Καὶ ὁ μέγας Ἥλιος αὖθις τὸν λόγον διαδεξάμενος εἶπεν. [C] Ἑλόμενος φίλους

ὡς φίλοις χρῶ, μηδὲ αὐτοὺς οἰκέτας μηδὲ θεράποντας νόμιζε, πρόσιθι δὲ

αὐτοῖς ἐλευθέρως τε καὶ ἁπλούστατα καὶ γενναίως, μὴ λέγων μὲν ἄλλα, φρονῶν

δὲ ἕτερα περὶ αὐτῶν. ὁρᾷς ὅτι καὶ τοῦτον τὸν κληρονόμον τοῦτο ἐπέτριψεν, ἡ

πρὸς τοὺς φίλους ἀπιστία; φίλει τοὺς ἀρχομένους ὥσπερ ἡμεῖς σέ· τὰ πρὸς

ἡμᾶς ἡγείσθω σοι τῶν καλῶν ἁπάντων· [D] ἐσμὲν γάρ σου καὶ εὐεργεταὶ καὶ

φίλοι καὶ σωτῆρες. ἀκούσας ταῦτα ὁ νεανίσκος διεχύθη καὶ δῆλος ἦν ἅπαντα

ἤδη τοῖς θεοῖς πειθόμενος. Ἀλλ᾽ ἴθι, ἔφη, πορεύου μετὰ ἀγαθῆς ἐλπίδος.

ἡμεῖς γάρ σοι πανταχοῦ συνεσόμεθα ἐγώ τε καὶ Ἀθηνᾶ καὶ Ἑρμῆς ὅδε καὶ σὺν

ἡμῖν οἱ θεοὶ πάντες οἱ ἐν Ὀλύμπῳ καὶ οἱ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ πᾶν

πανταχοῦ τὸ θεῖον γένος, ἕως ἂν τά τε πρὸς ἡμᾶς ὅσιος ᾖς καὶ τὰ πρὸς τοὺς

φίλους πιστὸς καὶ τὰ πρὸς τοὺς ὑπηκόους φιλάνθρωπος, [234] ἄρχων αὐτῶν καὶ

ἡγούμενος ἐπὶ τὰ βέλτιστα· ἀλλὰ μήτε ταῖς σεαυτοῦ μήτε ταῖς ἐκείνων(258)

ἐπιθυμίαις δουλεύων ὑπεικάθηις. ἔχων οὖν τὴν πανοπλίαν,(259) ἣν ἐκόμισας

πρὸς ἡμᾶς, ἄπιθι προσλαβὼν ταύτην μὲν τὴν δᾷδα παρ᾽ ἐμοῦ, ἵνα σοι καὶ ἐν

τῇ γῇ φῶς λάμπῃ μέγα καὶ μηδὲν ἐπιποθῇς τῶν τῇδε, ταυτησὶ δὲ Ἀθενᾶς τῆς

καλῆς τό τε Γοργόνειον καὶ τὸ κράνος· πολλὰ γάρ, ὁρᾷς, ἐστὶν αὐτῇ, καὶ

δίδωσιν οἷς ἂν ἐθέλῃ. [B] δώσει δέ σοι καὶ Ἑρμῆς χρυσῆν ῥάβδον. ἔρχου οὖν

τῇ πανοπλίᾳ κοσμηθεὶς ταύτῃ διὰ πάσης μὲν γῆς, διὰ πάσης δὲ θαλάττης,

ἀμετακινήτως τοῖς ἡμετέροις πειθόμενος νόμοις, καὶ μηδείς σε μήτε ἀνδρῶν

μήτε γυναικῶν, μήτε τῶν οἰκείων μήτε τῶν ξένων ἀναπείσῃ τῶν ἐντολῶν(260)

