τὸ μὲν οὖν ἐμὸν ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με

ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ

οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους. ἀδικοίην

γὰρ ἂν διαφθείρων καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως

ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα

μόνον, [78] ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν

ξυγκείμενα. τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς

λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς

ξυλλόγους ῥηθέντων, καὶ σαφῶς οἶμαι πιστεύοντι, ὅτι ἄμεινον(371) τἀκείνων

αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται. τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον

καὶ οὐκ ἄξιον ἐλευθέρας ψυχῆς καὶ γενναίας. [B] τὰ μὲν δὴ θαυμαστὰ τῶν

ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατῆς τε ἐγένετο καὶ διασώζει τὴν μνήμην

ξὺν εὐφημίᾳ, ἅτε ἐς τὸ(372) τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων

κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν

μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν

ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς

ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· [C] καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς

καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν οἱ τούτων ποιηταί,

πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς

Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν,

ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις

ἀγαθῶν πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, [D] καὶ ἀπαγγέλλουσι πρὸς

ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ(373) ὥσπερ ἐσθῆτι ποικίλῃ(374) τοῖς

ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς

δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ

ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν

φατε. τὸ δὲ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον

πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο.

(Now for my part I should have been glad to repeat to you the words that

the Emperor used, and no fear would overtake me when handling words so

noble. But modesty restrains me and does not permit me to change or

interpret his words to you. For it would be wrong of me to tamper with

them, and I should blush to have my ignorance exposed, if someone who had

read the Emperor’s composition or heard it at the time should remember it

by heart, and demand from me not only the ideas in it but all the

excellences with which they are adorned, though they are composed in the

language of our ancestors.(375) Now this at any rate Homer had not to fear

when, many generations later, he reported his speeches, since his speakers

left no record of what they said in their assemblies, and I think he was

clearly confident that he was able to relate and report what they said in

a better style. But to make an inferior copy is absurd and unworthy of a

generous and noble soul. Now as to the marvellous portion of his

achievements and those of which the great multitude was spectator and

hence preserves their memory and commends them, since it looks to the

result and is there to judge whether they turn out well or ill, and

eulogises them in language that is certainly not elegant,—as to all this I

say you have often heard from the ingenious sophists, and from the race of

poets inspired by the Muses themselves, so that, as far as these are

concerned, I must have wearied you by speaking about them at too great

length. For you are already surfeited with them, your ears are filled with

them, and there will always be a supply of composers of such discourses to

sing of battles and proclaim victories with a loud clear voice, after the

manner of the heralds at the Olympic games. For you yourselves, since you

delight to listen to them, have produced an abundance of these men. And no

wonder. For their conceptions of what is good and bad are akin to your

own, and they do but report to you your own opinions and depict them in

fine phrases, like a dress of many colours, and cast them into the mould

of agreeable rhythms and forms, and bring them forth for you as though

they had invented something new. And you welcome them eagerly, and think

that this is the correct way to eulogise, and you say that these deeds

have received their due. And this is perhaps true but it may well be

otherwise, since you do not really know what the correct way should be.)

[79] Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη· ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα

καὶ τὸ ἐπ᾽ αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν· οὐ ταῦτα

ἐπαινοῦντα(376) οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν

κεκτημένους χώραν, πλεῖστα δ᾽ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων,

πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ

σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας καὶ ἔθνη

καταστρεφομένους [B] καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας καὶ λιβανωτοῦ

χίλια τάλαντα καταθύοτας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον

τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ᾽ οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν

σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν

μετὰ σωφροσύνης καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας. ὅσους δὲ

ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα,

σμίκρ᾽ ἄττα μόρια κατανειμαμένους ἀρετῆς, [C] οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει.

ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ

κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια

λέγοντες.

