Ἡμεῖς δὲ ἐπειδὴ τὸν πρῶτον πόλεμον διεληλύθαμεν, ληγούσης ἤδη τῆς ὀπώρας,

[B] ἆρ᾽ ἐνταῦθα τὴν διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος ἁποδοῦναι

τῶν ἔργων τοῖς ποθοῦσιν(178) ἄξιον; ἐπέλαβε μὲν ὁ χειμὼν καὶ παρέσχε

διαφυγεῖν τῆν τιμωρίαν τὸν τύραννον. κηρύγματα δὲ ἦν λαμπρὰ καὶ βασιλικῆς

ἄξια μεγαλοψυχίας· ἄδεια δὲ πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ

τυράννου, πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει· ἀπελάμβανον τὰς

οἰκίας ἅπαντες καὶ τὰ χρήματα καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων

αὐτοῖς ἐλπίζοντες. [C] ὑπεδέχου τὸ ναυτικὸν ἐκ τῆς Ἰταλίας ἐπανερχόμενον,

πολλοὺς ἐκεῖθεν πολίτας κατάγον φεύγοντας οἶμαι τὴν τῶν τυράννων ὠμότητα.

ἐπεὶ δὲ ὁ καιρὸς ἐκάλει στρατεύεσθαι, πάλιν ἐφειστήκεις δεινὸς τῷ τυράννῳ.

ὁ δὲ προυβάλλετο τὰς Ἰταλῶν δυσχωρίας, καὶ τοῖς ὄρεσι τοῖς ἐκεῖ καθάπερ

θηρίον ἐναποκρύψας τὰς δυνάμεις αὐτὸς οὐδὲ ὑπαίθριος ἐτόλμα στρατεύειν.

[D] ἀναλαβὼν δὲ ἁὑτὸν εἰς τὴν πλησίον πόλιν τρυφῶσαν καὶ πολυτελῆ, ἐν

πανηγύρεσι καὶ τρυφαῖς ἔτριβε τὸν χρόνον, ἀρκέσειν μὲν αὑτῷ πρὸς σοτηρίαν

τῶν ὀρῶν τὴν δυσχωρίαν μόνον οἰόμενος. ἀκόλαστος δὲ ὢν φύσει κερδαίνειν

ᾤετο τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἐν τοσούτοις κακοῖς, δῆλός τε ἦν λίαν

πεπιστευκὼς ἀσφαλῶς αὐτῷ τὰ παρόντα ἔχειν, ἀποτειχιζομένης ἐν κύκλῳ τῆς

Ἰταλίας τοῖς ὄρεσι, [39] πλὴν ὅσον ἐξ ἡμισείας ἡ θάλασσα τεναγώδης οὖσα

καὶ τοῖς Αἰγυπτίων ἕλεσιν ἐμφερὴς ἄβατον καὶ νηίτῃ στρατῷ πολεμίων ἀνδρῶν

καθίστησιν. ἀλλ᾽ ἔοικεν οὐδὲ ἓν ᾑ φύσις πρὸς ἀνδρὸς ἀρετὴν καὶ σωφροσύνην

τοῖς ἀκολάστοις καὶ δειλοῖς ἔρυμα μηχανήσασθαι, πάντα ὑποχωρεῖν φρονήσει

μετὰ ἀνδρείας ἐπιούσῃ παρασκευάζουσα· πάλαι τε ἡμῖν ἐξηῦρε τὰς τέχνας, [B]

δι᾽ ὧν εἰς εὐπορίαν τῶν τέως δοξάντων ἀπόρων κατέστημεν, καὶ ἐπὶ τῶν καθ᾽

ἕκαστον ἔργων τὸ πολλοῖς ἀδύνατον εἶναι φαινόμενον(179) ἐπιτελούμενον πρὸς

ἀνδρὸς σώφρονος. ὃ δὴ καὶ τότε τοῖς ἔργοις, ὦ βασιλεῦ, δείξας εἰκότως ἂν

ἀποδέχοιο τοὺς ἐπ᾽ αὐτῷ λόγους.