ἐκλαθέσθαι τῶν ἡμετέρων. ἐμμένων γὰρ αὐταῖς ἡμῖν μὲν ἔσῃ φίλος καὶ τίμιος,

αἰδοῖος δὲ τοῖς ἀγαθοῖς ἡμῶν ὑπηρέταις, φοβερὸς δὲ ἀνθρώποις πονηροῖς καὶ

κακοδαίμοσιν. [C] ἴσθι δὲ σεαυτῷ τὰ σαρκία δεδόσθαι τῆς λειτουργίας ἕνεκα

ταυτησί. βουλόμεθα γάρ σοι τὴν προγονικὴν οἰκίαν αἰδοῖ τῶν προγόνων

ἀποκαθῆραι. μέμνησο οὖν, ὅτι τὴν ψυχὴν ἀθάνατον ἔχεις καὶ ἔκγονον

ἡμετέραν, ἑπόμενός τε ἡμῖν ὅτι θεὸς ἔσῃ καὶ τὸν ἡμέτερον ὄψει σὺν ἡμῖν

πατέρα.

(Then mighty Helios took up the tale and said, “When thou hast chosen thy

friends treat them as friends and do not regard them as thy servants and

attendants, but let thy conduct towards them be generous, candid, and

honourable: say not one thing about them while thou thinkest another. Thou

seest that it was treachery to his friends that destroyed this heir. Love

thy subjects even as we love thee. Prefer our worship to all other

blessings. For we are thy benefactors and friends and preservers.” At

these words the youth became calm and showed plainly that he was already

obedient in all things to the gods. “Come,” said Helios, “now depart with

good hope. For everywhere we shall be with thee, even I and Athene and

Hermes here, and with us all the gods that are on Olympus or in the air or

on earth and the whole race of gods everywhere, so long as thou art pious

towards us and loyal to thy friends, and humane towards thy subjects,

ruling them and guiding them to what is best. But never yield to thy own

passions or become the slave of theirs. Keep the armour that thou hast

brought hither, and depart, but first receive from me this torch so that

even on earth a great light may shine for thee and that thou mayst not

long for the things of earth. And from fair Athene here receive an aegis

and helmet. For as thou seest she has many, and she gives them to whom she

will. And Hermes too will give thee a golden wand. Go then thus adorned in

full armour over sea and land, steadfastly obeying our laws, and let no

man or woman or kinsman or foreigner persuade thee to neglect our

commands. For while thou dost abide by them thou wilt be loved and

honoured by us and respected by our good servants and formidable to the

wicked and impious. Know that a mortal frame was given to thee that thou

mightest discharge these duties. For we desire, out of respect for thy

ancestor to cleanse the house of thy forefathers. Remember therefore that

thou hast an immortal soul that is our offspring, and that if thou dost

follow us thou shalt be a god and with us shalt behold our father.”)

Τοῦτο εἴτε μῦθος εἴτε ἀληθής ἐστι λόγος οὐκ οἶδα. τὸ παρὰ σοῦ δὲ

πεποιημένον, τίνα βούλει τὸν Πᾶνα, [D] τίνα δὲ εἶναι τὸν Δία, εἰ μὴ

τοῦτο,(261) ὡς ἐσμὲν ἐγώ τε καὶ σύ, σὺ μὲν ὁ Ζεύς, ἐγὼ δὲ ὁ Πάν; ὢ τοῦ

γελοίου Ψευδόπανος, γελοιοτέρου μέντοι νὴ τὸν Ἀσκληπιὸν τοῦ πάντα μᾶλλον ἢ

Διὸς ἀνθρώπου. ταῦτα οὐκ ἔστιν ἀτεχνῶς ἐκ μαινομένου(262) στόματος οὔτι

τὴν ἔνθεον, ἀλλὰ τὴν ἔκπληκτον μανίαν; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σαλμωνεὺς

