τοῦτο μὲν ἐν βροτέων μελέων ἀριδείκετον ὄγκῳ. 335

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα

γυῖα τὰ σῶμα λέλογχε βίου θαλέθουσιν ἐν ἄκμῃ·

250 ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ ἐρίδεσσι

πλάζεται ἄνδιχ’ ἕκαστα παρὰ ῥηγμῖνι βίοιο.

ὡς δ’ αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις 340

θηρσί τ’ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοισι κύμβαις.

αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων, 235

255 ταῦτά τε συμπίπτεσκον ὅπη συνέκυρσεν ἕκαστα,

ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο.

πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερν’ ἐφύοντο,

βουγενῆ ἀνδρόπρωρα, τὰ δ’ ἔμπαλιν ἐξανέτελλον 239

ἀνδροφυῆ βούκρανα, μεμιγμένα τῇ μὲν ἀπ’ ἀνδρῶν,

260 τῇ δὲ γυναικοφυῆ, στεῖροις ἠσκημένα γυίοις.

εἱλίποδ’ ἀκριτόχειρα. 242

νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν 248

ἐμμυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ,

τῶνδε κλύ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων.

265 οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον,

ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες,

τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἵκεσθαι,

οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας,

οὔτ’ ἐνοπὴν οἷόν τ’ ἐπιχώριον ἀνδράσι γυῖον. 255

270 ἀλλὰ διέσπασται μελέων φύσις· ἡ μὲν ἐν ἀνδρὸς 257

ἡ δὲ γυναικὸς ἐν....

τῷ δ’ ἐπὶ καὶ πόθος ἦλθε δι’ ὄψιος ἀμμιχθέντι. 256

ἐν δ’ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες 259

ψύχεος ἀντιάσαντα.

275 λιμένας σχιστοὺς Ἀφροδίτης. 261

ἐν γὰρ θερμοτέρῳ τοκὰς ἄρρενος ἔπλετο γαστήρ, 262

καὶ μέλανες διὰ τοῦτο καὶ ἰνωδέστεροι ἄνδρες

καὶ λαχνήεντες μᾶλλον.

ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε. 265

280 μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν. 266

γνοὺς ὅτι πάντων εἰσίν ἀπορροαὶ ὅσσ’ ἐγένοντο. 267

ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ’ ἐπὶ πικρὸν ὄρουσεν, 268

ὀξὺ δ’ ἐπ’ ὀξὺ ἔβη, δαλερὸν δαλερῷ ἐπόχευεν.

οἴνῳ ὕδωρ μᾶλλον μὲν ἐνάρθμιον, αὐτὰρ ἐλαίῳ 272

285 οὐκ ἐθέλει.

βύσσῳ δὲ γλαυκῇ κόκκου καταμίσγεται (ἄνθος) 274

ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι 275

σαρκῶν σύρρυγγες πύματον κατὰ σῶμα τέτανται,

καί σφιν ἐπὶ στομίοις πύκναις τέτρηνται ἄλοξιν

290 ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μὲν

κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι.

ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα, 280

αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ,

εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει· ὥσπερ ὅταν παῖς,

295 κλεψύδρην παίζουσα διιπετέος χαλκοῖο,

εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα

εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο, 285

οὐ τότ’ ἐς ἄγγοσδ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει

αἰθέρος ὄγχος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνὰ,

300 εἰς ὅ κ’ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα

πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ.

ὣς δ’ αὔτως ὅθ’ ὕδωρ μὲν ἔχει κάτα βένθεα χαλκοῦ 300

πορθμοῦ χωσθέντος βροτέῳ χροὶ ἠδὲ πόροιο,

αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει

305 ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων,

εἰς ὅ κε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν,

πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ. 295

ὣς δ’ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων

ὁππότε μὲν παλίνορσον ἀπαΐξειε μυχόνδε,

310 αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον,

εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει ἶσον ὀπίσσω.

κέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν. 300

ὧδε μὲν οὖν πνοίης τε λελόγχασι πάντα καὶ ὀσμῶν. 301

315 σάρκινον ὄζον.

ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον

χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο

ἅψας, παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς,

οἵτ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων, 305

320 φῶς δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἤεν,

λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν·

ὣς δὲ τότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ

λεπτῇς εἰν ὀθόνῃσι λοχάζετο κύκλοπα κούρην·

αἱ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφινάοντος, 310

325 πῦρ δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἤεν...

(ὀφθαλμῶν) μία γίγνεται ἀμφοτέρων ὄψ. 311

αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, 315

τῇ τε νόημα μάλιστα κυκλίσκεται ἀνθρώποισιν·

αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα.

330 πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν. 318

ὅσσον τ’ ἀλλοῖοι μετέφυν, τόσον ἂρ σφίσιν αἰεὶ 319

καὶ φρονέειν ἀλλοῖα παρίστατο.

γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, 321

αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,

335 στοργῇ δὲ στοργὴν, νεῖκος δέ τε νείκεϊ λυγρῷ.

ἐκ τούτων γὰρ πάντα πεπήγασιν ἁρμοσθέντα

καὶ τούτοις φρονέουσι καὶ ἥδοντ’ ἠδὲ ἀνιῶνται.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΤΡΙΤΟΣ.

Εἰ γὰρ ἐφημερίων ἕνεκέν τί σοι, ἄμβροτε Μοῦσα,

ἡμετέρης ἔμελεν μελέτης διὰ φροντίδας ἐλθεῖν,

340 εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια,

ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.

ὄλβιος ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, 354

δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.

οὐκ ἔστιν πελάσασθ’ οὐδ’ ὀφθαλμοῖσιν ἐφικτὸν 356

345 ἡμετέροις ἢ χερσὶ λαβεῖν, ἥπερ τε μεγίστη

πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.

οὐ μὲν γὰρ βροτέῃ κεφαλῇ κατὰ γυῖα κέκασται,

οὐ μὲν ἀπαὶ νώτοιο δύο κλάδοι ἀίσσονται, 360

οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα,

350 ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον,

φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῇσιν.

ΚΑΘΑΡΜΟΙ

Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ζαθέου Ἀκράγαντος 389

ναίετ’ ἀν’ ἄκρα πόλευς, ἀγαθῶν μελεδήμονες ἔργων,

ξείνων αἰδοίων λιμένες, κακότητος ἄπειροι,

355 χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς,

πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικε,

ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις.

τοῖσιν ἅμ’ εὖτ’ ἂν ἵκωμαι ἐς ἄστεα τηλεθόωντα, 395

ἀνδράσιν ἠδὲ γυναιξὶ σεβίζομαι· οἱ δ’ ἅμ’ ἕπονται

360 μυρίοι, ἐξερέοντες ὅπη πρὸς κέρδος ἀταρπός,

οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων,

δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι ἀμφ’ ὀδύνῃσι,

παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν. 400

ἀλλὰ τί τοῖσδ’ ἐπίκειμ’, ὡσεὶ μέγα χρῆμά τι πράσσων,

365 εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;

ὦ φίλοι, οἶδα μὲν οὖν ὅτ’ ἀληθείη παρὰ μύθοις, 407

οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη γε τέτυκται

ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὅρμη.

ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, 1

370 ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις.

εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ 3

αἵματος ἢ ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ

δαίμων, οἵτε μακραίωνος λελάχασι βιοῖο, 4

τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι,

375 φυόμενον παντοῖα διὰ χρόνου εἴδεα θνητῶν, 6

ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.

αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, 16

πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς

ἠελίου ἀκάμαντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις.

380 ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.

τῶν καὶ ἐγὼ νῦν εἰμὶ, φυγὰς θέοθεν καὶ ἀλήτης, 7

νείκει μαινομένῳ πίσυνος.

ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε 380

θάμνος τ’ οἰωνός τε καὶ εἰν ἅλι ἔλλοπος ἰχθύς.

385 κλαῦσά τε καὶ κώκυσα, ἰδὼν ἀσυνήθεα χῶρον, 13

ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν 21

αὐχμηραί τε νόσοι καὶ σήψιες ἔργα τε ῥευστά.

Ἀτῆς ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν. 23

αἰῶνος ἀμερθείς.

390 ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου 11

ὧδε πεσὼν κατὰ γαῖαν ἀναστρέφομαι μετὰ θνητοῖς.

ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον. 31

ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, 24

Δῆρις θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,

395 Καλλιστώ τ’ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε,

Νημερτής τ’ ἐρόεσσα μελάγκουρός τ’ Ἀσάφεια,

Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις

Κινώ τ’ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστὼ

†καὶ Φορύη, Σιωπή τε καὶ Ὀμφαίη.†

400 ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον, 14

τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.

σαρκῶν αἰολόχρωτι περιστέλλουσα χιτῶνι. 379

ἀμφιβρότην χθόνα.

ἐκ μὲν γὰρ ζώων ἐτίθει νεκροείδε’ ἀμείβων. 378

405 οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς, 368

οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,

ἀλλὰ Κύπρις βασίλεια. 370

τὴν οἵγ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο

γραπτοῖς τε ζῴοισι μύριοισί τε δαιδαλεόδμοις

410 σμύρνης τε ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,

ξουθῶν τε σπονδὰς μελιτῶν ῥιπτοῦντες ἐς οὖδας,

ταύρων δ’ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός. 375

ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,

θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἠέα γυῖα.