(For I have observed that Socrates the Athenian—you know the man by

hearsay and that his reputation for wisdom was proclaimed aloud by the

Pythian oracle(377)—I say I have observed that he did not praise that sort

of thing, nor would he admit(378) that they are happy and fortunate who

are masters of a great territory and many nations, with many Greeks too

among them, and still more numerous and powerful barbarians, such men as

are able to cut a canal through Athos and join continents(379) by a bridge

of boats whenever they please, and who subdue nations and reduce islands

by sweeping the inhabitants into a net,(380) and make offerings of a

thousand talents’ worth of frankincense.(381) Therefore he never praised

Xerxes or any other king of Persia or Lydia or Macedonia, and not even a

Greek general, save only a very few, whomsoever he knew to delight in

virtue and to cherish courage with temperance and to love wisdom with

justice. But those whom he saw to be cunning, or merely clever, or

generals and nothing more, or ingenious, or able, though each one could

lay claim to only one small fraction of virtue, to impose on the masses,

these too he would not praise without reserve. And his judgment is

followed by a host of wise men who reverence virtue, but as for all those

wonders and marvels that I have described, some say of them that they are

worth little, others that they are worth nothing.)

Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν

ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰν(382) ἀποφήνητε,

σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης, [D] ἧς σφόδρα

ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ᾽ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς

ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι

καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ

ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος

εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι

φαυλότερος, κατ᾽ ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν [80] ἀπόβλητος οὐδὲ

ἀτόποις ἐπιχειρῶν. ὑμῖν δὲ ἴσως οὐ ῥᾴδιον σοφοῖς καὶ θείοις ἀπιστεῖν

ἀνδράσιν, οἳ δὴ λέγουσι πολλὰ μὲν ἕκαστος ἰδίᾳ, τὸ κεφάλαιον δέ ἐστι τῶν

λόγων ἀρετῆς ἔπαινος. ταύτην δὲ τῇ ψυχῇ φασιν ἐμφύεσθαι καὶ αὐτὴν

ἀποφαίνειν εὐδαίμονα καὶ βασιλικὴν καὶ ναὶ μὰ Δία πολιτικὴν καὶ

στρατηγικὴν καὶ μεγαλόφρονα καὶ πλουσίαν γε ἀληθῶς οὐ τὸ Κολοφώνιον

ἔχουσαν χρυσίον.

(Now if you also are of their opinion, I feel no inconsiderable alarm for

what I said earlier, and for myself, lest possibly you should declare that

my words are mere childishness, and that I am an absurd and ignorant

sophist and make pretensions to an art in which I confess that I have no

skill, as indeed I must confess to you when I recite eulogies that are

really deserved, and such as you think it worth while to listen to, even

though they should seem to most of you somewhat uncouth and far inferior

to what has been already uttered. But if, as I said before, you accept the

authors of those other eulogies, then my fear is altogether allayed. For

then I shall not seem wholly out of place, but though, as I admit,

inferior to many others, yet judged by my own standard, not wholly

unprofitable nor attempting what is out of place. And indeed it is

probably not easy for you to disbelieve wise and inspired men who have

much to say, each in his own manner, though the sum and substance of all

their speeches is the praise of virtue. And virtue they say is implanted

in the soul and makes it happy and kingly, yes, by Zeus, and statesmanlike

and gifted with true generalship, and generous and truly wealthy, not

because it possesses the Colophonian(383) treasures of gold,)

[B] Οὐδ᾽ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργε

(“Nor all that the stone threshold of the Far‐Darter contained

within,”(384))

τὸ πρὶν ἐπ᾽ εἰρήνης, ὅτε ἦν ὀρθὰ τὰ τῶν Ἑλλήνων πράγματα, οὐδὲ ἐσθῆτα

πολυτελῆ καὶ ψήφους Ἰνδικὰς καὶ γῆς πλέθρων μυριάδας πάνυ πολλάς, ἀλλ᾽ ὃ

πάντων ἅμα τούτων καὶ κρεῖττον καὶ θεοφιλέστερον, ὃ καὶ ἐν ναυαγίαις

ἔνεστι διασώσασθαι καὶ ἐν ἀγορᾷ καὶ ἐν δήμῳ καὶ ἐν οἰκίᾳ καὶ ἐπ᾽ ἐρημίας,

[C] ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων.

“in the old days, in times of peace,”(385) when the fortunes of Greece had

not yet fallen; nay nor costly clothing and precious stones from India and

many tens of thousands of acres of land, but that which is superior to all

these things together and more pleasing to the gods; which can keep us

safe even in shipwreck, in the market‐place, in the crowd, in the house,

in the desert, in the midst of robbers, and from the violence of tyrants.

Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ βιασάμενον καθέξει καὶ

ἀφαιρήσεται τὸν ἔχοντα ἅπαξ. ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο

τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. καὶ γὰρ δὴ τοῦδε νεὼς μὲν καὶ

ἀναθήματα πολλοὶ πολλάκις ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν

ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὠλιγωρηθέντες ὡς οὐκ ἄξιοι κολάσεως εἰς

ἐπανόρθωσιν φερούσης· τὸ φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς

συνόδοις [D] ἡ σελήνη τὸν κύκλον ὑποτρέχουσα, οὐδὲ εἰς αὑτὴν δεχομένη τὴν

ἀκτῖνα καὶ ἡμῖν πολλάκις, τοῦτο δὴ τὸ λεγόμενον, ἐκ μεσημβρίας νύκτα

δεικνῦσα. ἀλλ᾽ οὐδὲ αὐτὸς αὑτὸν ἀφαιρεῖται φωτὸς τὴν σελήνην ἐξ ἐναντίας

ἱσταμένην περιλάμπρων καὶ μεταδιδοὺς αὐτῇ τῆς αὑτοῦ φύσεως οὐδὲ τὸν μέγαν

καὶ θαυμαστὸν τουτονὶ κόσμον ἐμπλήσας αὐγῆς καὶ ἡμέρας. οὔκουν οὐδὲ ἀνὴρ

ἀγαθὸς ἀρετῆς μεταδιδοὺς ἄλλῳ τῷ μεταδοθέντι μεῖον ἔχων ἐφάνη ποτέ· [81]

οὕτω θεῖόν ἐστι κτῆμα καὶ πάγκαλον, καὶ οὐ ψευδὴς ὁ λόγος τοῦ Ἀθηναίου

ξένου, ὅστις ποτὲ ἄρα ἦν ἐκεῖνος ὁ θεῖος ἀνήρ· πᾶς γὰρ ὅ τε ὑπὸ γῆς καὶ

ἐπὶ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος. θαρροῦντες οὖν ἤδη πλούσιον καλῶμεν

τὸν ταύτην ἔχοντα, οἶμαι δὲ ἐγὼ καὶ εὐγενῆ καὶ βασιλέα μόνον τῶν ἁπάντων,

εἴ τῳ ξυνδοκεῖ. κρείττων μὲν εὐγένεια φαυλότητος γένους, [B] κρείττων δὲ

ἀρετὴ διαθέσεως οὐ πάντη σπουδαίας. καὶ μή τις οἰέσθω τὸν λόγον δύσεριν

καὶ βίαιον εἰς τὴν συνήθειαν ἀφορῶν τῶν ὀνομάτων· φασὶ γὰρ οἱ πολλοὶ τοὺς

ἐκ πάλαι πλουσίων εὐγενεῖς. καίτοι πῶς οὐκ ἄτοπον μάγειρον μὲν ἢ σκυτέα

καὶ ναὶ μὰ Δία κεραμέα τινὰ χρήματα ἐκ τῆς τέχνης ἢ καὶ ἄλλοθέν ποθεν

ἀθροίσαντα μὴ δοκεῖν εὐγενῆ μηδὲ ὑπὸ τῶν πολλῶν ἐπονομάζεσθαι τοῦτο τὸ

ὄνομα, εἰ δὲ ὁ τούτου παῖς διαδεξάμενος τὸν κλῆρον εἰς τοὺς ἐκγόνους

διαπορθμεύσειε, [C] τούτους δὲ ἤδη μέγα φρονεῖν καὶ τοῖς Πελοπίδαις ἢ τοῖς

Ἡρακλείδαις ὑπὲρ τῆς εὐγενείας ἁμιλλᾶσθαι; ἀλλ᾽ οὐδὲ ὅστις προγόνων ἀγαθῶν

ἔφυ, αὐτὸς δὲ ἐπὶ τὴν ἐναντίαν τοῦ βίου ῥοπὴν κατηνέχθη, δικαίως ἂν

μεταποιοῖτο τῆς πρὸς ἐκείνους ξυγγενείας, εἰ(386) μηδὲ ἐς τοὺς Πελοπίδας

ἐξῆν ἐγγράφεσθαι τοὺς μὴ φέροντας ἐπὶ τὸν ὤμον τοῦ γένους τὰ γνωρίσματα.