ἔδωκεν [235] ὑπὲρ τούτων τοῖς θεοῖς δίκην, ὅτι ἄνθρωπος ὢν ἐπεχείρει Ζεὺς

εἶναι; τὸ δὲ ἐκ τῶν Ἡσιόδου λεγόμενον ὑπὲρ τῶν ὀνομασάντων ἑαυτοὺς τοῖς

τῶν θεῶν ὀνόμασιν, Ἥρας τε καὶ Διός, εἰ μήπω καὶ νῦν ἀκήκοας, ἔχω σοι

συγγνῶναι· οὐδὲ γὰρ ἐπαιδοτριβήθης καλῶς οὐδὲ ἔτυχες καθηγεμόνος, ὁποίου

περὶ τοὺς ποιητὰς ἐγὼ τουτουὶ τοῦ φιλοσόφου, μεθ᾽ ὃν ἐπὶ τὰ πρόθυρα τῆς

φιλοσοφίας ἦλθον ὑπ᾽ ἀνδρὶ τελεσθησόμενος, ὃν νενόμικα τῶν [B] κατ᾽

ἐμαυτὸν πάντων διαφέρειν. ὁ δέ με πρὸ πάντων ἀρετὴν ἀσκεῖν καὶ θεοὺς

ἁπάντων τῶν καλῶν νομίζειν ἡγεμόνας ἐδίδασκεν. εἰ μὲν οὖν τι προὔργου

πεποίηκεν, αὐτὸς ἂν εἰδείη καὶ πρὸ τούτου γε οἱ βασιλεῖς θεοί· τουτὶ δὲ

ἐξῄρει τὸ μανιῶδες καὶ θρασύ, καὶ ἐπειρᾶτό με ποιεῖν ἐμαυτοῦ

σωφρονέστερον. ἐγὼ δὲ καίπερ, ὡς οἶσθα, τοῖς ἔξωθεν πλεονεκτήμασιν

ἐπτερωμένος ὑπέταξα [C] ὅμως ἐμαυτὸν τῷ καθηγεμόνι καὶ τοῖς ἐκείνου φίλοις

καὶ ἡλικιώταις καὶ συμφοιτηταῖς, καὶ ὧν ἤκουον ἐπαινουμένων παρ᾽ αὐτοῦ,

τούτων ἔσπευδον ἀκροατὴς εἶναι, καὶ βιβλία ταῦτα ἀνεγίγνωσκον, ὁπόσα αὐτὸς

δοκιμάσειεν.

(Now whether this be a fable or a true narrative I cannot say. But in your

composition, whom do you mean by Pan, and whom by Zeus unless you and I

are they, that is, you are Zeus and I am Pan? What an absurd counterfeit

Pan! But you are still more absurd, by Asclepius, and very far indeed from

being Zeus! Is not all this the utterance of a mouth that foams with

morbid rather than inspired madness?(263) Do you not know that

Salmoneus(264) in his day was punished by the gods for just this, for

attempting, though a mortal man, to play the part of Zeus? Then too there

is the account in Hesiod’s poems of those who styled themselves by the

names of the gods, even of Hera and of Zeus, but if you have not heard of

it till this moment I can excuse you for that. For you have not been well

educated, nor did fate bestow on you such a guide to the poets as I had—I

mean this philosopher(265) now present: and later on I arrived at the

threshold of philosophy to be initiated therein by the teaching of

one(266) whom I consider superior to all the men of my own time. He used

to teach me to practise virtue before all else, and to regard the gods as

my guides to all that is good. Now whether he accomplished anything of

real profit he himself must determine, or rather the ruling gods; but at

least he purged me of such infatuate folly and insolence as yours, and

tried to make me more temperate than I was by nature. And though, as you

know, I was armed(267) with great external advantages, nevertheless I

submitted myself to my preceptor and to his friends and compeers and the

philosophers of his school, and I was eager to be instructed by all whose

praises I heard uttered by him, and I read all the books that he

approved.)

οὕτως ἡμεῖς ὑφ᾽ ἡγεμόσι τελούμενοι, φιλοσόφῳ μὲν τῷ τὰ τῆς προπαιδείας με

τελέσαντι, φιλοσοφωτάτῳ δὲ τῷ τὰ πρόθυρα τῆς φιλοσοφίας δείξαντι, σμικρὰ

μὲν διὰ τὰς ἔξωθεν ἡμῖν προσπεσούσας ἀσχολίας, [D] ὅμως δ᾽ οὖν ἀπελαύσαμεν

τῆς ὀρθῆς ἀγωγῆς, οὐ τὴν σύντομον, ἣν σὺ φής, ἀλλὰ τὴν κύκλῳ πορευθέντες·

καίτοι νὴ τοὺς θεοὺς ἐπὶ τὴν ἀρετὴν οἶμαι ὅτι σου συντομωτέραν ἐτραπόμην.