(Now that I have told the story of this first campaign, which was fought

at the end of the autumn, shall I here break off my narrative? Or is it

altogether unfair to withhold the end and issue of your achievements from

those who are eager to hear? Winter overtook us and gave the usurper a

chance to escape punishment. Then followed a splendid proclamation worthy

of your imperial generosity. An amnesty was granted to those who had taken

sides with the usurper, except when they had shared the guilt of those

infamous murders. Thus they who had never hoped even to see again anything

that they held dear, recovered their houses, money, and native land. Then

you welcomed the fleet which arrived from Italy bringing thence many

citizens who, no doubt, had fled from the usurper’s savage cruelty. Then

when the occasion demanded that you should take the field, you again

menaced the usurper. He however took cover in the fastnesses of Italy and

hid his army away there in the mountains, wild‐beast fashion, and never

even dared to carry on the war beneath the open heavens. But he betook

himself to the neighbouring town(180) which is devoted to pleasure and

high living, and spent his time in public shows and sensual pleasures,

believing that the impassable mountains alone would suffice for his

safety. Moreover, intemperate as he was by nature, he thought it clear

gain to be able to indulge his appetites at so dangerous a crisis, and he

evidently placed too much confidence in the safety of his position,

because the town is cut off from that part of Italy by a natural rampart

of mountains, except the half that is bounded by a shoaling sea, which

resembles the marshes of Egypt and makes that part of the country

inaccessible even to an invading fleet. It seems however as though nature

herself will not devise any safeguard for the sensual and cowardly against

the temperate and brave, for when prudence and courage advance hand in

hand she makes everything give way before them. Long since she revealed to

us those arts through which we have attained an abundance of what was once

thought to be unattainable, and in the field of individual effort we see

that what seemed impossible for many working together to achieve can be

accomplished by a prudent man. And since by your own actions you

demonstrated this fact it is only fair, O my Emperor, that you should

accept my words to that effect.)

Ἐστράτευες μὲν γὰρ αὐτὸς ὑπαίθριος, καὶ ταῦτα πλησίον παρούσης πόλεως οὐ

φαύλης, τοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ

κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν· ἄτραπον μὲν ἐξηῦρες ἄγνωστον

τοῖς πᾶσι, πέμψας [C] δὲ ἀξιόμαχον τῆς δυνάμεως ἁπάσης ὁπλιτῶν μοῖραν,

εἶτα ἐπειδὴ σαφῶς ἔγνως αὐτοὺς τοῖς πολεμίοις ἐφεστῶτας, αὐτὸς ἀναλαβὼν

ἦγες τὸ στράτευμα, καὶ κύκλῳ περιέχων πάντων ἐκράτησας. ταῦτα ἐδρᾶτο πρὸ

τῆς ἕω, ἤγγελτο δὲ πρὸ μεσημβρίας τῷ τυράννῳ ἁμίλλαις ἱππικαῖς καὶ

πανηγύρει προσκαθημένῳ καὶ τῶν παρόντων οὐδὲν ἐλπίζοντι. [D] τίς μὲν οὖν

γέγονεν ἐκ τίνος, καὶ ποταπὴν γνώμην εἶχεν ὑπὲρ τῶν παρόντων, καὶ ὅπως

ἐκλιπὼν ἔφυγε τὴν πόλιν καὶ τὴν Ἰταλίαν πᾶσαν, τοὺς φόνους καὶ τὰς πρόσθεν

ἀδικίας ἐκκαθαιρόμενος, οὐ τοῦ παρόντος ἂν εἴη λόγου διηγεῖσθαι. ἔμελλε δὲ

βραχείας ἀνοκωχῆς τυχὼν οὐδέν τι μεῖον τῶν ἔμπροσθεν δράσειν. οὕτως οὐδὲν

πρὸς πονηρίαν ψυχῆς ἄνθρωπος ἀνόσιος(181) ἐξηῦρε καθάρσιον διὰ τοῦ

σώματος. ἀφικόμενος γὰρ εῖς Γαλατίαν ὁ χρηστὸς οὑτοσὶ καὶ νόμιμος [40]

ἄρχων τοσοῦτον αὐτοῦ γέγονε χαλεπώτερος, ὡς, εἴ τις πρότερον αὐτὸν

διαφυγὼν ἐλελήθει τιμωρίας τρόπος ὠμότατος, τοῦτον ἐξευρὼν θέαμα

κεχαρισμένον αὑτῷ τὰς τῶν ἀθλίων πολιτῶν παρεῖχε συμφοράς· ἅρματος ζῶντας

ἐκδήσας καὶ μεθεὶς φέρεσθαι τοῖς ἡνιόχοις ἕλκειν ἂν ἐκέλευεν, αὐτὸς

ἐφεστηκὼς καὶ θεώμενος τὰ δρώμενα· καί τισι τοιούτοις ἑτέροις αὑτὸν

ψυχαγωγῶν τὸν πάντα διετέλει χρόνον, ἕως [B] αὐτὸν καθάπερ Ὀλυμπιονίκης

περὶ τῷ τρίτῳ παλαίσματι καταβαλὼν δίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν

κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος, ὃ πολλῶν πολιτῶν ἐμίανε

φόνῳ. ταύτης ἐγὼ τῆς νίκης(182) ἀμείνω καὶ δικαιοτέραν οὔποτε γενέσθαι

φημὶ οὐδὲ ἐφ᾽ ᾗ μᾶλλον τὸ κοινὸν τῶν ἀνθρώπων ηὐφράνθη γένος, τοσαύτης

ὠμότητος καὶ πικρίας ἀφεθὲν ὄντως ἐλεύθερον, εὐνομίᾳ δὲ ἤδη γανύμενον, ἧς

τέως [C] ἀπολαύομεν καὶ ἀπολαύσαιμέν γε ἐπὶ πλέον, ὦ πάντα ἀγαθὴ πρόνοια.

(For you conducted the campaign under the open skies, and that though

there was a city of some importance near at hand, and moreover you

encouraged your men to work hard and to take risks, not merely by giving

orders, but by your own personal example. You discovered a path hitherto

unknown to all, and you sent forward a strong detachment of hoplites

chosen from your whole army; then when you had ascertained that they had

come up with the enemy, you led forward your army in person, surrounded

them, and defeated his whole force. This happened before dawn, and before

noon the news was brought to the usurper. He was attending a horse‐race at

a festival, and was expecting nothing of what took place. How his attitude

changed, what was his decision about the crisis, how he abandoned the town

and in fact all Italy, and fled, thus beginning to expiate his murders and

all his earlier crimes, it is not for this speech to relate. Yet though

the respite he gained was so brief, he proceeded to act no less wickedly

than in the past. So true is it that by the sufferings of the body alone

it is impossible for the wicked to cleanse their souls of evil. For when

he reached Galatia,(183) this ruler who was so righteous and law‐abiding,

so far surpassed his own former cruelty that he now bethought himself of

all the ruthless and brutal modes of punishment that he had then

overlooked, and derived the most exquisite pleasure from the spectacle of

the sufferings of the wretched citizens. He would bind them alive to

chariots and, letting the teams gallop, would order the drivers to drag

them along while he stood by and gazed at their sufferings. In fact he

spent his whole time in amusements of this sort, until, like an Olympic

victor, you threw him in the third encounter(184) and forced him to pay a

fitting penalty for his infamous career, namely to thrust into his own

breast that very sword which he had stained with the slaughter of so many

citizens.(185) Never, in my opinion, was there a punishment more suitable

or more just than this, nor one that gave greater satisfaction to the

whole human race, which was now really liberated from such cruelty and

harshness, and at once began to exult in the good government that we enjoy

to this day. Long may we continue to enjoy it, O all‐merciful Providence!)

Ἐμοὶ δὲ ποθοῦντι μὲν ἐπεξελθεῖν ἅπασι τοῖς σοι πραχθεῖσιν, ἀπολειπομένῳ δὲ

συγγνώμην εἰκότως, ὦ μέγιστε βασιλεῦ, παρέξεις, εἰ μήτε τῶν ἀποστόλων τῶν

ἐπὶ Καρχηδόνα μνημονεύοιμι ἀπό τε Αἰγύπτου παρασκευασθέντων καὶ ἐξ(186)

