐν Ὀψαρτυτικῷ φησι‧ ῾σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί᾽. --15.

Ath. IX 371e +Ἐπαίνετος+ δ᾽ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ herbas καλεῖσθαί

φησι γηφυλλίδας. --16. Ath. IX 387d +Ἀρτεμίδωρος+ δὲ ὁ Ἀριστοφάνειος ἐν

ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς γλώσσαις καὶ +Πάμφιλος+ ὁ Ἀλεξανδρεὺς

ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν +Ἐπαίνετος+ παρατίθεται λέγοντα ἐν τῷ

Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται.

--17. Ath. IX 395f οἱ καλούμενοι παραστάται, ὧν μνημονεύει +Ἐπαίνετος+

ἐν Ὀψαρτυτικῷ.--18. Ath. XIV p. 662d +Ἐπαίνετος+ δ᾽ ἐν Ὀψαρτυτικῷ

λέγει ταῦτα‧ ‘μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ

τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα

διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ

χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ καὶ γητίῳ καὶ

κρομμύῳ καθαρῷ πεφωσμένῳ ἢ μήκωνι καὶ σταφίδι ἢ μέλιτι καὶ ῥόας ὀξείας

κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ [μῦμα] καὶ ὄψον.’ --19. Ath. VII 324a ἐστὶ

δὲ τὸ ὑπόσφαγμα ὡς +Ἐρασίστρατός+ φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα.

γράφει δὲ οὕτως, ‘ὑπόσφαγμα δ᾽ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος

τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῷ, σιλφίῳ, ὄξει ἑφθοῖς’. καὶ

+Γλαῦκος+ δ᾽ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὗτως γράφει‧ ‘ὑπόσφαγμα δ᾽ αἷμα

ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα

εὐώδη τετμημένα.’ --20. Ath. IX 369b τὴν δὲ ῥάφυν +Γλαῦκος+ ἐν τῷ

Ὀψαρτυτικῷ διὰ τοῦ Π ψιλῶς καλεῖ ῥάπυν. --21. Ath. XIV 661e καὶ οἱ τὰ

Ὀψαρτυτικὰ δὲ συγγράψαντες +Ἡρακλείδης+ τε καὶ +Γλαῦκος+ ὁ Λοκρὸς οὐχ

ἁρμόττειν φασὶ ‘<δούλοισι> τὴν μαγειρικήν, ἀλλ᾽ οὐδὲ τοῖς τυχοῦσι τῶν

ἐλευθέρων.’ --22. Ath. III 105e κολύβδαιναν piscem δ᾽ εἴρηκεν

Ἐπίχαρμος... ὡς δ᾽ ὁ +Ἡρακλείδης+ ἐν Όψαρτυτικῷ, τὴν καρῖδα.

--23. Ath. III 114a πόθεν ὑμῖν <ἂν εἴη> εἰδέναι ὅτι καὶ ‘κύβοι’, οὐχ οὓς

ἀεὶ μεταχειρίζεσθε (-ζεσθαι trad.), ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι

ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν +Ἡρακλείδης+ ἐν Ὀψαρτυτικῷ;

--24. Ath. VII 328d διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς piscis, οὗ

μνημονεύει +Ἡρακλείδης+ ἐν Ὀψαρτυτικῷ. --25. Ath. XII 516d γίνεσθαι

δ᾽ αὐτόν (scil. τὸν κάνδαυλον placentam Lydiam) φησιν ὁ Ταραντῖνος

+Ἡγήσιππος+ ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου

τε καὶ ζωμοῦ πίονος. --26. Ath. VII 308e +Εὐθύδημος+ δ᾽ ἐν τῷ περὶ

ταρίχων τὸν κορακῖνόν piscem φησιν ὑπὸ πολλῶν σαπέρδην προςαγορεύεσθαι‧

ὁμοίως δ᾽ εἴρηκε καὶ +Ἡρακλέων+ ὁ Ἐφέσιος (PW VIII 514 n. 6), ἔτί

δὲ +Φιλότιμος+ (nisi legendum Φυλ-) ἐν Ὀψαρτυτικῷ. ὅτι δὲ καὶ

πλατιστα[τι]κὸς καλεῖται ὁ σαπέρδης, καθάπερ καὶ ὁ κορακῖνος,

+Παρμένων+ φησὶν ὁ Ῥόδιος ἐν πρώτῳ μαγειρικῆς διδασκαλίας.