ἐγὼ μὲν γὰρ αὐτῆς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐπὶ τοῖς προθύροις ἕστηκα, σὺ δὲ

καὶ τῶν προθύρων εἶ πόρρω. σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς—, ἀφελὼν δὲ

τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ᾽ ἡμῶν

αὐτὸ ἀνάσχου πρᾴως λεγόμενον,—τίς μετουσία; [236] πᾶσιν ἐπιτιμᾷς αὐτὸς

οὐδὲν ἄξιον ἐπαίνου πράττων, ἐπαινεῖς φορτικῶς ὡς οὐδεὶς τῶν ἀμαθεστάτων

ῥητόρων, οἷς διὰ τὴν τῶν λόγων ἀπορίαν καὶ τὸ μὴ ἔχειν εὑρεῖν ἐκ τῶν

παρόντων ὅ, τι φῶσιν, ἡ Δῆλος ἐπέρχεται καὶ ἡ Λητὼ μετὰ τῶν παίδων, εἶτα

κύκνοι λιγυρὸν ᾄδοντες καὶ ἐπηχοῦντα αὐτοῖς τὰ δένδρα, λειμῶνές τε

ἔνδροσοι μαλακῆς πόας καὶ βαθείας πλήρεις, ἥ τε ἐκ τῶν ἀνθέων ὀδμὴ καὶ τὸ

ἔαρ αὐτὸ καί τινες εἰκόνες τοιαῦται. [B] ποῦ τοῦτο Ἰσοκράτης ἐν τοῖς

ἐγκωμιαστικοῖς ἐποίησε λόγοις; ποῦ δὲ τῶν παλαιῶν τις ἀνδρῶν, οἳ ταῖς

Μούσαις ἐτελοῦντο γνησίως, ἀλλ᾽ οὐχ ὥσπερ οἱ νῦν; ἀφίημι δὲ τὰ ἑξῆς, ἵνα

μὴ καὶ πρὸς τούτους ἀπεχθανόμενος ἅμα τοῖς τε φαυλοτάτοις τῶν Κυνικῶν καὶ

τῶν ῥητόρων προσκρούσαιμι· ὡς ἔμοιγε πρός τε τοὺς κρατίστους τῶν Κυνικῶν,

εἴ τις ἄρα ἔστι νῦν τοιοῦτος, καὶ πρὸς τοὺς γενναίους ῥήτοράς [C] ἐστι

φίλα(268) πάντα. τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ·

καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν

πίθου· τῆς προκειμένης ἡμῖν ἀσχολίας ἕνεκεν ἀφέξομαι. μικρὰ δὲ ἔτι τῷ λόγῳ

προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ᾽ [D] ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν

ξυγγραφὴν αὐτοῦ που πληρώσας.

(Thus then I was initiated by those guides, in the first place by a

philosopher who trained me in the preparatory discipline, and next by that

most perfect philosopher who revealed to me the entrance to philosophy;

and though I achieved but little on account of the engrossing affairs that

overwhelmed me from without, still for all that I have had the benefit of

right training, and have not travelled by the short road as you say you

have, but have gone all the way round. Though indeed I call the gods to

witness, I believe that the road I took was really a shorter road to

virtue than yours. For I, at any rate, if I may say so without bad taste,

am standing at the entrance, whereas you are a long way even from the

entrance. “But as for virtue, you and your brethren—,”(269) omit the ill‐

sounding phrase and fill in the blank yourself! Or rather if you please,

bear with me when I “put it mildly”(270)—“what part or lot have you in

it?” You criticise everybody, though you yourself do nothing to deserve

praise; your praises are in worse taste than those of the most ignorant

rhetoricians. They, because they have nothing to say and cannot invent

anything from the matter in hand, are always dragging in Delos and Leto

with her children, and then “swans singing their shrill song and the trees

that echo them,” and “dewy meadows full of soft, deep grass,” and the

“scent of flowers,” and “the season of spring,” and other figures of the

same sort.(271) When did Isocrates ever do this in his panegyrics? Or when

did anyone of those ancient writers who were genuine votaries of the

Muses, and not like the writers of to‐day? However, I omit what I might

add, lest I should make them also my enemies, and offend at once the most

worthless Cynics and the most worthless rhetoricians. Though indeed I have

nothing but friendly feelings for the really virtuous Cynics, if indeed

there be any such nowadays, and also for all honest rhetoricians. But

though a vast number of illustrations of this sort flow into my mind—for

anyone who desired to use them could certainly draw from an ample

jar(272)—I shall refrain because of the present pressure of business.