415 ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιούσια εἰδὼς 440

παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων, 442

ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον. 441

ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν,

ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον,

420 καί τε δέκ’ ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν.... 445

ἦσαν γὰρ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, 364

φῆρές τ’ οἰωνοί τε, φιλοφροσύνῃ τε δεδήει,

δένδρεα δ’ ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τεθήλει,

καρπῶν ἀφθονίῃσι κατήορα πάντ’ ἐνιαυτόν.

425 οὐ πέλεται τοῖς μὲν θεμιτὸν τόδε, τοῖς δ’ ἀθέμιστον, 403

ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ’ εὐρυμέδοντος

αἰθέρος ἠνεκέως τέταται διά τ’ ἀπλέτου αὐγῆς.

οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε 416

ἀλλήλους δάπτοντες ἀκηδείῃσι νόοιο;

430 μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας 410

σφάζει ἐπευχόμενος, μέγα νήπιος· οἱ δὲ φορεῦνται

λισσόμενοι θύοντος· ὁ δ’ ἂρ νήκουστος ὁμοκλέων

σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα.

ὣς δ’ αὔτως πατέρ’ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες

435 θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν.

οἴμοι ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, 9

πρὶν σχέτλ’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι.

ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι 382

γίγνονται, δάφναι δ’ ἐνὶ δένδρεσσιν ἠυκόμοισιν.

440 δαφναίων φύλλων ἀπὸ πάμπαν ἔχεσθαι. 419

δειλοί, πανδειλοί, κυάμων ἄπο χεῖρας ἔχεσθαι. 418

κρηνάων ἄπο πέντε ταμὼν ἐν ἀτειρέι χαλκῷ 422

χεῖρας ἀπόρρυψαι.

νηστεῦσαι κακότητος. 406

445 τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν 420

οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν.

εἰς δὲ τελὸς μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ 384

καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται,

ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι,

450 ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι,

εὔνιες ἀνδρείων ἀχέων, ἀπόκηροι, ἀτειρεῖς.

_Sources and Critical Notes._

1. Diog. Laer. viii. 60. 2-10. Sext. Emp. _Math._ vii. 123-124. 3. Prokl.

on _Tim._ p. 175. 5. Plut. _Mor._ 360 C. 6. Diog. Laer. ix. 73; 8-9 a.

Plut. _Mor._ 17 E.

3. MSS. δειλεμπέα, corr. Emperius. Prokl. δειν’ ἔπεα, 4.

MSS. ζωῆσι βίου, corr. Scaliger. _CFR_ ἀθροίσαντος. 7 MSS.

ἐλαυνόμενοι, τὸ δ’ ὅλον εὔχεται, corr. Stein. 9. Bergk adds δ’

after σὺ. 10. MSS. πλεῖόν γε, Karsten πλέον’ ἠὲ, Stein πλέον:

MSS. ὄρωρεν, corr. Panzerbieter.

11-23. Sext. Emp. _Math._ vii. 125. 16-17. Clem. Al. _Strom._ p. 682. 18.

Prokl. _Tim._ 106; Plut. _Mor._ 93 B.

12. MSS. ὀχεύσατε, corr. Steph. 16. MSS. σέ, Stein μέ. 17.

Sext. MSS. ἐφωθοείης, corr. Steph. Clem. confirms correction.

18. MSS. Θοάζει, Plut. θαμίζειν, corr. Hermann. 19. MSS. ἀλλὰ

γὰρ ἄθρει πᾶς, corr. Bergk. 20. Bergk τι ... πιστήν, Gomperz,

ὄψει ἔχων πίστιν πλέον’. 22. MSS. ὁπόση, corr. Stein. 23. MSS.

θ’, Karsten δ’.

24-32. Diog. Laer. viii. 59 from Satyros; Suidas under ἄπνους; Eudocia,

p. 170; Tzetzes, _Chil._ ii. 906 f.; Iriarte, _Catal. Matrit._ p. 450.

26-28. Clem. Al. _Strom._ p. 754.

27. Clem. Θνητοῖσι; Clem., Diog. Laer. Vin. MS., Tzt. ἀρούρας.

Elsewhere ἄρουραν. 28. Clem. εὖτ’, others ἤν κ’. Diog., Clem.

παλίντιτα, corr. Stein. 29. Tzt. στήσεις, Suidas στήσει. 30.

Tzt. στήσεις. 31. Diog. τὰ δ’ ἐν θέρει ἀήσαντα, Hermann τά τ’

αἰθέρι αἰθύσσονται, corr. Stein.

33-35. Sext. Emp. _Math._ ix. 362, and x. 315; Plut. _Mor._ 878 A (Eus.