λόγχη δὲ λέγεται περὶ τὴν Βοιωτίαν τοῖς Σπαρτοῖς ἐντυπωθῆναι παρὰ τῆς

τεκούσης καὶ θρεψαμένης αὐτοὺς βώλου, [D] καὶ τὸ ἐντεῦθεν ἐπὶ πολὺ

διασωθῆναι τοῦτο τῷ γένει σύμβολον. ἐπὶ δὲ τῶν ψυχῶν οὐδὲν οἰόμεθα δεῖν

ἐγκεχαράχθαι τοιοῦτον, ὃ τοὺς πατέρας ἡμῖν ἀκριβῶς κατερεῖ καὶ ἀπελέγξει

τὸν τόκον γνήσιον; ὑπάρχειν δὲ φασι καὶ Κελτοῖς ποταμὸν ἀδέκαστον κριτὴν

τῶν ἐκγόνων·(387) καὶ οὐ πείθουσιν αὐτὸν οὔτε αἱ μητέρες ὀδυρόμεναι

συγκαλύπτειν αὐταῖς [82] καὶ ἀποκρύπτειν τὴν ἁμαρτάδα οὔτε οἱ πατέρες ὑπὲρ

τῶν γαμετῶν καὶ τῶν ἐκγόνων(388) ἐπὶ τῇ κρίσει δειμαίνοντες, ἀτρεκὴς δὲ

ἐστι καὶ ἀψευδὴς κριτής. ἡμᾶς δὲ δεκάζει μέν πλοῦτος, δεκάζει δὲ ἰσχὺς καὶ

ὥρα σώματος καὶ δυναστεία προγόνων ἔξωθεν ἐπισκιάζουσα, καὶ οὐκ ἐπιτρέπει

διορᾶν οὐδὲ ἀποβλέπειν ἐς τὴν ψυχὴν, ᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες

εἰκότως ἂν κατ᾽ αὐτὸ τὴν ὑπὲρ τῆς εὐγενείας ποιοίμεθα κρίσιν. καί μοι

δοκοῦσιν εὐστοχίᾳ φύσεως [B] οἱ πάλαι θαυμαστῇ χρώμενοι, καὶ οὐκ ἐπίκτητον

ὥσπερ ἡμεῖς ἔχοντες τὸ φρονεῖν, οὔτι πλαστῶς, ἀλλ᾽ αὐτοφυῶς φιλοσοφοῦντες,

τοῦτο κατανοῆσαι, καὶ τὸν Ἡρακλέα τοῦ Διὸς ἀνειπεῖν ἔκγονον(389) καὶ τὼ

τῆς Λήδας ιἱέε, Μίνω τε οἶμαι τὸν νομοθέτην καὶ Ῥαδάμανθυν τὸν Κνώσιον τῆς

αὐτῆς ἀξιῶσαι φήμης· καὶ ἄλλους δὲ ἄλλων ἐκγόνους ἀνεκήρυττον πολλοὺς

διαφέροντας τῶν φύσει πατέρων. ἔβλεπον γὰρ ἐς τὴν ψυχὴν αὐτὴν καὶ τὰς

πράξεις, ἀλλ᾽ οὐκ ἐς πλοῦτον βαθὺν καὶ χρόνῳ πολιόν, οὐδὲ δυναστείαν ἐκ

πάππων τινῶν καὶ ἐπιπάππων ἐς αὐτοὺς ἥκουσαν· [C] καίτοι γε ὑπῆρχέ τισιν

οὐ παντάπασιν ἀδόξων γενέσθαι πατέρων· ἀλλὰ διὰ τὴν ὑπερβολὴν ἧς ἐτίμων τε

καὶ ἐθεράπευον ἀρετῆς αὐτῶν ἐνομίζοντο τῶν θεῶν παῖδες. δῆλον δὲ ἐνθένδε·

ἄλλων γὰρ οὐδὲ εἰδότες τοὺς φύσει γονέας ἐς τὸ δαιμόνιον ἀνῆπτον τὴν

φήμην, τῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι. καὶ οὐ πειστέον τοῖς λέγουσιν, ὡς