Ἰταλίας ἐπ᾽ αὐτὴν πλευσάντων, μήτε ὡς τῶν Πυρηναίων ὀρῶν ἐκράτησας ναυσὶν

ἐκπέμψας ἐπ᾽ αὐτὰ στράτευμα, μήτε τῶν [D] ἔναγχός σοι πολλάκις πρὸς τοὺς

βαρβάρους πραχθέντων, μήτ᾽ εἴ τι τοιοῦτον ἕτερον τῶν πάλαι γεγονὸς λέληθε

τοὺς πολλούς. ἐπεὶ καὶ τὴν Ἀντιόχου πόλιν ἑαυτὴν σοῦ(187) ἐπώνυμον

ἐπονομάζουσαν ἀκούω πολλάκις. ἔστι μὲν γὰρ διὰ τὸν κτίσαντα, πλουτεῖ δὲ

ἤδη καὶ πρὸς ἅπασαν εὐπορίαν ἐπιδέδωκε διὰ σὲ λιμένας εὐόρμους τοῖς

καταίρουσι παρασχόντα· τέως δὲ οὐδὲ παραπλεῖν ἀσφαλὲς οὐδὲ ἀκίνδυνον

ἐδόκει· [41] οὕτως ἦν πάντα σκοπέλων τινῶν καὶ πετρῶν ὑφάλων ἀνάπλεα τῆς

θαλάσσης τῆσδε πρὸς ταῖς ᾐόσι. στοὰς δὲ καὶ κρήνας καὶ ὅσα τοιαῦτα παρὰ

τῶν ὑπάρχων διὰ σὲ γέγονεν οὐδὲ ὀνομάζειν ἄξιον. ὁπόσα δὲ τῇ πατρῴᾳ πόλει

προστέθεικας, τεῖχος μὲν αὐτῇ κύκλῳ περιβαλὼν ἀρξάμενον τότε, τὰ δοκοῦντα

δὲ οὐκ ἀσφαλῶς ἔχειν(188) τῶν οἰκοδομημάτων εἰς ἀθάνατον ἀσφάλειαν

κατατιθεῖς, τίς ἂν ἀπαριθμήσαιτο; [B] ἐπιλείψει με τούτων ἕκαστον ὁ χρόνος

διηγούμενον.

(I would fain recite every single one of your achievements, but you will

with reason pardon me, most mighty Emperor, if I fall short of that

ambition and omit to mention the naval armament against Carthage which was

equipped in Egypt and set sail from Italy to attack her, and also your

conquest of the Pyrenees, against which you sent an army by sea, and your

successes against the barbarians, which of late have been so frequent, and

all such successes in the past as have not become a matter of common

knowledge. For example, I often hear that even Antioch now calls herself

by your name. Her existence she does indeed owe to her founder,(189) but

her present wealth and increase in every sort of abundance she owes to

you, since you provided her with harbours that offer good anchorage for

those who put in there. For till then it was considered a dangerous risk

even to sail past Antioch; so full were all the waters of that coast, up

to the very shores, of rocks and sunken reefs. I need not stop to mention

the porticoes, fountains, and other things of the kind that you caused to

be bestowed on Antioch by her governors. As to your benefactions to the

city of your ancestors,(190) you built round it a wall that was then only

begun, and all buildings that seemed to be unsound you restored and made

safe for all time. But how could one reckon up all these things? Time will

fail me if I try to tell everything separately.)

Σκοπεῖν δὲ ὑπὲρ ἁπάντων ἄξιον ἤδη τῶν ῥηθέντων, εἰ μετὰ ἀρετῆς καὶ τῆς

βελτίστης ἕξεως ἅπαντα γέγονε· τούτῳ γὰρ ἤδη καὶ τῶν λόγων ἀρχόμενος

μάλιστα προσέχειν τὸν νοῦν ἠξίουν. οὐκοῦν τῷ πατρὶ μὲν εὐσεβῶς καὶ

φιλανθρώπως ὅπως προσηνέχθης, ὁμονοῶν δὲ πρὸς τοὺς ἀδελφοὺς διετέλεσας τὸν

ἅπαντα χρόνον, ἀρχόμενος μὲν προθύμως, [C] συνάρχων δὲ ἐκείνοις σωφρόνως,

πάλαι τε εἴρηται καὶ νῦν ἀξιούσθω μνήμης. τοῦτο δὲ ὅστις μικρᾶς ἀρετῆς

ἔργον ὑπέλαβεν Ἀλέξανδρον τὸν Φιλίππου καὶ Κῦρον τὸν Καμβύσου σκοπῶν

ἐπαινείτω. ὁ μὲν γὰρ μειράκιον ἔτι κομιδῇ νέον δῆλος ἦν τοῦ πατρὸς οὐκ

ἀνεξόμενος ἄρχοντος, ὁ δὲ ἀφείλετο τὴν ἀρχὴν τὸν πάππον. καὶ ταῦτα οὐδείς

ἐστιν οὕτως(191) ἠλίθιος, ὅστις οὐκ οἴεταί σε,(192) μηδὲν ἐκείνων

μεγαλοψυχίᾳ καὶ τῇ πρὸς τὰ καλὰ φιλοτιμίᾳ λειπόμενον, οὕτως ἐγκρατῶς καὶ

σωφρόνως [D] τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς προσενηνέχθαι. παρασχούσης γὰρ τῆς