_Pr. Evang._ xiv. p. 749); Probus on Verg. _Ecl._ vi. 31; Hipp. _Ref.

haer._ 246; Stob. _Ecl._ i. 10, p. 287. 34-35. Athenag. _Legatio_, p. 22;

Diog. Laer. viii. 76; Herakl. _Alleg. Hom._ 443 G. Clem. Al. _Strom._ p.

746 joins 33, 78, and 104.

33. τῶν, Sext. γὰρ, Prob. δὴ. Last word Prob. ἐᾶσιν. 34. Plut.

Ζεὺς αἰθὴρ. 35. Diog. Laer. ἐπιπικροῖ ὄμμα βρότειον, Prob. γε

πικροῖς νωμα (νωμᾷ?) βρότειον γένος.

36-39. Plut. _Mor._ 1111 F, 885 D. 36 b, 38. Arist. _Gen. Corr._ I. 1;

314 b 7; _Meta._ iv. 4; 1015 a 1. 38, 39. Arist. _de X. Z. G._ c. 2 975 b

7.

36. Plut. _de placit._ οὐδὲν, _adv. Colot._ ἑκάστου. Ar.

_Meta._ ἐόντων. 37. Plut. _adv. Col._ οὐλομένη θ. γενέθλη. 39.

Plut. _de placit._ φύσις δὲ βροτοῖς.

40-44, Plut. _Colot._ 1113 C. 44. Plut. _Mor._ 820 F.

40. MSS. ὅτε μὲν ... φῶς αἰθέρι, Mul. ὅ τι κεν, Panz. αἰθέρος

κῃ. 42. MSS. τὸν γενέσθαι, Reiske τὸ λέγουσι γεν., Karst.

δοκέουσι γεν. 43. MSS. ἀποκριθῶσι, corr. Ritschl. 44. MSS.

εἶναι καλέουσι· ὅμως. Plut. Mor. 820 F gives the line as in the

text. Duebner suggests εἰκαίως for εἶναι here.

45-47. Plut. _Colot._ 1113 C.

47. MS. ἤτοι, corr. Reiske. MS. πάντη, corr. Steph.

48-50. Arist. _de X. Z. G._ 2; 975 a 36. 48-49. Philo, _de incorr. mundi_

p. 488.

48. Vulg. ἔκ τε μὴ, Cd. Lps. Syl. ἐκ τοῦ μὴ, Philo ἐκ τοῦ γὰρ

οὐδαμῆ. 49. MS. τό τε ὂν, Stein καί τ’ ἐὸν. Arist. ἄπρηκτον,

Philo ἄπαυστον. Text from Diels, _Hermes_ xv. p. 161. 50. MS.

θήσεσθαι, corr. Karst.

51-54. Plut. _Colot._ 1113 D.

53. MSS. εἰσὶ καί σφι, corr. Karst. MSS. δεινα, corr. Bergk.

55-57. Clem. Al. _Strom._ 656. 56-57. Theod. _Serm._ 476 Sch.

56. Theod. ὧδε γὰρ.

58-59. Plut. _de orac. def._ 418 C. Arranged in verse by Xylander. MSS.

μήτε λέγειν corr. Knatz, _Empedoclea_, p. 7.

60. Plut. _non pos. suav. viv._ 1103 F δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι,

Schol. Plat. _Gorg._ 124 Ruhnk. δὶς καὶ τρὶς τὸ καλὸν ... Ἐμπεδ. τὸ ἔπος

“καὶ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἐνίσπειν.” Text from Sturz.

61-73. Simpl. in Arist. _Phys._ 34 r 158, 1 sq. 66-68. Tzetzes, _Hom._

58 Sch. 67-73. Simpl. _de caelo_ Peyr. p. 47 sq. 67-68. Simpl. _Phys._ 6

v 25, 29, and 310 r. Diog. Laer. viii. 76; Stob. _Ecl._ i. 11, p. 290;

_vit. Hom._ p. 327 Gal. 69-73. Arist. _Phys._ viii. 1; 250 b 30.

61. Karst. supplies πείρατα μύθων from v. 75. 62. Cf. 104. 65.

_E_ δρυφθεῖσα, MS. δρεπτή. 66-67. Cf. 116-117. 68. Simpl. 158,

8 δίχα πάντα. Elsewhere as in text. 69. Om. Simpl. 158 b 1. 73.

MSS. ἀκίνητοι corr. Bergk.

74-95. Simpl. _Phys._ 34 r 158, 13 sq. following the preceding without

break. 74. Stob. _Ecl._ App. 34 Gais.; cf. Clem. Al. _Strom._ 697. 77-80.

Simpl. _Phys._ 6 v 26, 1; Sext. Emp. _Math._ ix. 10. 78. Plut. _de

adult._ p. 63 D; Clem. Al. _Strom._ 746 (with v. 33). 79-80. Sext. Emp.

_Math._ x. 317. 79. Plut. _Mor._ 952 B. 80-81. Plut. _Amat._ 756 D. 81.