--27. Ath. VII 326f καὶ +Διονύσιος+ δ᾽ ἐν Όψαρτυτικῷ τῆς ὑαίνης

μνημονεύει.

28. Ath. XIV 643e οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν

συγγραμμάτων πίνακι ἀναγράψαντα +πλακουντοποιικὰ+ συγγράμματα

+Αἰγιμίου+ (PW I 964 n. 3) καὶ +Ἡγησίππου+ καὶ +Μητροβίου+, ἔτι δὲ

+Φαίτου+ (Φαίστου Meineke) --nominantur: +Ἁρποκρατίων+ ὁ Μενδήσιος

(PW VII 2416 n. 8) ἐν τῷ περὶ πλακούντων Ath. XIV 648b cum praecepto.

--+Ἰατροκλῆς+ (PW IX 801 n. 3) ἐν Ἀρτοποιικῷ Ath. VII 326e. XIV 646a

ἐν τῷ περὶ πλακούντων. 646b fragmentum. 646f. 647b fragmentum.

--+Φιλιστίων+ ὁ Λοκρός Ath. III 115d τῶν χονδριτῶν (ἄρτων) τοὺς

σεμιδαλίτας πρὸς ίσχύν φησι μᾶλλον πεφυκέναι‧ μεθ᾽ οὓς τοὺς χονδρίτας

τίθησιν, εἶτα τοὺς ἀλευρίτας. +Χρύσιππος+ ὁ Τυανεύς (PW III 2511

n. 21) Ath. III 113a-d ἀρτοποιικόν fragmentum longum. ἐν τῷ άρτοκοπικῷ

Ath. XIV 647c-648a fragmentum longum cum praeceptis variis.

29. +Εὐθύδημος+ ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων Ath. II 58f. III 74b. IX

369e +Εὔδημος+ trad. fragmentum. 371a +Εὔδημος+ trad. --ἐν τῷ περὶ

+ταρίχων+ Ath. III 116a fragmentum cum versibus (Hesiodi?). 118b. VII

307b. 308c. 315f. 328d. --Schol. in Nicandri Ther. 585 p. 46 Schneider

(βουπλεύρου) μνημονεύει .... καὶ +Ἐπαίνετος+ ἐν τῷ περὶ λαχάνων.

30. Geoponica ed. Beckh 18, 21 p. 499 Μέλκης σκευασία σύντομος‧

+Παξάμου+ (potius ex georgicis quam ex opsartyticis, modo verum sit

nomen). ἡ καλουμένη +μέλκη+ αὐτοσχέδιος καὶ καλλίων ἔσται εἰ κεραμέοις

άγγείοις καινοῖς ὄξος ἐμβάλῃς δριμὺ καὶ ἐπιθῇς αὐτὰ θερμοσποδιᾷ ἢ πυρὶ

μαλθακῷ, τουτέστιν ἐπ᾽ ἀνθρακιάν‧ καὶ ἐὰν ὀλίγον ἀναζέσῃ τὸ ὄξος, ἵνα μὴ

ἀπὸ τῶν σκευαρίων ἀναποθῇ, ἑλκύσας ἀπὸ τῆς ἀνθρακιᾶς, εἰς τὰ αὐτὰ

σκευάρια βάλε γάλα καὶ θὲς αὐτὰ εἰς κιβωτάριον ἢ ἀρμάριον ἢ ἔνθα

ἀκίνητον μένει‧ καὶ τῇ ὑστεραίᾳ ἕξεις πολλῷ καλλίους μέλκας τῶν πολλῇ

τέχνῃ κατασκευαζομένων τὰ μὲντοι σκευάρια μετὰ πρώτην ἢ δευτέραν χρῆσιν

ἄλλασσε. cf. Columella 12, 8 Apic. 7, 1 (308).