τύχης τὸν καιρὸν, ἐν ᾧ τῆς ἁπάντων ἡγεμονίας ἐχρῆν μεταποιηθῆναι, πρῶτος

ὡρμήθης, πολλῶν ἀπαγορευόντων καὶ πρὸς τἀναντία ξυμπείθειν ἐπιχειρούντων·

ῥᾷστα δὲ καὶ πρὸς ἀσφάλειαν τὸν ὲν χερσὶ πόλεμον διοικησάμενος ἐλευθεροῦν

ἔγνως τῆς ἀρχῆς τὰ κατειλημμένα, [42] δικαιοτάτην μὲν καὶ οἵαν οὔπω

πρόσθεν ἔλαβε πρόφασιν πόλεμος τῆς πρὸς ἐκείνους ἔχθρας τιθέμενος. οὐδὲ

γὰρ ἐμφύλιον ἄξιον προσαγορεύειν τὸν πόλεμον, οὗ βάρβαρος ἦν ἡγεμὼν ἑαυτὸν

ἀναγορεύσας βασιλέα καὶ χειροτονήσας στρατηγόν. τῶν ἀδικημάτων δὲ τῶν

ἐκείνου καὶ ὧν ἔδρασεν εἰς οἰκίαν τὴν σὴν οὐχ ἡδύ μοι πολλάκις μεμνῆσθαι.

ἀνδρειοτέραν δὲ τ῀εσδε τῆς πράξεως τίς ἂν εἰπεῖν ἔχοι; ἐφ᾽ ἧς δῆλος μὲν

[B] ἦν ἀποτυχόντι τῶν ἔργων ὁ(193) κίνδυνος· ὑπέμενες δὲ οὐδὲν κέρδους

χάριν οὐδὲ κλέος ἀείμνηστον ἀντωνούμενος, ὑπὲρ οὗ καὶ ἀποθνήσκειν ἄνδρες

ἀγαθοὶ πολλάκις τολμῶσιν, οἷον πρὸς ἀργύριον τὴν δόξαν τὰς ψυχὰς

ἀποδιδόμενοι, οὐδὲ μὴν δι᾽ ἐπιθυμίαν ἀρχῆς μείζονος καὶ λαμπροτέρας, ὅτι

μηδὲ νέῳ σοι τούτων ἐπιθυμῆσαι συνέβη, ἀλλ᾽ αὐτὸ τὸ καλὸν στέργων τῆς

πράξεως πάντα ὑπομένειν ᾤου δεῖν πρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα

καὶ νόμων κύριον καὶ [C] πολιτείας καθεστῶτα καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς

ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις. τῆς παρασκευῆς δὲ

αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι;

καίτον Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα

χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι,

εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ τούτων αὐτῶν οἶμαι

τῶν χωρίων, [D] ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας

τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον

συμβαλεῖν οὐδὲ τοῖς ἔργοις.

(The time has now come when it is proper to consider whether your career,

so far as I have described it, is at every point in harmony with virtue

and the promptings of a noble disposition. For to this, as I said at the

beginning of my speech, I think it right to pay special attention. Let me

therefore mention once more what I said some time ago, that to your father

you were dutiful and affectionate, and that you constantly maintained

friendly relations with your brothers, for your father you were ever

willing to obey, and as the colleague of your brothers in the empire you

always displayed moderation. And if anyone thinks this a trifling proof of

merit, let him consider the case of Alexander the son of Philip, and Cyrus

the son of Cambyses, and then let him applaud your conduct. For Alexander,

while still a mere boy, showed clearly that he would no longer brook his

father’s control, while Cyrus dethroned his grandfather. Yet no one is so

foolish as to suppose that, since you displayed such modesty and self‐

control towards your father and brothers, you were not fully equal to

Alexander and Cyrus in greatness of soul and ambition for glory. For when

fortune offered you the opportunity to claim as your right the empire of

the world, you were the first to make the essay, though there were many

who advised otherwise and tried to persuade you to the contrary course.

Accordingly, when you had carried through the war that you had in hand,

and that with the utmost ease and so as to ensure safety for the future,

you resolved to liberate that part of the empire which had been occupied

by the enemy, and the reason that you assigned for going to war was most

just and such as had never before arisen, namely your detestation of those

infamous men. Civil war one could not call it, for its leader was a

barbarian who had proclaimed himself emperor and elected himself general.