Clem. Al. _Strom._ 653; Simpl. _Phys._ 41 r 188, 26. 91. Cf. Stob. _Ecl._

i. 18; _Placit._ i. 18 and Theod. iv. 529 C (_Dox._ 316); Galen, _Hist.

phil._ 10. 92. Arist. _X. Z. G._ 975 b 10. Simpl. omits 91.

74. Simpl. μέθη, corr. Bergk from Stob. and Clem. 78. Sext.

ἤπιον, Clem. αἰθέρος, Plut. αἰθέρος ἤπιον. 79. Simpl. ἕκαστον,

Sext. ἁπάντῃ, corr. Panz. 80. Plut. ἐν τοῖς, Sext. φιλίη

... ἴσον. 81. Simpl. a_F_ σὺν νῷ; cf. Plut. 82. Simpl. _F_

φυτοῖσιν: Bergk, Karst. ἐνίζεται. 83. Simpl. _DE_ καὶ ἄρθμια,

_F_ καὶ ἄρ’ ὅμοια. 85. Simpl. μετ’ ὄσοισιν, Panz. μεθ’ ὅλοισιν,

Prel. γ’ ὄσσοισιν. I have suggested μετὰ τοῖσιν. 89. Simpl.

καὶ πρὸς τοῖς οὔτ’ ἄρτι. Cf. 159, 8 μηδὲν ἐπιγίνεσθαι μηδ’

ἀπολήγειν, corr. Stein. 93. Simpl. _DE_a κε καὶ κήρυξ, _F_

omits κε, corr. Stein (notes). 95. _D_ γίνονται. MS. ἄλλοτε,

corr. Stein. _DE_ καὶ ἠνεκὲς (cf. Hesych.), a_F_ διηνεκὲς.

96-109. Simpl. _Phys._ 34 r 159, 13. 98-107. Simpl. _Phys._ 7 v 33, 8, 98

and 100. Arist. _Gen. Corr._ i. 1, 314 b 19; Philopon. Comment. on this

passage; Plut. _de prim. frig._ 249 F; Galen, vol. xiii. p. 31 Chart.

104-107ᵃ. Arist. _Meta._ ii. 4; 1000 a 29.

98. Arist. Philopon. λευκὸν ... θερμὸν, Simpl. Galen θερμὸν ...

λαμπρὸν: Simpl. Arist. ὁρᾶν, Plut. Aristot. ὅρα, Simpl. _F_

ὁρᾷ. 99. Simpl. ἔδεται or ἐδειτο: Stein ὅσσα πέλει, Diels ὅσσα

θέει τε. 100. Some MSS. Arist. and Plut. ζοφόεντα. 101. Simpl.

θέλημα, a θελίμνα, corr. Sturz: Simpl. 33, 11 στερέωμα. 102.

Simpl. 159, 19 πέλοντα. 104. Simpl. 159, 21 _D_ παντὸς ἄτην, a

_F_ πάντ’ ἠν: Arist. _Met._ ἐξ ὧν πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἐσθ’

ὅσα τ’ ἔσται ὀπίσσω. 105. Simpl. 133, 15 δένδρα τε βεβλάστηκε.

108. _ED_ τογον, Diels τό γ’ ὄν? _Hermes_ xv. 163 τόσον: _E_

διάκρασις, _D_ διάκρισις. Sturz. διάπτυξις from Simpl. 34 v.

161, 20. Platt διὰ Κύπρις ἀμείβει _Journ. Philol._ 48, p. 246.

I bracket 108-109 as another form of 94-95.

[αὐτὰ γάρ ἐστι ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα

109 γίνεται ἀλλοιωπά. †τογον διὰ κρᾶσις ἀμείβει.] 137

110-111. Hippol. _Ref. haer._ 247 Mill.

110. MS. εἰ γὰρ ... ἔσται οὐδέπω τοίω, corr. Schneid. _Phil._

vi. 160. 111. MS. κενώσεται ἄσβεστος, corr. Mill.

112-118. Simpl. _Phys._ 8 r 33, 19.

114. MS. ἐστι, corr. Panz. 115. MS. κηρῶν, Stz. θηρῶν, Bergk

θνητῶν. 118. _E_ ἑν, _D_ ὁν, _F_ ὂν, _A_ ἂν, Text _Hermes_ xv.

163.

Lines 114-115 are bracketed as a duplication of 94-95, and

accordingly 112-113 are inserted before 94-95, where 113

corresponds excellently with 93; 116-117 are bracketed as

another form of 67-68 (cf. 248), and accordingly 118 finds

its proper place after 68. Cf. “Repetitions in Empedokles,”

_Classical Review_, Jan. 1898.

114 [αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα 140

115 γίνοντ’ ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα κηρῶν,

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον,

ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει,

εἰς ὅ κεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.]