ἄρα ἐκεῖνοι ὑπ᾽ ἀμαθίας ἐξαπατώμενοι ταῦτα τῶν θεῶν κατεψεύδοντο. εἰ γὰρ

δὴ [D] καὶ ἐπὶ τῶν ἄλλων εἰκὸς ἦν ἐξαπατηθῆναι θεῶν ἢ δαιμόνων, σχήματα

περιτιθέντας ἀνθρώπινα καὶ μορφὰς τοιαύτας, ἀφανῆ μὲν αἰσθήσει καὶ

ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν, νῷ δὲ ἀκριβεῖ διὰ ξυγγένειαν μόλις

προσπίπτουσαν· οὔτι γε καὶ ἐπὶ τῶν ἐμφανῶν θεῶν τοῦτο παθεῖν εὔλογον

ἐκείνους, Ἡλίου μὲν ἐπιφημίζοντας Αἰήτην υἱέα, Ἑωσφόρου δὲ ἕτερον, καὶ

ἄλλους ἄλλων. ὅπερ δὲ ἔφην, [83] χρὴ περὶ αὐτῶν πειθομένους ἡμᾶς ταύτην

ποιεῖσθαι τὴν ὑπὲρ τῆς εὐγενείας ἐξέτασιν· καὶ ὅτῳ μὲν ἂν ὦσιν ἀγαθοὶ

πατέρες καὶ αὐτὸς ἐκείνοις ἐμφερής, τοῦτον ὀνομάζειν θαρρούντως εὐγενῆ·

ὅτῳ δὲ τὰ μὲν τῶν πατέρων ὑπῆρξεν ἀρετῆς ἐνδεᾶ, αὐτὸς δὲ μετεποιήθη τούτου

τοῦ κτήματος, τούτου δὲ νομιστέον πατέρα τὸν Δία καὶ φυτουργόν, καὶ οὐδὲν

μεῖον αὐτῷ δοτέον ἐκείνων, οἳ γεγονότες πατέρων ἀγαθῶν τοὺς σφῶν τοκέας

ἐζήλωσαν· [B] ὅστις δὲ ἐξ ἀγαθῶν γέγονε μοχθηρός, τοῦτον τοῖς νόθοις

ἐγγράφειν ἄξιον· τοὺς δὲ ἐκ μοχθηρῶν φῦντας καὶ προσομοίους τοῖς αὑτῶν

τοκεῦσιν οὔποτε εὐγενεῖς φατέον, οὐδὲ εἰ πλουτοῖεν ταλάντοις μυρίοις, οὐδὲ

εἰ ἀπαριθμοῖντο προγόνους δυνάστας ἢ ναὶ μὰ Δία τυράννους εἴκοσιν, οὐδὲ εἰ

νίκας Ὀλυμπιακὰς ἢ Πυθικὰς ἢ τῶν πολεμικῶν ἀγώνων, [C] αἳ δὴ τῷ παντὶ

ἐκείνων εἰσὶ λαμπρότεραι, ἀνελομένους ἔχοιεν δείκνυσθαι πλείους ἢ Καῖσαρ ὁ

πρῶτος, ὀρύγματά τε(390) τὰ Ἀσσύρια καὶ τὰ Βαβυλωνίων τείχη πυραμίδας τε

ἐπ᾽ αὐτοῖς τὰς Αἰγυπτίων, καὶ ὅσα ἄλλα πλούτου καὶ χρημάτων καὶ τρυφῆς

γέγονε σημεῖα καὶ διανοίας ὑπὸ φιλοτιμίας ἀναφλεγομένης καὶ

ἀπορουμένης(391) ἐς ὅ,τι τῷ πλούτῳ χρήσεται, εἶτα ἐς τοῦτο τὰς τῶν

χρημάτων εὐπορίας καταβαλλομένης. εὖ γὰρ δὴ ἴστε, ὡς οὔτε πλοῦτος ἀρχαῖος

ἢ νεωστί ποθεν ἐπιρρέων Βασιλέα ποιεῖ οὔτε [D] ἁλουργὲς ἱμάτιον οὔτε τιάρα