I dislike to speak too often of his evil deeds and the crimes that he

committed against your house. But could anything be more heroic than your

line of action? For should you fail in your undertaking the risk involved

was obvious. But you faced it, and you were not bidding for gain, nay nor

for undying renown, for whose sake brave men so often dare even to die,

selling their lives for glory as though it were gold, nor was it from

desire of wider or more brilliant empire, for not even in your youth were

you ambitious of that, but it was because you were in love with the

abstract beauty of such an achievement, and thought it your duty to endure

anything rather than see a barbarian ruling over Roman citizens, making

himself master of the laws and constitution and offering public prayers

for the common weal, guilty as he was of so many impious crimes and

murders. Who could fail to be dazzled by the splendour of your armament

and the vast scale of your expenditure? And yet I am told that Xerxes,

when he mustered all Asia against the Greeks, spent no less than ten years

in preparing for that war. Then he set out with twelve hundred triremes,

from the very spot, as I understand, where you gathered your fleet

together, having built it in rather less than ten months, and yet you had

more ships than Xerxes. But neither his fortune nor his achievements can

properly be compared with yours.)

Τὴν δὲ εἰς τὰ λοιπὰ δαπανήματα μεγαλοπρέπειαν μὴ πολὺ λίαν ἔργον ᾖ

φράζειν, οὐδὲ ὁπόσα ταῖς πόλεσι πάλαι στερομέναις ἀπεδίδους ἀπαριθμούμενος

ἐνοχλήσω τὰ νῦν. [43] πλουτοῦσι μὲν γὰρ ἅπασαι διὰ σὲ ἐπὶ τῶν(194)

