+Σόφων+ Ἀχαρνὰν καὶ Ῥόδιος +Δαμόξενος+
ἐγένονθ᾽ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης‧
ἐδίδασκε δ᾽ αὐτοὺς Σικελιώτης +Λάβδακος+.
4. Pollux onom. VI 70 p. 245 Bekker πολλὰ δ᾽ ἂν εἴη τῶν περὶ τὴν
ἡδυντικὴν σκευασίαν ἐξευρεῖν ἐκ τῶν ὀψοποιικῶν συγγραμμάτων
+Παντολέοντος+ καὶ +Μιθαίκου+ καὶ +Ζωπυρίνου+ καὶ +Σόφωνος+ καὶ
+Ἡγησίππου+ καὶ +Παξάμου+ (cf. Athen. IX 376d) καὶ +Ἐπαινέτου+
συναριθμοῖτο δ᾽ ἂν τούτοις +Ἡρακλείδης+ τε ὁ Συρακούσιος καὶ
+Τυνδάριχος+ ὁ Σικυώνιος καὶ +Σιμωνακτίδης+ ὁ Χῖος καὶ +Γλαῦκος+
ὁ Λοκρός, ὀψοποιητικῆς πραγματείας σοφισταί.