καὶ σκῆπτρον καὶ διάδημα καὶ θρόνος ἀρχαῖος, ἀλλ᾽ οὐδὲ ὁπλῖται πολλοῖ καὶ

ἱππεῖς μυρίοι, οὐδὲ εἰ πάντες ἄνθρωποι βασιλέα σφῶν τοῦτον ὁμολογοῖεν

συνελθόντες, ὅτι μηδὲ ἀρετὴν οὗτοι χαρίζονται, ἀλλὰ δυναστείαν μὲν οὐ μάλα

εὐτυχῆ τῷ λαβόντι, πολὺ δὲ πλέον τοῖς παρασχομένοις. δεξάμενος γὰρ ὁ

τοιοῦτος αἴρεται μετέωρος ἐπίπαν, οὐδὲν διαφέρων τοῦ περὶ τὸν Φαέθοντα

μύθου καὶ πάθους. καὶ οὐδὲν ἑτέρων δεῖ παραδειγμάτων πρὸς πίστιν τῷ λόγῳ,

[84] τοῦ βίου παντὸς ἀναπεπλησμένου τοιούτων παθημάτων καὶ ἐπ᾽ αὐτοῖς

λόγων. ὑμῖν δὲ εἰ θαυμαστὸν δοκεῖ τὸ μὴ δικαίως μεταποιεῖσθαι τῆς καλῆς

ταύτης καὶ θεοφιλοῦς ἐπωνυμίας τοὺς πολλῆς μὲν γῆς καὶ ἐθνῶν ἀπείρων

ἄρχοντας, γνώμῃ δὲ αὐτεξουσίῳ δίχα νοῦ καὶ φρονήσεως καὶ τῶν ταύτῃ

ξυνεπομένων ἀρετῶν τὰ προστυχόντα κρίνοντας· ἴστε οὐδὲ ἐλευθέρους ὄντας,

[B] οὐ μόνον εἰ τὰ παρόντα οὐδενός σφισιν ἐμποδὼν ὄντος ἔχοιεν καὶ

ἐμφοροῖντο τῆς ἐξουσίας, ἀλλὰ καὶ εἰ τῶν ἐπιστρατευόντων κρατοῖεν καὶ

ἐπιόντες ἀνυπόστατοί τινες καὶ(392) ἄμαχοι φαίνοιντο. εἰ δὲ ἀπιστεῖ τις

ὑμῶν τῷ λόγῳ τῷδε, μάλα ἐμφανῶν μαρτύρων οὐκ ἀπορήσομεν, Ἑλλήνων ὁμοῦ καὶ

βαρβάρων, οἳ μάχας πολλὰς καὶ ἰσχυρὰς λίαν μαχεσάμενοι καὶ νενικηκότες

ἔθνη μὲν ἐκτῶντο καὶ [C] αὑτοῖς φόρους ἀπάγειν κατηνάνκαζον, ἐδούλευον δὲ

αἴσχιον ἐκείνων ἡδονῇ καὶ τρυφῇ καὶ ἀκολασίᾳ καὶ ὕβρει καὶ ἀδικίᾳ. τούτους

δὲ οὐδὲ ἰσχυροὺς ἂν φαίη νοῦν ἔχων ἀνήρ, εἰ καὶ ἐπιφαίνοιτο καὶ ἐπιλάμποι

μέγεθος τοῖς ἔργοις. μόνος γάρ ἐστι τοιοῦτος ὁ μετὰ ἀρετῆς ἀνδρεῖος καὶ

μεγαλόφρων· ὅστις δὲ ἥττων μὲν ἡδονῶν, ἀκράτωρ δὲ ὀργῆς καὶ ἐπιθυμιῶν

παντοιῶν, καὶ ὑπὸ σμικρῶν ἀπαγορεύειν ἀναγκαζόμενος, οὗτος δὲ [D] οὐδὲ

ἰσχυρὸς οὐδὲ ἀνδρεῖος ἀνθρωπίνην ἰσχύν· ἐπιτρεπτέον δὲ ἴσως αὐτῷ κατὰ τοὺς

ταύρους ἢ τοὺς λέοντας ἢ τὰς παρδάλεις τῇ ῥώμῃ γάνυσθαι, εἰ μὴ καὶ ταύτην