31. Ath. XIV 663d ὁ +Ἀρτεμίδωρος+ ἐν ταῖς Ὀψαρτυτικαῖς γλώσσαις τὴν

+ματτύην+ ἀποφαίνει κοινὸν εἲναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων

(ἡδυσ- trad.), γράφων οὕτως‧ ‘ἔστι τις (εἴτις τῆς trad.) ὄρνιθος

ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν. ἔστω δὲ ἕωλος

καθάπερ ὁ πέρδιξ. ἐὰν δὲ θὲλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν τετιλμένην.’

εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς. ‘καὶ

νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ

πότον χρῆσθαι. εἶτ᾽ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος τῶν

κρεῶν ἐπιθεὶς παρατίθει‧ τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν

εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς‧ ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ

τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι. εἶθ᾽ οὗτως τὸ λάγανον

κατάθρυπτε. οὗτος <ὁ> ματτύης ἐν τοῖς ἡδίστοις.’

32. Pollux Onom. VI 57 p. 242 Bekker τὸ δὲ +θρῖον+ ὧδε ἐσκεύαζον‧ στέαρ

ὕειον ἑφθόν μετὰ γάλακτος μίγνυ χόνδρῳ παχεῖ, συμφυράσας δ᾽ αὐτὰ τυρῷ

χλωρῷ καὶ λεκίθοις ᾠῶν καὶ ἐγκεφάλοις. περιβαλὼν συκῆς φύλλῳ εὐώδει,

ζωμῷ ὀρνιθείῳ ἢ ἐρεφείῳ ἔνεψε, ἔπειτα ἐξελὼν καὶ τὸ φύλλον ἀφελὼν

ἔμβαλε εἰς ἀγγεῖον γέμον μέλιτος ξέοντος, καὶ τὸ μὲν ὄνομα τῷ ἐδέσματι

προςέθηκε τὸ φύλλον. ἡ δὲ μεῖξις πάντα ἐξ ἴσου δέχεται, τῶν δὲ λεκίθων

πλέον, ὅτι πηγνύουσι καὶ συνιστᾶσιν. --33. Schol. Aristoph. eq. 954

p. 66 Dindorf: +θρῖον+‧ χόνδρος ἢ ὄρυζα ἕψεται ἢ σεμίδαλις ἀρκούντως.

εἶτα ἐπιχεῖται τὸ ὕδωρ καὶ φυρᾶ καὶ τὸ ήψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ

ᾠῶν ὀλίγων. εἶτα περιλαμβάνεται φύλλοις συκίνοις ὅλον καὶ περιειλεῖται

καννάβῳ ἢ παπύρῳ ἢ λίνῳ καὶ καθίεται εἰς ζωμὸν κρέων ἡψημένων ἄχρι τοῦ

λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ἐξαίρεται καὶ τῶν φύλλων περιαιρεθέντων εἰς

λοπάδα νέαν ζέοντος μέλιτος ἐμβάλλεται καὶ ἕψεται. στρεφόμενον δὲ,

ὅταν ἰκανῶς ἔχῃ καὶ ξανθὸν γένηται. ἐξαιρεθὲν παρατίθεται μέλιτος

περιχυθέντος ἢ ἀπὸ τοῦ ἑφθοῦ ἢ ἀπὸ τοῦ ἄλλου. θρῖον δὲ καλεῖται ἀπὸ τῶν

φύλλων τῆς συκῆς. ἅτινα οὕτω καλεῖται. duo similia praecepta, alterum

Didymi, leguntur in scholiis ibidem I p. 608 Dindorf.

34. Papyrus Heidelberg (inv. 1701 a. b. c) ed. Fr. Bilabel Sitz.-Ber.

Heid. Akad. philos.-hist. Kl. 1919 Abh. 23

{Transcriber’s Note:

Line numbers refer to the papyrus, and are unchanged from the original

text.}

Apicii librorum X qui dicuntur De re coquinaria quae extant · 第 61 / 71 题