However I have still somewhat to add to my discourse, like the balance of

a debt, and before I turn to other matters let me complete this treatise.)

Τίς οὖν ἡ τῶν Πυθαγορικῶν εὐλάβεια περὶ τὰ τῶν θεῶν ὀνόματα, τίς δὲ ἡ

Πλάτωνος; ποταπὸς δὲ ἦν ἐν τούτοις Ἀριστοτέλης; ἆρ᾽ οὐκ ἄξιον αὐτὸ ἰδεῖν;

ἢ τὸν μὲν Σάμιον οὐδεὶς ἀντερεῖ τοιοῦτον γενέσθαι; καὶ γὰρ οὔτε τὸ ὀνόματα

θεῶν ἐν τῆς σφραγῖδι φορεῖν ἐπέτρεπεν οὔτε τὸ ὅρκῳ χρῆσθαι προπετῶς τοῖς

τῶν θεῶν ὀνόμασιν. εἰ δὲ νῦν λέγοιμι, [237] ὅτι καὶ εἰς Αἴγυπτον ἐπορεύθη

καὶ Πέρσας εἶδε καὶ πανταχοῦ πάντα ἐπειράθη τὰ μυστήρια τῶν θεῶν

ἐποπτεῦσαι καὶ τελεσθῆναι παντοίας πανταχοῦ τελετάς, ἐρῶ μὲν ἴσως ἄγνωστά

σοι, γνώριμα μέντοι καὶ σαφῆ τοῖς πολλοῖς. ἀλλὰ τοῦ Πλάτωνος ἄκουε· τὸ δ᾽

ἐμὸν δέος, ὦ Πρώταρχε, πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ᾽ ἄνθρωπον,

ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον,

ταύτῃ προσαγορεύω· [B] τὴν δ᾽ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον· ταῦτα ἐν

Φιλήβῳ λέγεται, καὶ τοιαῦτα ἕτερα πάλιν ἐν Τιμαίῳ· πιστεύειν γὰρ ἁπλῶς

ἀξιοῖ καὶ χωρὶς ἀποδείξεως λεγομένοις, ὅσα ὑπὲρ τῶν θεῶν φασιν οἱ ποιηταί.

ταῦτα δὲ παρέθηκα, μή ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν

Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν Πλατωνικὴν ἀτιμάσαι

δόξαν. ἐκεῖ γὰρ οὐχ [C] ὁ Σωκράτης, ἀλλ᾽ ὁ Τίμαιος ταῦτα λέγει ἥκιστα ὢν

εἴρων. καίτοι τοῦτό γέ ἐστιν οὐχ ὑγιὲς μὴ τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ τοὺς

λέγοντας, καὶ τὸ πρὸς τίνας οἱ λόγοι γίγνονται. βούλει δῆτα(273) τὸ μετὰ

τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα, τὸν τοῦ λογίου τύπον Ἑρμοῦ, τὸν τῷ

Ἀπόλλωνι καὶ ταῖς Μούσαις φίλον; ἐκεῖνος ἀξιοῖ τοὺς ἐπερωτῶντας ἢ ζητεῖν

ὅλως ἐπιχειροῦντας, εἰ θεοί εἰσιν, οὐχ ὡς ἀνθρώπους ἀποκρίσεως τυγχάνειν,

ἀλλ᾽ ὡς [D] τὰ θηρία κολάσεως. εἰ δὲ ἀνεγνώκεις τὸν συστατικὸν(274) αὐτοῦ

λόγον, ὃς ὥσπερ τῆς Πλάτωνος, οὕτω δὴ(275) καὶ τῆς ἐκείνου διατριβῆς

προυγέγραπτο, ἔγνως ἂν πρὸ πάντων, ὅτι τὰ πρὸς τοὺς θεοὺς εὐσεβεῖς εἶναι

καὶ μεμυῆσθαι πάντα τὰ μυστήρια καὶ τετελέσθαι τὰς ἁγιωτάτας τελετὰς καὶ

διὰ πάντων τῶν μαθημάτων ἦχθαι τοῖς εἴσω τοῦ περιπάτου βαδίζουσι

προηγόρευτο.(276)

(I ask you then what reverence for the names of the gods was shown by the

Pythagoreans and by Plato? What was Aristotle’s attitude in these matters?