119-129. Simpl. _Phys._ 34 r 160, 1.

120. _DEF_ ἄμφω: _F_ δεδαωτες. 122. MSS. ἁρμονίη: _D_ μίξαντες,

a μόξαν τε. 123. a_F_ πασ’ ἐναλίγκια. 124. _D_ κτίζοντες ...

ἀνέρες. 127. _F_ οὕτω μὴν ἁπάτη; a ὡς νύ κεν: Bergk φρένας:

καινύτω (Hesych. νικάτω) corr. Blass for MSS. καί νύ τῳ. 128.

MSS. γεγάασιν ἄσπετα, corr. Bergk.

130-133. Clem. Al. _Strom._ 674.

130. εἰ δ’ ἄγε τοι λέξω, Pott. εἰ δ’ ἄγε τοι μὲν ἐγὼ. 131.

Gomperz, _Hermes_ xxxi, 469 ἐσορῶμεν ἅπαντα.

134. Simpl. _Phys._ 258 r καὶ θεὸν ἐπονομάζει καὶ οὐδετέρως ποτὲ καλεῖ

σφαῖρον ἔην. Cf. v. 138.

135-138. Simpl. _Phys._ 272 v. 135-136. Plut. _de fac. in lun._ 926 E.

138. Simpl. _de caelo_, Peyr. 47; M. Antonin. xii. 3; Stob. _Ecl. Phys._

i. 15, 354; Achilles (Tatius) IN ARAT. 77 Pet. and frag. Schol. p. 96;

Prokl. in _Tim._ 160.

135. Simpl. διείδεται ὠκέα γυῖα, Plut. δεδίττεται, corr. Karst.

136. Plut. MS. γένος, Bergk μένος. 137. MS. κρυφῷ or κρύφα,

Karst. κρύφῳ, Stein κύτει. 138. Simpl. _Phys._ μονιὴ περιγηθέι

αἰών, Text from Simpl. _de caelo._ Stob. Tatius χαίρων. Schol.

in Arat. κυκλοτερεῖ μανίᾳ.

[δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας

125 θῆράς τ’ οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς 160

καί τε θεοὺς δολιχαίωνας τιμῇσι φερίστους.]

139-141. Arist. _Meta._ ii. 4; 1000 b 13; Simpl. _Phys._ 272 b.

139. Arist. ἀλλ’ ὅτε δὴ, Simpl. αὐτὰρ ἐπεὶ. 141. Simpl. ὃ:

Arist. E παρελήλατο.

142. Simpl. _Phys._ 272 v. associated with v. 135.

143-144. Plut. _de fac. lun._ 926 F.

143. Sturz ends the line ἔθηκεν with object Νεῖκος. 144. MSS.

ἄκρατοι καὶ ἄστοργοι, corr. Stein.

145. Arist. _Gen. et Corr._ i. 8; 325 b 22.

146-148. Arist. _de X. Z. G._ 2; 976 a 35; _de coelo_ ii. 113; 294 a 25;

and Simpl. on this passage. 147-148. Clem. Al. _Strom._ 817.

147. Arist. _X. Z. G._ βροτέων, _de coelo_, Clem. γλώσσης:

Clem. ἐλθόντα. 148. Clem. εἰδότων.

149. Plut. _de fac. lun._ 920 C.

MS. ὀξυμελὴς, Xylander ὀξυβελὴς: MS. ἠδὲ λάινα, corr. G.

Dindorf. Cf. Hesych. ἱλάειρα; Preller λάιν’ ἠδὲ.

150. Macrob. _Saturn._ i. 17; _Etym. Mag._, Orion _Etym._, Suidas, under

ἥλιος; Cramer, _Anec._ ii. 444.

Macrob. οὕνεκ’ ἀναλισθείς, Suid. Cram. ἀλεῖσθαι; _Et. M._ μέσον.

151. Plut. _Pyth. or._ 400 B; Galen, _de us. part._ iii. 3.

Plut. ἀνταυγεῖν, Galen ἀνταυγέω.

152. Simpl. _Phys._ 74 v; 331, 7.

a _DF_ ψύχε, _E_ τύχε: MSS. γαίης, Stein αὐγῆς.

153. Plut. _de fac. lun._ 929 E.

153a. Diels, _Hermes_ xv. 175, constructs the following line

from Philo ed. Aucher, p. 92:

καὶ μέγαν, αὐτίκ’ ἀνῆλθε, θέουσ’ ὡς οὐρανὸν ἵκοι.

154. Achill. Tat. _Introd. in Arat._ c. 16 p. 77 Pet. 155. Plut. _de fac.

orb. lun._ 925.

155. Plut. (σελήνη) περιφερομένη πλήσιον, ἅρματος ὥσπερ ἴχνος

ἀνελίσσεται ἥτε περὶ ἄκραν.