ἔμπροσθεν ἐνδεεῖς οὖσαι καὶ τῶν ἀναγκαίων, ἐπιδίδωσι δὲ τῶν ἰδίων ἕκαστος

οἴκων διὰ τὰς κοινὰς τῶν πόλεων εὐετηρίας. ἀλλὰ τῶν εἰς τοὺς ἰδιώτας ἄξιον

δωρεῶν μεμνῆσθαι, ἐλευθέριόν σε καὶ μεγαλόδωρον βασιλέα προσαγορεύοντα, ὃς

πολλοῖς μὲν στερομένοις πάλαι τῶν αὑτῶν κτημάτων, τοῦ πατρῴου κλήρου

συμφορᾷ περιπεπτωκότος ἐν δίκῃ καὶ παρὰ δίκην, ἐπειδὴ πρῶτον ἐγένου

κύριος, [B] τοῖς μὲν καθάπερ δικαστὴς ἀγαθὸς τὰ τῶν ἔμπροσθεν ἁμαρτήματα

διορθωσάμενος κυρίους εἶναι τῆς αὑτῶν οὐσίας παρέσχες, τοῖς δὲ ἐπιεικὴς

κριτὴς γενόμενος ταῦτα μὲν ὧν ἀφῄρηντο πάλιν ἐχαρίσω, ἀρκεῖν οἰόμενος τὸ

μῆκος τοῦ χρόνου πρὸς τιμωρίαν τοῖς παθοῦσιν· ὅσα δὲ αὐτὸς οἴκοθεν

χαριζόμενος πλουσιωτέρους ἀπέθηνας πολλοὺς τῶν πάλαι δοξάντων ἐπὶ τῇ τῶν

χρημάτων εὐπορίᾳ σεμνύνεσθαι, [C] τί χρὴ νῦν ὑπομιμνήσκοντα περὶ μικρὰ

διατρίβειν δοκεῖν; ἄλλως τε καὶ πᾶσιν ὄντος καταφανοῦς, ὅτι μηδεὶς πώποτε

πλὴν Ἀλεξάνδρου τοῦ Φιλίππου τοσαῦτα βασιλεῦς τοῖς αὑτοῦ φίλοις διανέμων

ὤφθη. ἀλλὰ τοῖς μὲν ὁ τῶν φίλων πλοῦτος τῆς τῶν πολεμίων ῥώμης ὕποπτος

ἐφάνη μᾶλλον καὶ φοβερώτερος, ἄλλοι δὲ τὴν τῶν ἀρχομένων εὐγένειαν

ὑπιδόμενοι πάντα τρόπον τοὺς εὖ γεγονότας προπηλακίζοντες [D] ἢ καὶ

ἀναιροῦντες ἄρδην τὰς οἰκίας κοινῇ μὲν ταῖς πόλεσι συμφορῶν, ἰδίᾳ δὲ

αὑτοῖς ἀνοσίων ἔργων αἰτιώτατοι κατέστησαν. οὐκ ἀπέσχοντο δὲ ἤδη τινὲς

τοῖς τοῦ σώματος ἀγαθοῖς, ὑγιείᾳ φημὶ καὶ κάλλει καὶ εὐεξίᾳ, βασκαίνοντες·

ψυχῆς τε ἀρετὴν ἔν τινι τῶν πολιτῶν γενομένην οὐδὲ ἀκούειν ὑπέμενον, ἀλλ᾽

ἦν ἀδίκημα τοῦτο, καθάπερ ἀνδροφονία καὶ κλοπὴ καὶ προδοσία, τὸ δοκεῖν

ἀρετῆς μεταποιηθῆναι. [44] καὶ ταῦτα τυχὸν ἀληθῶς οὐ βασιλέων φήσει τις,

πονηρῶν δὲ καὶ ἀνελευθέρων τυράννων ἔργα καὶ πράξεις. ἐκεῖνο δὲ ἤδη τὸ

πάθος οὐ τῶν ἀνοήτων μόνον, ἀλλά τινων ἐπιεικῶν καὶ πρᾴων ἀνδρῶν ἁψάμενον,

τὸ τοῖς φίλοις ἄχθεσθαι πλέον ἔχουσι(195) καὶ πολλάκις ἐλαττοῦν ἐθέλειν

καὶ τῶν προσηκόντων αὐτοὺς ἀφαιρεῖσθαι, τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε; τοῦτο

καὶ Κῦρόν φασι τὸν Πέρσην γάμβρον ὄντα βασιλέως παρὰ τοῦ κηδεστοῦ παθεῖν

ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ, καὶ ἀγησίλαος δὲ [B]

δῆλος ἦν ἀχθόμενος τιμωμένῳ παρὰ τοῖς Ἴωσι Λυσάνδρῳ.

(I fear that it is beyond my powers to describe the magnificence of your

outlay for other purposes, nor will I risk being tedious by staying now to

count up the sums you bestowed on cities that had long been destitute. For

whereas, in the time of your predecessors, they lacked the necessaries of

life, they have all become rich through you, and the general prosperity of

each city increases the welfare of every private household in it. But it

is proper that I should mention your gifts to private persons, and give

you the title of a generous and open‐handed Emperor; for since there were

many who long ago had lost their property, because, in some cases justly,

in others unjustly, their ancestral estates had suffered loss, you had no

sooner come into power, than like a just judge you set right in the latter

cases the errors committed by men in the past, and restored them to the

control of their property, while in the former cases you were a kindly

arbiter, and granted that they should recover what they had lost, thinking

that to have suffered so long was punishment enough. Then you lavished

large sums from your privy purse, and increased the reputation for wealth

of many who even in the past had prided themselves on their large incomes.

But why should I remind you of all this and seem to waste time over

trifles? Especially as it must be obvious to all that no king except

Alexander the son of Philip was ever known to bestow such splendid

presents on his friends. Indeed some kings have thought that the wealth of

their friends gave more grounds for suspicion and alarm than did the

resources of their enemies, while others were jealous of the aristocrats

among their subjects, and therefore persecuted the well‐born in every

possible way, or even exterminated their houses, and thus were responsible

for the public disasters of their cities and, in private life, for the

most infamous crimes. There were some who went so far as to envy mere

physical advantages, such as health or good looks, or good condition. And

as for a virtuous character among their subjects, they could not bear even

to hear of it, but counted it a crime like murder or theft or treason to

appear to lay claim to virtue. But perhaps someone will say, and with

truth, that these were the actions and practices not of genuine kings but

of base and contemptible tyrants. Nay, but that other malady which has

been known to attack not only those who were irrational, but some even who

were just and mild, I mean the tendency to quarrel with friends who were

too prosperous and to wish to humble them and deprive them of their

rightful possessions, who I ask has ever dared so much as to mention such

conduct in your case? Yet such, they say, was the treatment that Cyrus the

Persian, the king’s son‐in‐law, received from his kinsman,(196) who could

not brook the honour in which Cyrus was held by the common people, and

Agesilaus also is well known to have resented the honours paid to Lysander

by the Ionians.)