Is it not worth while to pay attention to this? Or surely no one will deny

that he of Samos(277) was reverent? For he did not even allow the names of

the gods to be used on a seal, nor oaths to be rashly uttered in the names

of the gods. And if I should go on to say that he also travelled to Egypt

and visited Persia, and everywhere endeavoured to be admitted to the inner

mysteries of the gods and everywhere to be initiated into every kind of

rite, I shall be saying what is familiar and obvious to most people,

though you may not have heard of it. However, listen to what Plato says:

“But for my part, Protarchus, I feel a more than human awe, indeed a fear

beyond expression, of the names of the gods. Now therefore I will address

Aphrodite by whatever name pleases her best; though as for pleasure, I

know that it has many forms.” This is what he says in the Philebus(278)

and he says the same sort of thing again in the Timaeus.(279) For he says

that we ought to believe directly and without proof what we are told, I

mean what the poets say about the gods. And I have brought forward this

passage for fear that Socrates may furnish you with an excuse,—as I

believe he does to many Platonists because of his natural tendency to

irony,—to slight the doctrine of Plato. For it is not Socrates who is

speaking here, but Timaeus, who had not the least tendency to irony.

Though for that matter it is not a sound principle to enquire who says a

thing and to whom, rather than the actual words. But now will you allow me

to cite next that all‐wise Siren, the living image of Hermes the god of

eloquence, the man dear to Apollo and the Muses?(280) Well, he declares

that all who raise the question or seek to enquire at all whether gods

exist ought not to be answered as though they were men but to be chastised

as wild beasts. And if you had read that introductory sentence which was

inscribed over the entrance to his school, like Plato’s, you would most

surely know that those who entered the Lyceum were warned to be reverent

to the gods, to be initiated into all the mysteries, to take part in the

most sacred ceremonies, and to be instructed in knowledge of every kind.)

[238] Σὺ δὲ ὅπως ἡμῖν μὴ τὸν Διογένη προβαλὼν ὥσπερ τι μορμολυκεῖον

ἐκφοβήσεις.(281) οὐ γὰρ ἐμυήθη, φασίν, ἀλλὰ καὶ πρὸς τὸν προτρεπόμενον

μυηθῆναι, Γελοῖον, εἶπεν, ὦ νεανίσκε, εἰ τοὺς μὲν τελώνας οἴει ταύτης

ἕνεκα τῆς τελετῆς κοινωνήσειν τοῖς ὁσίοις τῶν ἐν ᾅδου καλῶν, Ἀγησίλαον δὲ

καὶ Ἐπαμεινώνδαν ἐν τῷ βορβόρῳ κείσεσθαι. τοῦτο, ὦ νεανίσκε, βαθὺ λίαν

ἐστὶ καὶ δεόμενον ἐξηγήσεως, [B] ὡς ἐμαυτὸν πείθω, μείζονος, ὁποίας(282)

ἡμῖν αὐταὶ δοῖεν αἱ θεαὶ τὴν ἐπίνοιαν; νομίζω δὲ αὐτὴν ἤδη καὶ δεδόσθαι.

φαίνεται γὰρ ὁ Διογένης οὐχ, ὥσπερ ὑμεῖς ἀξιοῦτε, δυσσεβής, ἀλλ᾽ ἐκείνοις,

ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, προσόμοιος. ἀπιδὼν γὰρ εἰς τὴν περίστασιν τὴν