ἀποβαλὼν καθάπερ οἱ κηφῆνες ἀλλοτρίοις ἐφέστηκε πόνοις, αὐτὸς ὢν μαλθακὸς

αἰχμητὴς καὶ δειλὸς καὶ ἀκόλαστος. τοιοῦτος δὲ ὢν οὐ μόνον ἀληθοῦς ἐνδεὴς

πλούτου καθέστηκεν, ἀλλὰ καὶ τοῦ πολυτιμήτου καὶ σεμνοῦ καὶ ἀγαπητοῦ, ἐξ

οὗ παντοδαπαὶ κρεμάμεναι ψυχαὶ πράγματα ἔχουσι μυρία καὶ πόνους, [85] τοῦ

καθ᾽ ἡμέραν κέρδους ἕνεκα πλεῖν τε ὑπομένουσαι καὶ καπηλεύειν καὶ

λῃστεύειν καὶ ἀναρπάζειν τὰς τυραννίδας. ζῶσι γὰρ ἀεὶ μὲν κτώμενοι, ἀεὶ δὲ

ἐνδεεῖς, οὔτι τῶν ἀναγαίων φημὶ σιτίων καὶ ποτῶν καὶ ἐσθημάτων· ὥρισται

γὰρ ὁ τοιοῦτος πλοῦτος εὖ μάλα παρὰ τῆς φύσεως, καὺ οὐκ ἔστιν αὐτοῦυ

στέρεσθαι οὔτε τοὺς ὄρνιθας οὔτε τοὺς ἰχθῦς(393) οὔτε τὰ θηρία, ἀλλ᾽ οὐδὲ

ἀνθρώπων τοὺς σώφρονας· [B] ὅσους δὲ ἐνοχλεῖ χρημάτων ἀπιθυμία καὶ ἔρως

δυστυχής, τούτους δὲ ἀνάγκη πεινῆν διὰ βίου καὶ ἀθλιώτερον ἀπαλλάττειν

μακρῷ τῶν τῆς ἐφημέρου τροφῆς ἐνδεομένων. τούτοις μὲν γὰρ ἀποπλήσασι τὴν

γαστέρα πολλὴ γέγονεν εἰρήνη καὶ ἀνοκωχὴ τῆς ἀλγηδόνος, ἐκείνοις δὲ οὔτε

ἡμέρα πέφηνεν ἀκερδὴς ἡδεῖα, οὔτε εὐφρόνη τὸν λυσιμελῆ καὶ λυσιμέριμνον

ὕπνον ἐπάγουσα παῦλαν ἐνεποίησε τῆς ἐμμανοῦς λύττης, [C] στροβεῖ δὲ αὐτῶν

καὶ στρέφει τὴν ψυχὴν ἐκλογιζομένων καὶ ἀπαριθμουμένων τὰ χρήματα· καὶ οὐκ

ἐξαιρεῖται τοὺς ἄνδρας τῆς ἐπιθυμίας καὶ τῆς ἐπ᾽ αὐτῇ ταλαιπωρίας(394)

οὐδὲ ὁ Ταντάλου καὶ Μίδου πλοῦτος περιγενόμενος οὐδὲ ἡ μεγίστη καὶ

χαλεπωτάτη δαιμόνων τυραννὶς προσγενομένη. ἢ γὰρ οὐκ ἀκηκόατε Δαρεῖον τὸν

Περσῶν μονάρχην,(395) οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς

εἰς χρήματα καὶ νεκρῶν θήκας ὑπὸ τῆς ἐπιθυμίας διορύττειν(396) καὶ

πολυτελεῖς [D] ἐπιτάττειν φόρουσ; ὅθεν αὐτῷ τὸ κλεινὸν ὄνομα γέγονε κατὰ

πάντας ἀνθρώπους·(397) ἐκάλουν γὰρ αὐτὸν Περσῶν οἱ γνώριμοι ὅτιπερ

Ἀθηναῖοι τὸν Σάραμβον.

The Works of the Emperor Julian, Vol. 1 · 第 12 / 30 段