Τούτους οὖν(197) πάντας ὑπερβαλλόμενος ἀρετῇ, τοῖς πλουτοῦσι μὲν τὸ

πλουτεῖν ἀσφαλέστερον ἢ πατὴρ τοῖς αὑτοῦ παισί κατέστησας, εὐγενείας δὲ

τῆς τῶν ὑπηκόων προνοεῖς καθάπερ ἁπάσης πόλεως οἰκιστὴς καὶ νομοθέτης· καὶ

τοὶς ἐκ τῆς τύχης ἀγαθοῖς πολλὰ μὲν προστιθείς, πολλὰ δὲ καὶ αὐτὸς ἐξ

ἀρχῆς χαριζόμενος, δῆλος [C] εἶ τῷ μεγέθει μὲν τὰς παρὰ τῶν βασιλέων

δωρεὰς ὑπερβαλλόμενος, τῇ βεβαιότητι δὲ τῶν ἅπαξ δοθέντων τὰς παρὰ τῶν

δήμων χάριτας ἁποκρυπτόμενος. τοῦτο δὲ οἶμαι καὶ μάλα εἰκότως συμβαίνει.

οἱ μὲν γὰρ ἐφ᾽ οἷς συνίσασιν αὑτοῖς ἀπολειφθεῖσιν ἀγαθοῖς, τοῖς

κεκτημένοις βασκαίνουσιν, ὅτῳ δὲ τὰ μὲν ἐκ τῆς τύχης ἐστὶ λαμπρὰ καὶ οἷα

οὐδενὶ τῶν ἄλλων, τὰ δὲ ἐκ τῆς προαιρέσεως τῶν ἐκ τῆς τύχης μακρῷ

σεμνότερα, οὐκ ἔστιν ὅτου δεόμενος τῷ κεκτημένῳ φθονήσειεν. [D] ὃ δὴ καὶ

σαυτῷ μάλιστα πάντων ὑπάρχειν ἐγνωκὼς χαίρεις μὲν ἐπὶ τοῖς τῶν ἄλλων

ἀγαθοῖς, εὐφραίνει δὲ σε τὰ τῶν ὑπηκόων κατορθώματα· καὶ τιμὰς ἐπ᾽ αὐτοῖς

τὰς μὲν ἐχαρίσω, τὰς δὲ ἤδη μέλλεις, ὑπὲρ δὲ ἐνίων βουλεύῃ· καὶ οὐκ ἀπόχρη

σοι πόλεως μιᾶς οὐδὲ ἔθνους ἑνὸς οὐδὲ πολλῶν ὁμοῦ τοῖς φίλοις ἀρχὰς καὶ

τὰς ἐπ᾽ αὐταῖς τιμὰς διανέμειν· ἀλλ᾽ εἰ μὴ καὶ βασιλείας [45] ἕλοιο

κοινωνόν, ὑπὲρ ἧς τοσοῦτον ὑπομείνας πόνον τὸ τῶν τυράννων γένος ἀνῄρηκας,

οὐδὲν ἄξιον τῶν σαυτοῦ κατορθωμάτων ἔργον ὑπέλαβες. καὶ ὅτι μὴ χρείᾳ

μᾶλλον ἢ τῷ χαίρειν πάντα δωρούμενος ἐπὶ ταύτην ὥρμησας τὴν γνώμην, ἅπασιν

οἶμαι γνώριμον γέγονε. τῶν μὲν γὰρ πρὸς τοὺς τυράννους ἀγώνων κοινωνὸν οὐχ

εἵλου, τῆς τιμῆς δὲ τὸν οὐ μετασχόντα τῶν πόνων ἠξίωσας μεταλαβεῖν μόνον,

ὅτε μηδὲν ἔτι φοβερὸν ἐδόκει. [B] καὶ τῆς μὲν οὐδὲ ἐπ᾽ ὀλίγον ἀφελὼν δῆλος

εἶ, τῶν πόνων δὲ οὐδὲ ἐπὶ σμικρὸν κοινωνεῖν ἀξιοῖς. πλὴν εἴ που δέοι πρὸς

ὀλίγον ἑπόμενον σοι στρατεύεσθαι. πότερον οὖν καὶ περὶ τούτων μαρτύρων

τινῶν καὶ τεκμηρίων τῷ λόγῳ προσδεῖ; ἢ δῆλον ἐκ τοῦ λέγοντος, ὅτι μὴ

ψευδεῖς ἐπεισάγει λόγους; ἀλλ᾽ ὑπὲρ μὲν τούτων οὐδὲν ἔτι πλέον ἄξιον

ἐνδιατρίβειν.

The Works of the Emperor Julian, Vol. 1 · 第 6 / 30 段