καταλαβοῦσαν αὐτόν, εἶτα εἰς τὰς ἐντολὰς βλέπων τοῦ Πυθίου καὶ

συνιεὶς(283) ὅτι τὸν μυούμενον ἐχρῆν πολιτογραφηθῆναι πρότερον καὶ

Ἀθηναῖον, [C] εἰ καὶ μὴ φύσει, τῷ νόμῳ γε γενέσθαι, τοῦτο ἔφυγεν, οὐ τὸ

μυηθῆναι, νομίζων αὑτὸν εἶναι τοῦ κόσμου πολίτην, καὶ ταῖς ὅλαις τῶν θεῶν

οὐσίαις, αἳ τὸν ὅλον κοινῇ κόσμον ἐπιτροπεύουσιν, ἀλλ᾽ οὐ ταῖς τὰ μέρη

κατανειμαμέναις αὐτοῦ, διὰ μεγαλοφροσύνην ἀξιῶν συμπολιτεύεσθαι· τό τε

νόμιμον οὐ παρέβη αἰδοῖ τῶν θεῶν, καίτοι τἆλλα πατῶν καὶ παραχαράττων·

αὑτόν [D] τε οὐκ ἐπανήγαγεν, ὄθεν ἄσμενος ἠλευθέρωτο. τί δ᾽ ἦν τοῦτο; τὸ

πόλεως μιᾶς δουλεῦσαι νόμοις ἑαυτόν τε ὑποθεῖναι τούτῳ, ὅπερ ἦν ἀνάγκη

παθεῖν Ἀθηναίῳ γενομένῳ. πῶς γὰρ οὐκ ἔμελλεν ὁ τῶν θεῶν ἕνεκεν εἰς

Ὀλυμπίαν βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης· φησὶ

γὰρ καὶ αὐτὸς εἶναι Πύθιον οἴκοι παρ᾽ ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴ πρὸς

φιλοσοφίαν ἐγένετο· [239] παριέναι τῶν ἀνακτόρων εἴσω καὶ μάλα ἀσμένως, εἰ

μὴ τοῦτο ἐξέκλινε τὸ ὑποθεῖναι νόμοις ἑαυτὸν καὶ δοῦλον ἀποφῆναι

πολιτείας; ἀλλὰ διὰ τί μὴ ταύτην αὐτὴν εἶπε τὴν αἰτίαν, ἐκ τῶν ἐναντίων δὲ

τὴν παραιρουμένην οὐ σμικρὰ τῆς τῶν μυστηρίων σεμνότητος; ἴσως μὲν ἄν τις

τὰ τοιαῦτα καὶ Πυθαγόρᾳ μάλιστα ἐπισκήψειεν, οὐκ ὀρθῶς λογιζόμενος. οὔτε

γὰρ ῥητέον πάντα ἐστίν, αὐτῶν τε οἶμαι τούτων, ὧν θέμις φάναι, ἔνια πρὸς

τοὺς πολλοὺς σιωπητέον εἶναί μοι φαίνεται. [B] φανερὰ δὲ ὅμως ἐστὶ καὶ

τούτων ἡ αἰτία. κατανοήσας γὰρ ἀμελοῦντα μὲν τῆς περὶ τὸν βίον ὀρθότητος,

ἐπὶ δὲ τῷ μεμυῆσθαι μέγα φρονοῦντα(284) τὸν παραινοῦντα αὐτῷ τοιαῦτα,

σωφρονίζων ἅμα καὶ διδάσκων αὐτόν, ὅτι τοῖς(285) μέν, οἷς ἀξίως τοῦ

μυηθῆναι βεβίωται, καὶ μὴ μυηθεῖσιν οἱ θεοὶ [C] τὰς ἀμοιβὰς ἀκεραίους

φυλάττουσι, τοῖς δὲ μοχθηροῖς οὐδέν ἐστι πλέον, κἂν εἴσω τῶν ἱερῶν

εἰσφρήσωσι περιβόλων. ἢ γὰρ οὐ ταῦτα καὶ ὁ ἱεροφάντης προαγορεύει, ὅστις

χεῖρα μὴ καθαρὸς καὶ ὅντινα μὴ χρή, τούτοις ἀπαγορεύων μὴ μυεῖσθαι;