156. Bekk. _Anecd._ i. 337.

157-159. Plut. _de fac. lun._ 929 C.

157. MS. ἀπεσκεύασε, Xyl. ἀπεσκέδασεν, Bergk ἀπεσκίασεν. 158.

MS. ἔστε γαία, Xyl. ἐς γαῖαν: Stein ἱσταμένη or εἰς αἴθρην: MS.

ἀπεσκνίφωσε, corr. Karst. 159. γλαυκώπιδος, cf. Plut. _de fac.

lun._ 934 D (Diels, _Hermes_ xv. 176).

160. Plut. _Quaest. Plat._ 1006 F.

161. Plut. _Quaest. conv._ 720 E.

MS. ἀγλαώπιδος, corr. Xyl. Cf. Hesych. ἀλαῶπιν· ... οὐ

βλέπουσαν.

162. Prokl. on _Tim._ iii. 141.

MS. οὔδεος, Sturz writes ὕδεος from following. Diels finds

connection only with preceding and writes ἕδεος. Cf. Hesych.

ἕδος· ... γή.

163. Plut. _Quaes. conv._ 685 F.

Karst. πολυσπορέων. Cf. 214.

164. Hephaest. _Enchir._ c. 1 p. 4 Gais.

165. Arist. _Meteor._ ii. 3; 357 a 26; Plut. _Placit. phil._ iii. 13, and

_de Is._ 365 B. Clem. Al. _Strom._ 676. Porphyr. _Vit. Pyth._ c. 41.

166-167. Arist. _de Gen. et Corr._ ii. 6; 334 a 3. 167. _Phys._ ii. 4;

196 a 22.

166. Diels suggests ῥιπαῖς. Cf. v. 164.

168. Eustath. on _Od._ α 320, p. 1 (from Herodian, περὶ σχημ. Ὁμηρ.). Cf.

Arist. _de gen. et corr._ ii. 6; 334 a 1.

169-185. Simpl. _de caelo_, Peyron p. 27; Gais. _Poet. Min. Gr._ ii. p.

xlii; Schol. Aristot. Brand. p. 507 a. 171-185. Simpl. _Phys._ 7 v 32,

11. 175. Stob. _Ecl._ i. 286. Cf. Arist. _Met._ ii. 4; 1000 b 2. 178-181.

Simpl. _de caelo_, Peyr. p. 37. 182-183. Theophr. Athen. x. 423; Arist.

_Poet._ c. 25; 1461 a 24. Eust. ad _Iliad._ i. p. 746, 57.

170. MS. λόγῳ, corr. Bergk. Peyr. ὑποχετεύων, Brand. ἐποχ.,

corr. Bergk. 173. Simpl. _Phys._ ἐν τῇ δὴ, _de caelo_ Cd. Taur.

Peyr. ἐν τῇ ἠδέ, corr. Bergk. 174. _Phys._ _DE_ θελημὰ, _F_

θέλημα, _de caelo_ _JP_ Cd. Taur. ἀλλ’ ἐθέλημα. 175. Simpl.

repeats 184 instead of 175, which is inserted from Stob.

by Schneid. 176. _Phys._ _E_ ἐστι: _DEF_ κεκερασμένοισιν,

Taur. κεραιζομένοισιν, text from _de caelo_. 177. _de caelo_

ἀμφαφέως. 178. _Phys._ a_F_ πω πᾶν, _DE_ οὔπω πᾶν, _de caelo_

τὸ πᾶν. 180. a_F_ ὑπεκπροθέει. 181. _Phys._ _DE_ πίφρων, _F_

ἣ περίφρων, _DEF_ (_de caelo_ P) φιλότητος, _Phys._ ἀμεμφέος,

_de caelo_ ἀμφέσσον, Stein φιλότης τε καὶ ἔμπεσεν. 182. Arist.

omits εἶναι. 183. _Phys._ ἄκριτα, Theophr. ἄκρητα: Arist. ζῶα

τε πρὶν κέκριτο Athen. διαλλάττοντα, _Phys._ διαλλαξαντα.

186-194. Simpl. _Phys._ 34 r 160, 28. 191-192. Theophr. _de sens._ § 16.

186. _DE_ ἄρθμια, a_F_ ἄρτια: _DE_ ἑαυτὰ ἑαυτῶν, a_F_ αὐτὰ

ἑαυτῶν, Stein suggests πάνθ’ αὑτῶν ἐγένοντο, Diels ἔασιν

ἑαντῶν. 188. MS. ὅσσα φιν, Diels ὅσσα φίλ’, Hermann ὁσσάκις.

189. MSS. ἐπάρκεα, Karst. ἐπάρτεα, a_F_ ἔχθρα, _ED_ ἔργα:

MS. μάλιστα, Karst. ἄμικτα, 192. _DEF_ κρίσει, a κράσει.