(And do not try to frighten me by bringing forward Diogenes as a sort of

bogey. He was never initiated, they tell us, and replied to some one who

once advised him to be initiated: “It is absurd of you, my young friend,

to think that any tax‐gatherer, if only he be initiated, can share in the

rewards of the just in the next world, while Agesilaus and Epameinondas

are doomed to lie in the mire.”(286) Now this, my young friend, is a very

hard saying and, I am persuaded, calls for more profound discussion. May

the goddesses themselves grant us understanding thereof! Though indeed I

think that has already been bestowed by them. For it is evident that

Diogenes was not impious, as you aver, but resembled those philosophers

whom I mentioned a moment ago. For having regard to the circumstances in

which his lot was cast, and next paying heed to the commands of the

Pythian god, and knowing that the candidate for initiation must first be

registered as an Athenian citizen, and if he be not an Athenian by birth

must first become one by law, it was this he avoided, not initiation,

because he considered that he was a citizen of the world; and moreover

such was the greatness of his soul that he thought he ought to associate

himself with the divine nature of all the gods who in common govern the

whole universe, and not only with those whose functions are limited to

certain portions of it. And out of reverence for the gods he did not

transgress their laws, though he trampled on all other opinions and tried

to give a new stamp to the common currency. And he did not return to that

servitude from which he had joyfully been released. What servitude do I

mean? I mean that he would not enslave himself to the laws of a single

city and submit himself to all that must needs befall one who had become

an Athenian citizen. For is it likely that a man who in order to honour

the gods journeyed to Olympia, and like Socrates embraced philosophy in

obedience to the Pythian oracle,—for he says himself that at home and in

private he received the commands of that oracle and hence came his impulse

to philosophy(287)—is it likely I say that such a man would not very

gladly have entered the temples of the gods but for the fact that he was

trying to avoid submitting himself to any set of laws and making himself

the slave of any one constitution? But why, you will say, did he not

assign this reason, but on the contrary a reason that detracted not a

little from the dignity of the Mysteries? Perhaps one might bring this

same reproach against Pythagoras as well, but the reasoning would be

incorrect. For everything ought not to be told, nay more, even of those

things that we are permitted to declare, some, it seems to me, we ought to

refrain from uttering to the vulgar crowd.(288) However the explanation in

this case is obvious. For since he perceived that the man who exhorted him

to be initiated neglected to regulate his own life aright, though he

prided himself on having been initiated, Diogenes wished at the same time

to reform his morals and to teach him that the gods reserve their rewards

without stint for those whose lives have earned them the right to be

initiated, even though they have not gone through the ceremony, whereas

the wicked gain nothing by penetrating within the sacred precincts. For

this is what the hierophant proclaims, when he refuses the rite of

initiation to him “whose hands are not pure or who for any reason ought

not!(289)”)

Τί πέρας ἡμῖν ἔσται τῶν λόγων, εἰ ταῦτα μήπω σε πείθει;

(But where would this discourse end if you are still unconvinced by what I

have said?)

ORATION VIII

Introduction to Oration VIII

The Eighth Oration is a “speech of consolation” (παραμυθητικὸς λόγος), a

familiar type of Sophistic composition. In consequence of the attacks on

Sallust by sycophants at court, and moreover jealous of his friendship

with Julian, Constantius ordered him to leave Gaul. In this discourse,

which was written before the open rupture with Constantius, Julian alludes

only once and respectfully to his cousin. But Asmus thinks he can detect

in it a general resemblance to the Thirteenth Oration of Dio Chrysostom,

where Dio tries to comfort himself for his banishment by the tyrant

Domitian, and that Sallust was expected to appreciate this and the veiled

attack on Constantius. Julian addresses the discourse to himself, but it

was no doubt sent to Sallust.

After Julian’s accession Sallust was made prefect in 362 and consul in

363. He was the author of a manifesto of Neo‐Platonism, the treatise _On

the Gods and the World_, and to him was dedicated Julian’s Fourth

Oration.(290)

ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ

(Julian, Emperor)

[240] ΕΠΙ ΤΗΙ ΕΞΟΔΩΙ ΤΟΥ ΑΓΑΘΩΤΑΤΟΥ ΣΑΛΟΥΣΤΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΕΙΣ ΕΑΥΤΟΝ

(A Consolation to Himself Upon The Departure of the Excellent Sallust)

The Works of the Emperor Julian, Vol. 2 · 第 8 / 29 段