193. _DE_ δ’ ὑγρὰ, a λυγρὰ 194. MSS. and Simpl. 161, 12

νεικεογεννέστησιν, Panz. νείκεος ἐννεσίῃσι, MS. σφίσι γένναν

ὀργᾶ (a γέννας), Panz. σφίσι γένν’ ἄστοργος, Diels ἔοργεν.

195-196. Simpl. _Phys._ 74 v 331, 12.

195. a_F_ omit οὖν.

197-198. Arist. _de gen. et corr._ ii. 6; 333 b 1.

197. Arist. πυρὶ γὰρ αὔξει τὸ πῦρ, corr. Karst. 198. γένος H,

δέμας.

199-202. Simpl. _Phys._ 66 v 300, 21. 199-201. Arist. _de anima_ i. 5;

410 a 4; and commentators on this passage.

199. Simpl. a_EF_ εὐτύκτοις, _D_ and Arist. εὐστέρνοις. 200.

a_F_ τὰ, _DE_ τὰς, Diels τὼ: a_F_ μερέων, _DE_ μοιράων.

203-207. Simpl. _Phys._ 7 v 32, 6. 203. 74 v, 331, 5.

205. a_DE_ ὁρμησθεῖσα, _F_ ὁρμισθεῖσα. 206. MS. πλέον ἐστίν,

corr. Panz. 207. a_F_ αἵματ’ ἐγένοντο, _D_ αἷμα τέγεντο, _E_

αἵματ’ ἔγεντο.

208. Arist. _Meteor._ iv. 4; 382 a 1; _Probl._ 21, 22; 929 b 16; cf.

Plut. _de prim. frig._ 952 B.

209. Plut. _de prim. frig._ 952 B.

210-213. Simpl. _de caelo_, Peyr. p. 28; Gaisf. _Poet. Min. Gr._ II.

xliii. Brand. Schol. Arist. 507 a.

210. A εἰ δ’ ἔτι σοι, B εἰδέτι σοι, Taur. εἰ δέ τισι. 212. MS.

εἴδη τε γενοίατο χροιάστε, corr. Ritschl.

214. Athen. viii. 334 B.

215-218. Simpl. _de caelo_ a little after 213. 218. Simpl. _Phys._ 74 v

331, 9.

215. MS. ὡς δὲ ... ἔπειτ’, corr. Karst.: _A_ ἐδίῃνεν ἐν, _B_

ἐδείκνυεν ἐν, Taur. ἐδείκνυεν. 216. _A_ ἡ δέ ἀποπνέουσα,

_B_ εἰ δὲ ἀποπνοίουσα, Taur. ἡ δὲ ἀποπνείουσα, Panz. ἡδὺ δ’

ἐπιπνείουσα, corr. Stein. 217. _Phys._ _E_ πλάσης, a πλάσιος,

text from _de caelo_.

219. Arist. _de gen. anim._ i. 23; 731 a 5; cf. Philop. on this passage

and Theophr. _de caus. plant._ i. 7, 1.

Philop. and Arist. ... μικρὰ ... ἐλαίας.

220. Plut. _Quaest. conv._ 683 D.

221. Plut. _Quaest. nat._ 912 C, 919 D; cf. Arist. _Top._ iv. 5; 127 a

18. MS. ἀπὸ φλοιοῦ, corr. Meziriacus.

222-231. Hippolyt. _Ref. haer._ 251 Mill; Schneidewin, _Philol._ vi. p.

165.

222. MS. καὶ ἓν, corr. Mill. MS. σφαδίνησιν ... corr. Schneid.

223. MS. ἐποπτεύεις, corr. Schneid. 224. MS. ταῦτα δὲ, corr.

Schneid. 225. MS. κτ ... Schneid. κατερχόμεν’, corr. Stein.

227. MS. τάλλ’ οἱῶν ἐπιρέξεις, corr. Schneid. 228, MS. δῆλα

πέλονται ... μέριμναι, Schneid. δείλ’ ἀπάλαμνα ... μερίμνας.

299. MS. σῆς, Schneid. ἶσ’. 231. Cf. Sext. E. _Math._ viii.

286. MS. of Hippol. καὶ γνωματοσισον.

232. Plut. _Quaest. conv._ 745 D.

233-235. Plut. _Quaest. conv._ 618 B. 234-235, _de fac. lun._ 927 F.

234. _Quaest. conv._ καὶ μὴν, _de fac. lun._ καὶ τὴν, Stein

μαινῶν, Diels καλχῶν, comparing Nicander, _Alexipharm._ 393

and Schol. Schneid. p. 98 for the interpretation of a fish

furnishing a dye. Also Arist. _Hist. anim._ viii. 13; 599 a 10

πορφύραι καὶ κήρυκες.

The first philosophers of Greece · 第 11 / 20 段